← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§190.21-191.31

第一格中特称实然否定小前提等组合的无推论性

斐洛波诺斯解释了在第一格中当小前提为特称实然否定时(35b8)以及大前提为特称而小前提为全称等剩余组合(35b11)何以均不能构成三段论,并给出了恰当的具体词项实例予以论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.103

" Ὅταν δὲ τὸ μὴ ὑπάρχειν λαμβάνῃ ἡ κατὰ μέρος τεθεῖσα, οὐκ ἔσται συλλογισμός." Εἰκότως· οὐκέτι γὰρ ἡ μερικὴ ὑπάρχουσα ἀποφατικὴ μεταλαμβάνεται εἰς τὴν καταφατικήν. δεικτέον δὲ αὐτήν, φησίν, ὅτι ἐστὶν ἀσυλλόγιστος διὰ τοῦ ἀδιορίστου, ὥσπερ ἐν τοῖς ἁπλοῖς συλλογισμοῖς ἔλεγε τοῖς ἔχουσι τὴν ἐλάττονα μερικὴν ἀποφατικήν, ὅτι δείκνυνται αἱ τοιαῦται ἀσυλλόγιστοι ἐκ τοῦ ἀόριστον ἔχειν τὴν μερικὴν ἀποφατικὴν τὴν ἀλήθειαν. ἐπειδὴ γὰρ ἀληθεύει ἢ δι’ ἑαυτὴν ἢ διὰ τὴν καθόλου ἀπόφασιν, ὅταν μὲν δι’ ἑαυτὴν ἀληθεύῃ, ὑποδύεται συλλογιστικὴν συζυγίαν τῷ δύνασθαι μεταλαμβάνεσθαι εἰς τὴν καταφατικήν,1 διότι ὃ μὴ παντὶ ὑπάρχει, τοῦτο τινὶ ὑπάρχει· διὰ τοῦτο ἐκβάλλει αὐτὴν ὡς ἀόριστον. ὅταν δὲ λάβωμεν αὐτὴν διὰ τὴν καθόλου ἀληθεύουσαν, τότε προδήλως ἀσυλλόγιστος οὖσα ἐλέγχεται· συνάγει γὰρ καὶ τὸ παντὶ καὶ τὸ μηδενί. οἱ δὲ ὅροι, οὓς μὲν αὐτὸς παραλαμβάνει, οὐ πάνυ εἰσὶ προσφυεῖς2 τοῖς προκειμένοις, διότι τό τε λευκὸν τισὶ ζῴοις ἐξ ἀνάγκης ὑπάρχει ἢ οὐχ ὑπάρχει καὶ τὸ ζῷον πάσῃ τῇ χιόνι ἢ τῇ πίττῃ ἐξ ἀνάγκης οὐχ ὑπάρχει. ἔστωσαν οὖν ὅροι τοῦ μὲν παντὶ κινούμενον, λευκόν, βαδίζον· κινούμενον παντὶ λευκῷ ἐνδέχεται ὑπάρχειν, λευκὸν ὑπαρχέτω μὴ παντὶ βαδίζοντι, καὶ συνάγεται κινούμενον παντὶ βαδίζοντι ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ κινούμενον, λευκόν, ἑστώς· κινούμενον ἐνδέχεται παντὶ λευκῷ, λευκὸν μὴ παντὶ ἑστῶτι ὑπαρχέτω, καὶ συνάγεται κινούμενον οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης.

“然而,当置为特称的前提取不属于时,将不会有三段论。” 理所当然;因为特称实然否定命题不再能转换为肯定命题。但他说道,应当通过不定性来证明它是不能构成三段论的,正如他在具有特称否定小前提的简单三段论中所说的那样:此类前提组合之所以被证明不能构成三段论,是因为特称否定具有不定的真值。因为既然它要么因自身为真,要么因全称否定为真,当它因自身为真时,就凭借能够转换为肯定命题而假扮为能构成三段论的前提组合,因为不属于所有者属于某些;正因如此,他将其作为不定的而予以排除。但当我们把它作为因全称而为真的前提来取时,它显然就被揭示为不能构成三段论的;因为它既能得出属于所有,也能得出不属于任何。不过,他自己所采纳的词项并不完全切合眼下的问题,因为白色必然属于或不属于某些动物,而动物必然不属于任何雪或沥青。因此,对于属于所有的词项,设为运动的、白色的、行走的:运动的可能属于所有白色的,设白色不属于所有行走的,于是得出运动的必然属于所有行走的。而对于不属于任何的词项,设为运动的、白色的、站立的:运动的可能属于所有白色的,设白色不属于所有站立的,于是得出运动的必然不属于任何站立的。

§2.104

"Ἐὰν δὲ τὸ καθόλου τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον, τὸ δ’ ἐν μέρει πρὸς τὸ μεῖζον, ἐάν τε στερητικὸν ἐάν τε καταφατικόν." Λειπόμεναι ἦσαν αἱ συζυγίαι αἱ ἔχουσαι τὴν μείζονα μερικὴν τὴν δὲ ἐλάττονα καθόλου, αἵτινες πᾶσαι ἀσυλλόγιστοί εἰσιν, ὅπως ἂν ἔχωσι τοῦ τε τρόπου καὶ τοῦ ποιοῦ.3 ὁμοίως δέ, κἂν μερικαὶ ἀμφότεραι ληφθῶσι κἂν ἀμφότεραι ἀδιόριστοι ἢ ἡ μὲν μερικὴ ἡ δὲ ἀδιόριστος· καὶ αὗται γὰρ πάλιν, ὅπως ἂν ἔχωσι κατά τε τοὺς τρόπους καὶ τὸ ποιόν, πᾶσαι ἀσυλλόγιστοί εἰσιν. ἀπόδειξις δὲ τοῦ ἀσυλλογίστους αὐτὰς εἶναι ἡ αὐτὴ ἥπερ καὶ ἐπὶ τῶν ἄλλων ἀσυλλογίστων· αὕτη δέ ἐστιν ἡ παραδειγματική· εὑρίσκονται γὰρ ὅροι συνάγοντες καὶ τὸ παντὶ καὶ τὸ μηδενί· ἐφ’ ὧν δὲ καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνήγετο, αὗται ἀσυλλόγιστοι ἦσαν αἱ συζυγίαι διὰ τὴν ἀοριστίαν. ἔστωσαν οὖν ὅροι πάντων κοινοὶ τοῦ μὲν παντὶ ἐπιστήμη, κινούμενον, γραμματικόν· ἐπιστήμη τινὶ κινουμένῳ ἐνδεχέσθω ὑπάρχειν ἢ μὴ ὑπάρχειν, κινούμενον παντὶ ἢ μηδενὶ γραμματικῷ ὑπαρχέτω, καὶ συνάγεται ἐπιστήμη παντὶ γραμματικῷ ἐξ ἀνάγκης ὑπάρχειν. τοῦ δὲ μηδενὶ ἐπιστήμη, κινούμενον, ἵππος ἢ ἁπλῶς ἄλογον ζῷον· ἐπιστήμη ἐνδεχέσθω τινὶ κινουμένῳ ἢ μὴ παντί, κινούμενον ὑπαρχέτω παντὶ ἢ μηδενὶ ἵππῳ, καὶ συνάγεται ἐπιστήμη ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

“而如果全称置于小项一边,特称置于大项一边,无论是否定的还是肯定的。” 所剩下的是具有特称大前提和全称小前提的组合,无论它们在模态和质上处于何种状态,全都是不能构成三段论的。同样地,无论两者都被取为特称,还是两者都被取为不定,或者一为特称一为不定;因为这些组合无论在模态和质上处于何种状态,同样全都是不能构成三段论的。证明它们不能构成三段论的方法与在其他不能构成三段论的组合中相同;这就是举例证明法;因为可以找到既能得出属于所有又能得出不属于任何的词项;而在凡是既能得出属于所有又能得出不属于任何的地方,这些组合由于不定性都是不能构成三段论的。因此,作为适用于一切情况的共同词项,对于属于所有,设为知识、运动的、通晓文法的:设知识可能属于或不属于某些运动的,设运动的属于所有或不属于任何通晓文法的,于是得出知识必然属于所有通晓文法的。对于不属于任何,设为知识、运动的、马或简单来说无理性的动物:设知识可能属于某些或不属于所有运动的,设运动的属于所有或不属于任何马,于是得出知识必然不属于任何马。其余情况亦同样。

语法注3 条
  1. 2.103ὑποδύεται συλλογιστικὴν συζυγίαν τῷ δύνασθαι μεταλαμβάνεσθαι εἰς τὴν καταφατικήν

    意为“凭借能够转换为肯定命题而假扮为能构成三段论的前提组合”。带与格冠词的不定词 τῷ δύνασθαι 表示手段或原因,修饰主要动词 ὑποδύεται。

  2. 2.103οἱ δὲ ὅροι, οὓς μὲν αὐτὸς παραλαμβάνει, οὐ πάνυ εἰσὶ προσφυεῖς

    句首名词短语 οἱ δὲ ὅροι 呈现主格形式,作为提示主题的悬置主格(nominativus pendens),预先指明下文的实际主语,并在语法上与随后关系分句中的 οὓς 相关联。

  3. 2.104ὅπως ἂν ἔχωσι τοῦ τε τρόπου καὶ τοῦ ποιοῦ

    由动词 ἔχω 结合方式副词(ὅπως)与表示“关于……”的规定属格(τοῦ τε τρόπου καὶ τοῦ ποιοῦ)构成的句式,意为“无论它们在模态和质上处于何种状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:190.21-191.31