← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§192.1-193.11

交替之含义与全称大前提三段论的成立条件

斐洛庞努斯首先理清了35b14中“交替地”的两种可能解释(模态的交替还是数量的交替)。接着针对35b20,他在亚里士多德“总是产生三段论”的断言后补充了“小前提为肯定时”的限定条件,并通过中项外延超出大项导致时间限定的理论,消解了关于反例词项的一项疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.105

" Οὐδ’ ὅταν ἐν μέρει ἢ ἀδιόριστοι τεθῶσιν αἱ προτάσεις, εἴτ’ ἐνδέχεσθαι λαμβάνουσαι εἴτε ὑπάρχειν εἴτε ἐναλλάξ.1" Εἰ μὲν συμπεραίνων πάντα τὰ περὶ τοῦ ἐνδεχομένου λέγει, λέγοι ἂν τὸ ἐναλλὰξ ὥστε τὴν μὲν εἶναι ὑπάρχουσαν τὴν δὲ ἐνδεχομένην· εἰπὼν γὰρ εἴτε ἐνδέχεσθαι λαμβάνουσαι εἴτε ὑπάρχειν ἐπήγαγε τὸ ἐναλλάξ. εἰ δὲ τὰ προσεχῶς εἰρημένα περαίνει, λέγω δὴ τὴν μῖξιν τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, οὕτως ἀκουστέον τὸ ἐναλλάξ, εἴτε ἐν μέρει εἴτε ἀδιόριστοι εἴτε ἐναλλάξ, ἀντὶ τοῦ ‘ἡ μὲν μερικὴ ἡ δὲ ἀδιόριστος’.

“当诸前提置为特称或不定时,无论取是可能的、是属于的,还是交替地,[亦不能构成三段论]。” 如果他是在总结关于可能的全部论述时这样说的,那么他所说的“交替地”意思就是一者为实然,另一者为可能;因为在说了“无论取是可能的、是属于的”之后,他又加上了“交替地”。但如果他是在总结刚才所说的事项,我指实然与可能的混合,那么“交替地”就必须这样来理解:“无论是特称、是不定,还是交替地”,用以替代“一者为特称,另一者为不定”。

§2.106

"Φανερὸν οὖν ὅτι τοῦ μὲν πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθέντος ἀεὶ γίνεται συλλογισμός." Προσυπακουστέον τῷ ἀεὶ γίνεται συλλογισμὸς ‘ὅταν ἡ ἐλάττων καταφατικὴ ᾖ’· τότε γὰρ ἀεὶ γίνεται συλλογισμός· ἐπεί τοί γε, ἐὰν ἡ μὲν μείζων ᾖ καθόλου ἡ δὲ ἐλάττων ἀποφατικὴ ὑπάρχουσα, οὐ γενήσεται συλλογισμός, ὡς δέδεικται. ἐζήτηται δὲ ἡμῖν, μήποτε οἱ ὅροι οἱ ληφθέντες εἰς τὸ δεῖξαι τὴν συζυγίαν τὴν ἔχουσαν τὴν ἐλάττονα μερικὴν ἀποφατικὴν ὑπάρχουσαν τῆς μείζονος καθόλου οὔσης ἐνδεχομένης ἢ ἀποφατικῆς ἢ καταφατικῆς, ἐὰν οἱ αὐτοὶ ὅροι ληφθῶσι καὶ τῆς ἐλάττονος μερικῆς οὔσης καταφατικῆς ὑπαρχούσης, δείξουσιν αὐτὴν ἀσυλλόγιστον·2 συνάξουσι γὰρ καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης. λέγω γὰρ οὕτως· κινούμενον παντὶ λευκῷ ἐνδεχέσθω, λευκὸν τινὶ βαδίζοντι ὑπαρχέτω, καὶ συνάγεται ‘κινούμενον ἐξ ἀνάγκης παντὶ βαδίζοντι ὑπάρχει’. συνάγεται δὲ πάλιν καὶ τὸ οὐδενὶ οὕτως· κινούμενον παντὶ λευκῷ ἐνδεχέσθω, λευκὸν ὑπαρχέτω τινὶ ἑστῶτι, καὶ συνάγεται ‘κινούμενον οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης’. ὁμοίως δέ, κἂν ἐνδεχομένη ὑπάρχῃ ἡ μερική, τὰ αὐτὰ πάλιν συμβαίνει. ὥστε ὅσον ἐκ τῶν ὅρων τούτων δειχθήσονται καὶ αὗται ἀσυλλόγιστοι. τί οὖν ἐροῦμεν; ὅτι αὐτὸς εἶπεν ὁ φιλόσοφος ὅτι δεῖ τὴν μείζονα πρότασιν μὴ ὁρίζεσθαι χρόνῳ ὑπὸ τῆς ἐλάττονος· ὡρίζετο δὲ χρόνῳ, ὁπηνίκα ὑπερέτεινεν ὁ μέσος ὅρος τὸν μείζονα. κἀνταῦθα τοίνυν ὑπερέτεινεν ὁ μέσος ὅρος τὸν μείζονα· εἰ γὰρ τὸ λευκόν, ὅπερ ἐστὶν ὁ μέσος ὅρος, κατηγορεῖται ἐπὶ τοῦ βαδίζοντος καὶ ἐπὶ τοῦ ἑστῶτος, τὸ δὲ κινούμενον, ὁ μείζων, ἐπὶ μόνου τοῦ βαδίζοντος κατηγορεῖται, οὐκέτι δὲ καὶ ἐπὶ τοῦ ἑστῶτος, δῆλον ὅτι ἐπὶ πλέον ἐστὶν ὁ μέσος ὅρος τοῦ μείζονος. εἰ δὲ τοῦτο, μερικὴ γίνεται ἡ μείζων πρότασις· μερικῆς δὲ αὐτῆς γινομένης ἀσυλλόγιστος γίνεται ἡ συζυγία, ὥστε εἰκότως συνήγαγε καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. οὕτω μὲν οὖν καταφατικῆς οὔσης τῆς ἐλάττονος. εἰ μέντοι ἀποφατικὴ εἴη, οὐκέτι ὁρίζεται ἡ μείζων ὑπὸ τῆς ἐλάττονος ὑπερτείνοντος τοῦ μέσου τὸν μείζονα· εἰ γὰρ καὶ λέγομεν τὸ λευκὸν μηδενὶ ὑπάρχειν βαδίζοντι μηδ’ ἑστῶτι, ἐπειδὴ ἀκοφάσκεται αὐτῶν3 καὶ οὐ κατηγορεῖται, διὰ τοῦτο οὐκ ἔσται ἐπὶ πλεῖον τοῦ μείζονος. δῆλον οὖν ὅτι ἡ ἔχουσα τὴν ἐλάττονα μερικὴν ἀποφατικὴν τὴν δὲ μείζονα καθόλου δι’ αὐτὸ τοῦτο τὸ ἔχειν τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν καὶ μόνον ἀσυλλόγιστός ἐστι καὶ οὐ διὰ τὸ ὁρίζεσθαι χρόνῳ τὴν μείζονα· οὐδὲ γὰρ ὁρίζεται, ὡς εἴπομεν.

“由此显然,当靠近大项的[前提]置为全称时,总是产生三段论。” 对于“总是产生三段论”,必须在心智中补充“当小前提是肯定的时候”;因为只有在那时才总是产生三段论;因为至少如果大前提是全称而小前提是实然否定,三段论将不会产生,正如已经证明的那样。然而我们曾经探究过:那些用来证明大前提为全称可能——无论是否定还是肯定——而小前提为实然特称否定的组合[不能构成三段论]的词项,如果在小前提是实然特称肯定时也被取用,是否也会证明它也是不能构成三段论的;因为它们将同时得出必然属于所有和〔必然〕不属于任何。因为我如此说:设运动的可能属于所有白色的,白色的属于某些行走的,于是得出“运动的必然属于所有行走的”。再者,不属于任何也同样通过如下方式得出:设运动的可能属于所有白色的,白色的属于某些站立的,于是得出“运动的必然不属于任何站立的”。同样地,即使特称前提是可能的,同样的事情又会发生。因此,单就这些词项而言,这些组合也将被证明是不能构成三段论的。那么我们将说什么呢?哲学家自己曾说过,大前提不得在时间上受小前提限定;而每当中项外延超出大项时,它就在时间上受到了限定。因此在这里,中项同样外延超出了大项;因为如果白色的(即中项)既被述及行走的,也被述及站立的,而运动的(大项)仅被述及行走的,不再也被述及站立的,显然中项的外延就大于大项。如果这样,大前提就变成了特称前提;而当它变成特称时,该组合就变成了不能构成三段论的,以至于它理所当然地既得出了属于所有,也得出了不属于任何。当小前提是肯定的时候,情况确实如此。然而如果它是否定的,大前提就不再会由于中项超出大项而受小前提限定;因为即使我们说白色的不属于任何行走的,也不属于任何站立的,既然它是被从它们否定而非被述及,因此它并不会具有比大项更大的外延。由此显然,具有特称否定小前提和全称大前提的组合之所以不能构成三段论,仅仅在于其小前提是实然否定命题本身,而不在于大前提在时间上受到限定;因为正如我们所说,它并未受到限定。

语法注3 条
  1. 2.105εἴτε ἐναλλάξ

    亚里士多德原文(35b14)中 ἐναλλάξ 指涉对象的双重解释:既可与紧邻的前文在模态上对应,解释为“一为可能,一为实然”;亦可与更前面的前提的量(特称或不定)相对应,解释为“一为特称,一为不定”。

  2. 2.106ἐζήτηται δὲ ἡμῖν, μήποτε οἱ ὅροι ... δείξουσιν αὐτὴν ἀσυλλόγιστον

    μήποτε 引导带有顾虑或疑虑的间接疑问从句(“这些词项是否会表明它也是不能构成三段论的”),作主句无人称完成时被动动词加施事与格(ἐζήτηται ἡμῖν)的宾语从句。

  3. 2.106ἐπειδὴ ἀκοφάσκεται αὐτῶν

    底本印刷错误 ἀκοφάσκεται 显然是 ἀποφάσκεται(ἀποφάσκω 的中被动语态,“被否定”)之误。属格 αὐτῶν 为表示否定的动词所支配的离格性属格,意为“从它们被否定”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:192.1-193.11