← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§187.28-189.8

第一格特称组合的证明方法与完满可能三段论

斐洛波诺斯阐明了三段论何时通过前提自身证明以及何时通过换位证明及其原因(35a29),解释了包含全称可能大前提与特称实然肯定小前提的第一格特称组合为何构成完满三段论(35a30),并进而引出大前提为全称实然、小前提为特称可能的相反模态组合(35a35)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.98

" Πότε δὲ τούτων ἑκάτερος καὶ διὰ τίνα αἰτίαν, εἰρήκαμεν." Ὅτι δι’ ἑαυτῶν μὲν δείκνυνται,1 ὅτε ἔχουσι τὴν ἐλάττονα καταφατικὴν εἴτε ὑπάρχουσαν εἴτε ἐνδεχομένην, δι’ ἀντιστροφῆς δέ, ὅτε ἡ ἐλάττων ἐστὶν ἀποφατικὴ ἐνδεχομένη. δι’ ἣν δὲ αἰτίαν, ὅτι τῶν μὲν συλλογιστικῶν συζυγιῶν χαρακτηριστικὸν ἐν πρώτῳ σχήματι τὸ τὴν ἐλάττονα εἶναι καταφατικήν, καὶ ὅτι ἡ ἀποφατικὴ ἐνδεχομένη κατὰ τὸν τοῦ ἐνδεχομένου προσδιορισμὸν δύναται μεταληφθῆναι εἰς καταφατικήν.

“但这两种情形各自在何时出现,又由于何种原因,我们已经说明了。” [这是指:]当具有无论是实然还是可能的肯定小前提时,它们是通过自身得到证明的;而当小前提为可能否定时,则是通过质换位[得到证明的]。至于由于何种原因,是因为小前提为肯定是第一格中推论性组合的特征,且否定可能命题根据可能性的规定能够转换为肯定命题。

§2.99

"Ἐὰν δὲ τὸ μὲν καθόλου τὸ δ’ ἐν μέρει ληφθῇ τῶν διαστημάτων, ὅταν μὲν τὸ πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθῇ καὶ ἐνδεχόμενον, εἴτε ἀποφατικὸν εἴτε καταφατικόν, τὸ δ’ ἐν μέρει καταφατικὸν ὑπάρχον, ἔσται συλλογισμὸς τέλειος, καθάπερ καὶ καθόλου τῶν ὅρων ὄντων. ἀπόδειξις δὲ ἡ αὐτὴ ἥπερ καὶ πρότερον." Πληρώσας πάσας τὰς ἐξ ἀμφοτέρων καθόλου συζυγίας τὰς ἐχούσας τὴν μὲν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα ὑπάρχουσαν καὶ τὰς ἀνάπαλιν ἐχούσας καὶ δείξας, τίνες μέν εἰσιν ἐν αὐταῖς ἀσυλλόγιστοι τίνες δὲ συλλογιστικαί, νῦν τὰς ἐχούσας τὴν ἑτέραν μερικὴν ἐκτίθεται. πρώτας δὲ πάλιν ἐκτίθεται τὰς ἐχούσας τὴν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα ὑπάρχουσαν. καὶ λέγει ὅτι, ἐὰν ἡ ἐλάττων καταφατικὴ ᾖ, ἡ δὲ μείζων ἀποφατικὴ ἢ καταφατική, συλλογισμὸς γίνεται, ὥσπερ ἐγίνετο καὶ ἐπὶ τῶν τοιούτων καθόλου προτάσεων, τουτέστιν ἐνδεχόμενον ἔσται τὸ συμπέρασμα. δείκνυνται δὲ καὶ οὗτοι οἱ συλλογισμοὶ τῇ αὐτῇ δείξει διὰ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχειν ἐνδέχεται, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχει μόνον, καὶ τὸ Α ἄρα τινὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν· ἐπεὶ γὰρ τὸ Α ἐνδέχεται παντὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· τὶ δὲ τῶν Γ μέρος αὐτοῦ ἐστι· τὸ ἄρα Α τινὶ τῶν Γ ἐνδεχομένως ὑπάρχει. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῆς ἀποφατικῆς. ὅροι δὲ ὑπνοῦν, περιπατητικόν, ζῷον· τὸ ὑπνοῦν παντὶ περιπατητικῷ ἐνδέχεται ὑπάρχειν ἢ μὴ ὑπάρχειν, περιπατητικὸν τινὶ ζῴῳ ὑπάρχει, καὶ συνάγεται ‘τὸ ὑπνοῦν τινὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν 〈ἢ μὴ ὑπάρχειν〉’.

“但若各间隔之一取为全称,另一取为特称,当大项一边的间隔设定为全称且可能(无论是否定还是肯定),而特称间隔设定为实然肯定时,就会构成一个完满的三段论,正如各项为全称时那样。证明与先前相同。” 在穷尽了所有两个前提均为全称的组合(即大前提为可能而小前提为实然的组合,以及反向的组合),并指出了其中哪些是无推论性的、哪些是推论性的之后,他现在列出那些包含一个特称前提的组合。他又首先列出那些大前提为可能而小前提为实然的组合。他说,如果小前提是肯定的,而大前提是否定或肯定的,就会构成三段论,正如在具有此类全称前提的情况下所构成的那样,也就是说结论将是可能的。而且这些三段论也是凭借通过“适用于所有”和“不适用于任何”的同一证明得到表明的。因为如果A可能属于所有B,而B仅属于某些Γ,那么A也就可能属于某些Γ;因为既然A可能属于所有B,它就可能属于B的所有部分;而某些Γ是它的一部分;所以A可能属于某些Γ。否定情形也是同样。各项为睡眠、具有步行能力的、动物:睡眠可能属于或不属于所有具有步行能力的事物,具有步行能力的属于某些动物,于是得出“睡眠可能属于〈或不属于〉某些动物”。

§2.100

"Ὅταν δὲ καθόλου μὲν ᾖ τὸ πρὸς τὸ μεῖζον ἄκρον, ὑπάρχον δὲ καὶ μὴ ἐνδεχόμενον, θάτερον δ’ ἐν μέρει καὶ ἐνδεχόμενον καὶ τὰ ἑξῆς." Τὰς ἐνηλλαγμένως τοῖς τρόποις ἐχούσας2 συζυγίας διὰ τούτων ἐκτίθεται, λέγω δὴ τὰς ἐχούσας τὴν μείζονα ὑπάρχουσαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην, καὶ ὥσπερ ἐπὶ τῶν καθόλου συζυγιῶν τὰς οὕτως ἐχούσας ἔλεγε πάσας συλλογιστικὰς εἶναι, ὅπως ἂν εἶχον κατὰ τὸ ποιόν, οὕτως καὶ ἐπὶ τούτων φησί, καὶ ἁπλῶς εἰπεῖν, οἷα εἶχον συμπεράσματα αἱ καθόλου συζυγίαι, τὰ αὐτὰ ταῦτα ἕξουσι καὶ αἱ ὁμοίως ἐκείναις κατὰ τὸ ποιὸν ἔχουσαι μερικαί. ἀτελεῖς δέ εἰσι καὶ αὗται πᾶσαι αἱ συζυγίαι, ὥσπερ καὶ αἱ καθόλου αἱ ὁμοίως αὐταῖς ἔχουσαι, διότι οὐκ ἐκ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενὸς δείκνυνται, ἀλλὰ δέονται τῆς τοῦ ἀδυνάτου δείξεως πᾶσαι.

“而当大项一边的间隔是全称的,且是实然的而非可能的,另一间隔是特称且可能的,等等。” 他通过这些话列出了在模态上相反对应的组合,我指的是那些大前提为实然、小前提为可能的组合;正如在全称组合中,他说无论在质上如何,如此对应的所有组合都是推论性的,在这些特称组合中他同样这样说;简而言之,与那些全称组合在质上相似的特称组合,也将具有与全称组合完全相同的结论。而且所有这些组合也都是不完满的,正如与它们相似对应的全称组合那样,因为它们不是由“适用于所有”和“不适用于任何”来证明的,而是全都需要归谬证明。

语法注2 条
  1. 2.98Ὅτι δι’ ἑαυτῶν μὲν δείκνυνται

    ὅτι 引导一个内容从句,用以回答引文中所提出的疑问(Πότε... καὶ διὰ τίνα αἰτίαν)。支配该从句的主句动词(如“意思是说……”或“[答案是]……”)被省略,在句法上作为一个独立的名词性从句展开陈述。

  2. 2.100ἐνηλλαγμένως τοῖς τρόποις ἐχούσας

    与格 τοῖς τρόποις 作为关系与格(方面与格),修饰副词性结构 ἐνηλλαγμένως ... ἐχούσας,意为“在模态(方式)方面成互换/倒转关系的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:187.28-189.8