← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§189.9-190.20

可能特称前提的归谬与换位证明及几何比喻

菲洛波庞解释了在大前提为实然、小前提为可能的特称三段论中,小前提为肯定时仅通过归谬法证明,小前提为否定时则通过质换位与归谬法共同证明,并阐明了命题被称为“间隔”、格被称为“图形”的几何学比喻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.101

" Πλὴν οἱ μὲν διὰ τοῦ ἀδυνάτου δειχθήσονται, οἱ δὲ διὰ τῆς ἀντιστροφῆς τῆς τοῦ ἐνδέχεσθαι, καθάπερ ἐν τοῖς πρότερον." Δεῖ προσθεῖναι τὸν ‘καί’ σύνδεσμον καὶ εἰπεῖν οὕτως· οἱ δὲ καὶ διὰ τῆς ἀντιστροφῆς·1 καὶ γὰρ οἱ δι’ ἀντιστροφῆς δεικνύμενοι δέονται καὶ τῆς τοῦ ἀδυνάτου δείξεως. δείκνυνται δὲ διὰ μὲν τοῦ ἀδυνάτου μόνον οἱ ἔχοντες τὴν ἐλάττονα καταφατικήν, ὥσπερ καὶ ἐπὶ τῶν καθόλου. εἰ γὰρ τὸ Α παντὶ ἢ μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τῷ Γ τινὶ ἐνδέχεται, λέγω, φησίν, ὅτι συνάγεται τὸ Α τινὶ ἢ μὴ παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν, ἐπὶ μὲν τῆς ἐχούσης τὴν μείζονα ἀποφατικὴν τὸ μὴ παντί, ἐπὶ δὲ τῆς ἐχούσης αὐτὴν καταφατικὴν τὸ τινί. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθῆ τὰ ἀντιφατικῶς ἀντικείμενα, ἐπὶ μὲν τῆς καταφατικῆς τὸ ἐξ ἀνάγκης μηδενί, ἐπὶ δὲ τῆς ἀποφατικῆς τὸ παντί· ἀλλ’ ἀμφοτέροις ἀδύνατόν τι ἀκολουθεῖ. ἐπὶ μὲν τῆς καταφατικῆς· εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ Γ κατὰ τὴν ὑπόθεσιν, τὸ δὲ Β τῷ Γ ὑπάρχει τινί (μεταληψόμεθα γὰρ πάλιν διὰ τὸ σαφὲς τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν), τὸ Α ἄρα οὐ παντὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ Α τῷ Γ ἐξ ἀνάγκης μηδενί· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ κατὰ πάντα ἀντικείμενον τὸ ‘ἐνδέχεται τινί’, ὅπερ ἔδει δεῖξαι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀποφατικῆς ἔχει· λέγω γὰρ ὅτι συνάγει τὸ Α τῷ Γ ἐνδέχεσθαι μὴ παντὶ ὑπάρχειν. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ κατὰ πάντα ἀντικείμενον τὸ ‘ἀνάγκη παντί’· ἐπεὶ οὖν τὸ Α τῷ Γ ἀνάγκη παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει τινί, τὸ ἄρα Α τῷ Β ὑπάρχει τινί· ἦν δὲ καὶ μηδενί, ὅπερ ἀδύνατον· ψεῦδος ἄρα τὸ ‘ἀνάγκη παντὶ τῷ Γ τὸ Α’, ἀληθὲς δὲ τὸ ἐνδέχεσθαι μὴ παντί, ὅπερ ἔδει δεῖξαι. καὶ οὗτοι μὲν οἱ διὰ τοῦ ἀδυνάτου μόνου δεικνύμενοι. διὰ δὲ τοῦ ἀδυνάτου καὶ τῆς ἀντιστροφῆς οἱ ἔχοντες τὴν ἐλάττονα ἀποφατικήν· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος οὕτως ἡ διὰ τοῦ ἀδυνάτου γίνεται δεῖξις ὥσπερ καὶ ἐπὶ τῶν πρότερον. σημειωτέον δὲ πάλιν κἀν τούτοις ὅτι διαστήματα τὰς προτάσεις καλεῖ, ἐπειδή, ὡς ἐλέγομεν, ἐξομοιῶσαι βούλεται τὰ ἐν συλλογισμοῖς τοῖς κατὰ γεωμετρίαν. εἰκότως οὖν ὥσπερ αἱ προτάσεις ἀνάλογον ἔχουσαι ταῖς γραμμαῖς διαστήματα ἐκλήθησαν2 ὥσπερ καὶ αἱ γραμμαί, οὕτω καὶ οἱ συλλογισμοὶ ἀνάλογον ἔχοντες τοῖς σχήμασιν, διότι ὥσπερ ἐκεῖνα ἐκ γραμμῶν οὕτως καὶ οὗτοι ἐκ προτάσεων σύγκεινται, σχήματα ἐκλήθησαν.

“只是有些将通过归谬法被证明,而另一些则通过可能性的质换位被证明,正如在先前的诸情况中那样。” 应当补上连词“也”,并如此表述:“而另一些也通过质换位[被证明]”;因为那些通过质换位被证明的,同样需要归谬证明。而那些小前提为肯定的,仅通过归谬法被证明,正如在全称诸情况中一样。因为如果A属于所有或不属于任何B,而B可能属于某些Γ,他说,我说,所得出的是A可能属于某些或不属于所有Γ——在具有否定大前提的情况下得出“不属于所有”,而在具有肯定大前提的情况下得出“属于某些”。因为若这是假的,则矛盾对立命题为真:在肯定情况下为“必然不属于任何”,在否定情况下为“[必然]属于所有”;但两者都会导致某种不可能的结果。在肯定情况下:因为若根据假设,A必然不属于任何Γ,而B属于某些Γ(为了清晰起见,我们将再次把可能命题转换为实然命题),那么A就不属于所有B;但[根据前提]它本属于所有B,这是不可能的。这一不可能性是由于假设A必然不属于任何Γ而产生的;因此这是假的,而完全对立的“可能属于某些”为真,这正是所要证明的。在否定情况下也是同样:因为我说,所得出的是A可能不属于所有Γ。因为若这是假的,则完全对立的“必然属于所有”为真;因此,既然A必然属于所有Γ,而B属于某些Γ,那么A就属于某些B;但[根据前提]它本不属于任何B,这是不可能的;因此“A必然属于所有Γ”是假的,而“可能不属于所有”为真,这正是所要证明的。这些便是仅通过归谬法被证明的。至于那些小前提为否定的,则是通过归谬法和质换位[被证明];因为在小前提被质换位后,归谬证明就以这种方式进行,正如在先前的情况下那样。在这些地方还应当再次指出,他将命题称为“间隔”,因为正如我们所说,他希望将三段论中的事物比拟为几何学中的事物。因此,正如命题由于对应于线段而像线段一样被称为“间隔”,三段论也由于对应于图形——因为正如后者由线段构成,前者也由命题构成——而被称为“格”,这是完全合情理的。

§2.102

"Ἔσται δὲ συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς, καὶ ὅταν ἡ μὲν καθόλου πρὸς τὸ μεῖζον ἄκρον τεθεῖσα σημαίνῃ τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἡ δ’ ἐν μέρει στερητικὴ οὖσα τὸ ἐνδέχεσθαι λαμβάνῃ." Τὸ ‘δέ’ ἐνταῦθα ἀντὶ τοῦ ‘καί’ ληπτέον·3 ἔστι γὰρ συμπέρασμα τῶν εἰρημένων. εἰπὼν γὰρ ὅτι τῆς ἐλάττονος οὔσης ἐνδεχομένης ἀποφατικῆς γίνεται καὶ οὕτω συλλογισμός, αὐτὸ τοῦτο ὅτι δυνατόν ἐστι διὰ τούτων κατασκευάζει, διὰ τὸ ἀντιστρέφειν τὰς ἀποφατικὰς τοῦ ἐνδεχομένου πρὸς τὰς καταφατικάς. τῆς μὲν οὖν μερικῆς ἀποφατικῆς εἰς τὴν μερικὴν καταφατικὴν μεταληφθείσης εἰκότως γίνεται ὁ συλλογισμός.

“而当置于大项一边的全称前提表示属于或不属于,特称前提为否定而取可能时,通过质换位也会构成三段论。” 这里的“而”应当理解为“也”;因为这是对前文所述的总结。因为在说明了当小前提为可能否定时也同样构成三段论之后,他通过这些话论证了这本身是可能的,即通过将可能性的否定命题质换位为肯定命题。因此,当特称否定转换为特称肯定时,三段论理所当然地构成了。

语法注3 条
  1. 2.101Δεῖ προσθεῖναι τὸν ‘καί’ σύνδεσμον καὶ εἰπεῖν οὕτως· οἱ δὲ καὶ διὰ τῆς ἀντιστροφῆς

    这是注释家针对亚里士多德原文(引文中的“οἱ δὲ διὰ τῆς ἀντιστροφῆς”)提出的修正性说明,指出由于小前提为否定的组合在质换位之外还需要归谬法,因此应当补入表示递进/附加的连词 καί(“也”)。

  2. 2.101εἰκότως οὖν ὥσπερ αἱ προτάσεις ἀνάλογον ἔχουσαι ταῖς γραμμαῖς διαστήματα ἐκλήθησαν ὥσπερ καὶ αἱ γραμμαί, οὕτω καὶ οἱ συλλογισμοὶ ἀνάλογον ἔχοντες τοῖς σχήμασιν, διότι ὥσπερ ἐκεῖνα ἐκ γραμμῶν οὕτως καὶ οὗτοι ἐκ προτάσεων σύγκεινται, σχήματα ἐκλήθησαν.

    这是一个由 ὥσπερ... οὕτω... 构成的对应比较句。前文指出线段与命题的类比(正如线段被称为间隔,命题亦然),后文指出几何图形与三段论“格”的类比(正如前者由线段构成,后者由命题构成,故被称为“格/图形”)。后半句的主干为“οὕτω καὶ οἱ συλλογισμοὶ [...] σχήματα ἐκλήθησαν”。

  3. 2.102Τὸ ‘δέ’ ἐνταῦθα ἀντὶ τοῦ ‘καί’ ληπτέον

    注释家对引文开头的连词 δέ 作出的用法界定,指出此处它不表示转折,而应理解为表示补充或归结的 καί(“也”/“并且”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:189.9-190.20