← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§195.1-196.3

第一格全称肯定中必然与可能的混合证明

针对亚里士多德在《前分析篇》35b37–36a2中对第一格中两个全称肯定前提的必然与可能混合(大前提为必然与小前提为必然)的讨论,斐洛庞奴斯阐释了前者为何通过归谬法证明因而是不完满的,而后者为何基于全称的直接阐明因而是完满的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.111

" Ὅτι μὲν οὖν καταφατικῶν ὄντων τῶν ὅρων οὐ γίνεται τὸ συμπέρασμα ἀναγκαῖον, φανερόν· ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β ἐνδεχέσθω παντὶ τῷ Γ· ἔσται δὴ συλλογισμὸς ἀτελὴς ὅτι ἐνδέχεται τὸ Α παντὶ τῷ Γ ὑπάρχειν. ὅτι δὲ ἀτελής, ἐκ τῆς ἀποδείξεως δῆλον· τὸν αὐτὸν γὰρ τρόπον δειχθήσεται ὅνπερ καὶ ἐπὶ τῶν προτέρων." Ἐντεῦθεν λοιπὸν ἐκτίθεται τὰς συζυγίας τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, καὶ δείκνυσιν ὅτι ἐπ’ οὐδεμιᾶς τούτων ἀναγκαῖον συνάγεται συμπέρασμα, ἀλλ’ ἐκεῖνο ὅπερ προλαβὼν εἴρηκε. πρότερον δὲ ἐκτίθεται τὴν ἐκ δύο καθόλου καταφατικῶν συζυγίαν τῆς μὲν μείζονος ἀναγκαίας τῆς δὲ ἐλάττονος ἐνδεχομένης, καὶ φησὶν ὅτι ἐνδεχόμενον καθόλου καταφατικὸν συνάγεται συμπέρασμα. ἔστω γάρ, φησί, τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχομένως· λέγω ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται παντί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη μὴ παντί’. ἐπεὶ οὖν τὸ Α τῷ μὲν Β παντὶ ἐξ ἀνάγκης ὑπάρχει τῷ δὲ Γ οὐ παντί, γίνεται τὸ δεύτερον σχῆμα ἐξ ἀμφοτέρων ἀναγκαίων καὶ συνάγει τὸ Β τῷ Γ ἐξ ἀνάγκης μὴ παντί· ὑπέκειτο δὲ καὶ παντὶ ἐνδέχεσθαι, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὸ τὸ ὑποθέσθαι1 ἡμᾶς τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ἐνδέχεται παντί’, ὅπερ ἔδει δεῖξαι. φανερὸν δὲ καὶ ὅτι ἀτελής ἐστιν οὗτος ὁ συλλογισμός, εἴγε διὰ τοῦ ἀδυνάτου δέδεικται, καὶ ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγει, εἴγε τῷ ‘ἀνάγκη μὴ παντί’ μόνῳ ὑποτεθέντι τὸ ἀδύνατον ἠκολούθησε.2

“因此,显然当词项是肯定的时,结论不会成为必然的;因为设Α必然属于全Β,而Β可能属于全Γ;于是将有一个不完满的三段论,即Α可能属于全Γ。至于它是不完满的,从证明中便很清楚;因为将以与前面相同的方式加以证明。” 自此以下,他列举必然与可能之混合的诸组合,并指明在这些组合中没有一个能推导出必然的结论,而是推导出他预先说过的那个结论。首先,他列举由两个全称肯定前提构成的组合,其中大前提是必然的,小前提是可能的,并且他说推导出的是全称肯定的可能结论。他说:“因为设Α必然属于全Β,而Β可能属于全Γ;我说Α可能属于全Γ。”因为如果这是假的,其矛盾对立命题“并非可能属于全”就将是真的,这与“必然不属于全”是同一的。因此,既然Α必然属于全Β,却不属于全Γ,便由两个必然前提构成了第二格,并推导出Β必然不属于全Γ;但先前曾假设它对全也是可能的,这是不可能的。这一不可能的结论之所以随之而来,是因为我们假设了Α并非可能属于全Γ;所以这是假的,而其矛盾对立命题“可能属于全”是真的,这正是所要证明的。而且同样显而易见的是,这个三段论是不完满的(如果它确实是通过归谬法证明的),并且它推导出可能的一半(如果不可能确实仅在假设了“必然不属于全”时随之而来)。

§2.112

"Πάλιν τὸ μὲν Α ἐνδεχέσθω παντὶ τῷ Β ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχέτω ἐξ ἀνάγκης· ἔσται δὴ συλλογισμὸς ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν, ἀλλ’ οὐχ ὅτι ὑπάρχει, καὶ τέλειος ἀλλ’ οὐκ ἀτελής· εὐθὺς γὰρ ἐπιτελεῖται διὰ τῶν ἐξ ἀρχῆς προτάσεων." Παραδίδωσιν ἐντεῦθεν τὴν δευτέραν συζυγίαν τὴν ἐκ δύο καθόλου καταφατικῶν τὴν πρὸς τῇ ἐλάττονι τὸ ἀναγκαῖον ἔχουσαν,3 καὶ φησὶ καὶ ταύτην τὸ ἐνδέχεσθαι παντὶ συνάγειν διὰ τῆς ἐπ’ εὐθείας δείξεως· διὸ καὶ τέλειόν φησι τὸν συλλογισμόν. ἐπεὶ γὰρ τὸ Α παντὶ ἐνδέχεται τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· ἓν δὲ τῶν μερῶν τοῦ Β τὸ Γ ἐστί· τὸ ἄρα Α παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. ἐν τούτῳ δὲ τῷ συμπεράσματι τὸ κατὰ τὸν διορισμὸν συνάγεται ἐνδεχόμενον.

“再次,设Α可能属于全Β,而Β必然属于全Γ;于是将有一个三段论,即Α可能属于全Γ,但不是属于,并且是完满的而不是不完满的;因为通过最初的前提它立刻得以完成。” 在此,他讲授由两个全称肯定前提构成的第二种组合,即必然前提置于靠近小前提一侧的组合,并且他说这一组合也是通过直接证明推导出“可能属于全”;因此他也称该三段论是完满的。因为既然Α可能属于全Β,它就可能属于其所有部分;而Γ是Β的部分之一;所以Α可能属于全Γ。而在这一结论中,推导出的是依据定义的可能。

语法注3 条
  1. 2.111διὸ τὸ ὑποθέσθαι

    写本中的 διὸ τὸ 是介词短语 διὰ τὸ 的变体或讹误,后接不定式短语 ὑποθέσθαι ἡμᾶς ... 表原因(“由于我们假设了……”)。此处应将其视为介词短语的功能,而非推论连词 διό。

  2. 2.111τῷ ‘ἀνάγκη μὴ παντί’ μόνῳ ὑποτεθέντι τὸ ἀδύνατον ἠκολούθησε

    与格分词短语 τῷ ... ὑποτεθέντι 作为动词 ἠκολούθησε 的补足语(“跟随在所假设的东西之后发生”),在语意上等同于条件从句(“如果仅仅假设了……”)。

  3. 2.112τὴν πρὸς τῇ ἐλάττονι τὸ ἀναγκαῖον ἔχουσαν

    定语分词短语 τὴν ... ἔχουσαν 修饰前面的阴性宾格短语 τὴν δευτέραν συζυγίαν。介词短语 πρὸς τῇ ἐλάττονι(“在小前提一侧”)指定了宾语 τὸ ἀναγκαῖον(“必然[前提]”)所处的位置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:195.1-196.3