← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§193.12-194.32

第一格中必然与可能的混合及结论涵义

注疏讨论第一格中必然前提与可能前提的混合(《前分析篇》35b22–35b34),阐明成立三段论的条件、完满三段论的构成、结论中“可能”的涵义(严格定义的可能与重合于实然的可能),以及“必然不属于”与“并非必然属于”的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.107

" Ὅταν δὲ ἡ μὲν ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων, ὁ μὲν συλλογισμὸς ἔσται τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων,1 καὶ τέλειος, ὅταν πρὸς τῷ ἐλάττονι ἄκρῳ τεθῇ τὸ ἀναγκαῖον." Διαλεχθεὶς περὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος τῆς ἐν πρώτῳ σχήματι καὶ δείξας ποῖαι μέν εἰσιν αὐτῶν συλλογιστικαί, ποῖαι δὲ ἀσυλλόγιστοι, νῦν τρέπεται ἐπὶ τὴν μῖξιν τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου. καὶ φησὶν ἐπὶ τούτων γίνεσθαι συλλογιστικὰς συζυγίας ὡσαύτως ἐχούσης τῆς τάξεως τῶν ὅρων, ὥσπερ εἶχε καὶ ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος, λέγω δὲ τῆς μὲν μείζονος ἀναγκαίας οὔσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιὸν ἀμφότεραι· κἂν γὰρ ἡ ἐλάττων ᾖ ἀποφατική, οὐδὲν ἧττον συλλογιστικὴ ἔσται ἡ συζυγία μεταλαμβανομένης αὐτῆς εἰς καταφατικὴν διὰ τὸ ἐνδεχομένην εἶναι. ἐὰν δὲ ἡ μὲν μείζων ἐνδεχομένη ᾖ ἡ δὲ ἐλάττων ἀναγκαία, τῆς μὲν μείζονος ὁμοίως τὸ ποιόν ἐστιν ἀδιάφορον, τῆς δὲ ἐλάττονος οὐκέτι, ἀλλὰ μόνον δεῖ αὐτὴν καταφατικὴν εἶναι, ἵνα γένηται συλλογιστική.

“当前提中一者表示必然属于或不属于,另一者表示可能,只要词项处于相同状态,就会有三段论,而当必然[前提]置于靠近小项的一侧时,它还是完满的。” 在论述了第一格中可能与实然的混合,并指明了其中哪些能构成三段论、哪些不能构成三段论之后,他现在转向必然与可能的混合。并且他说,在这些前提中,当词项的排列处于相同状态时,就会产生能构成三段论的组合,正如在可能与实然的混合中那样——我指的是,当大前提是必然的而小前提是可能的时候,无论两者在质上如何;因为即使小前提是否定的,该组合也同样能构成三段论,因为由于它是可能的,它可以被转化为肯定前提。然而,如果大前提是可能的而小前提是必然的,大前提的质同样无关紧要,但小前提的质则不再如此,而是只需要它是肯定的,便能构成三段论。

§2.108

"Τὸ δὲ συμπέρασμα κατηγορικῶν μὲν ὄντων τῶν ὅρων τοῦ ἐνδέχεσθαι καὶ οὐ τοῦ ὑπάρχειν ἔσται, ἀμφοτέρων καὶ καθόλου καὶ μὴ καθόλου τιθεμένων." Ὥσπερ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου διάφορα ἐγίνοντο τὰ συμπεράσματα καὶ ποτὲ μὲν τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ποτὲ δὲ ἄλλου τινός, οὕτω καὶ ἐπὶ τούτων φησὶν ὅτι, ἐὰν μὲν ὦσιν ἀμφότεραι καταφατικαὶ ἢ ἡ μείζων ἐνδεχομένη ἀποφατική, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα, ὅταν δὲ ἡ μείζων ἀποφατικὴ ἀναγκαία, οὐκέτι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα ἀλλὰ τοῦ συντρέχοντος τῷ ὑπάρχοντι. τέλειοι δὲ γίνονται συλλογισμοὶ ἐπὶ ταύτης τῆς μίξεως οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικὴν οὖσαν ἐν τῇ ἐλάττονι τὴν δὲ μείζονα ἀποφατικὴν ἢ καταφατικὴν ἐνδεχομένην. ὁμοίως δὲ ἔχουσι καὶ αἱ μερικαὶ ἐπί τε τῶν συμπερασμάτων καὶ ἐπὶ τῶν τελείων, ὡς εἶχον καὶ αἱ καθόλου συζυγίαι.

“但是,当词项是肯定的时,无论两者置为全称还是非全称,结论都将是可能的,而不是属于的。” 正如在实然与可能的混合中,结论是多样的,有时是依据定义的可能,有时是某种其他的可能,在这些前提中他也同样说道:如果两者都是肯定的,或者大前提是可能的否定,结论就是依据定义的可能;而当大前提是必然的否定时,结论便不再是依据定义的可能,而是与实然相重合的可能。在这一混合中成为完满三段论的,是那些小前提为肯定的必然前提,而大前提为否定或肯定的可能前提的三段论。特称组合无论在结论方面还是在完满性方面,也都与全称组合的情况相同。

§2.109

"Τὸ δὲ ἐνδέχεσθαι ἐν τῷ συμπεράσματι τὸν αὐτὸν τρόπον ληπτέον ὅνπερ καὶ ἐν τοῖς πρότερον." Ἐπειδὴ εἶπεν ὅτι, ὅταν τὸ στερητικὸν ἀναγκαῖον ᾖ, τὸ συμπέρασμα ἔσται καὶ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν καὶ τοῦ μὴ ὑπάρχειν, διὰ τοῦτο ἐπήγαγεν ὅτι ἐνδεχόμενον ἐνταῦθα λαμβάνειν δεῖ οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλ’, ὥσπερ καὶ τὸ πρὶν ἐλάμβανε, τὸ συντρέχον ἄλλῳ τινί, τουτέστι τῷ ὑπάρχοντι· κατηγορεῖται γὰρ τὸ ἁπλῶς ἐνδεχόμενον καὶ κατὰ τοῦ ὑπάρχοντος.

“但是在结论中的可能,必须以与前面相同的方式来理解。” 既然他说过,当否定前提是必然的时,结论既是可能不属于的,也是不属于的,因此他补充道,在这里必须把可能理解为不是依据定义的,而是正如他之前所理解的那样,是与某种其他事物(即与实然)相重合的可能;因为单纯的可能也被述及实然。

§2.110

"Τοῦ δὲ ἐξ ἀνάγκης μὴ ὑπάρχειν οὐκ ἔσται συλλογισμός· ἕτερον γὰρ τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν καὶ τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν.2" Εἰπὼν ὅτι τὰ συναγόμενα συμπεράσματα ἢ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶν ἢ τοῦ 〈ἁπλῶς〉 ἐνδεχομένου, τουτέστι τοῦ τῷ ὑπάρχοντι συντρέχοντος, ἐν τούτοις ἐπάγει ὅτι κατ’ οὐδένα τρόπον τοῦ ἐξ ἀνάγκης μὴ ὑπάρχειν γίνεται ὁ συλλογισμός, οὐδαμῶς ἄρα τοῦ ἀναγκαίου ἔσται συλλογισμός. εἶτα εἰπὼν ὅτι τοῦ ἐξ ἀνάγκης μηδενὶ οὐ γίνεται συλλογισμός, ἐπειδὴ ἀνωτέρω ἔλεγεν ὅτι τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν ταὐτόν ἐστι τῷ ἐνδεχομένῳ, διὰ τοῦτο ἐν τούτοις ἐπήγαγεν ὅτι ἕτερόν ἐστι τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν καὶ τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν. τὸ μὲν γὰρ ἐξ ἀνάγκης μὴ ὑπάρχειν τὸ μηδαμῇ μηδαμῶς ὑπάρχον σημαίνει, ὅπερ καὶ φαμὲν ἐνταῦθα μὴ συνάγεσθαι· τὸ δὲ μὴ ἐξ ἀνάγκης ὑπάρχειν τὸ ὑπάρχον μὲν οὐκ ἀναγκαίως δέ, ἀλλ’ ἐνδεχομένως ἀποφασκόμενον.

“然而不会有必然不属于的三段论;因为并非必然属于与必然不属于是不同的。” 在指明所推导出的结论要么是依据定义的可能,要么是单纯的可能(即与实然相重合的可能)之后,在这些话中他补充道,绝不可能产生必然不属于的三段论,因此绝不会有必然〔结论〕的三段论。接着,在说了不会产生“必然对任何都不〔属于〕”的三段论之后,既然他在上面曾说过“并非必然属于”与“可能”是同一的,因此在这些话中他补充道,“必然不属于”与“并非必然属于”是不同的。因为“必然不属于”表示无论如何绝不属于,这正是我们说在这里不能被推导出来的;而“并非必然属于”则表示属于、但并非必然地属于,而是可能地被否定。

语法注2 条
  1. 2.107τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων

    属格绝对结构:“当词项处于相同状态时”,指词项在前文讨论的可能与实然的混合中相同的量、质及排列条件。

  2. 2.110ἕτερον γὰρ τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν καὶ τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν

    由否定词 μή 的位置决定的结构对比。在 τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν 中,否定词修饰模态副词 ἐξ ἀνάγκης(“并非必然属于”,即模态的否定,表示可能);而在 τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν 中,否定词直接修饰不定式 ὑπάρχειν(“必然不属于”,即必然否定或不可能)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:193.12-194.32