← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§186.3-187.27

实然否定小前提的无推论性与可能小前提规则

斐洛庞努斯注疏35a20–35a28,通过具体项举例证明当小前提为实然否定时组合为无推论性的,随后讨论了只要小前提为可能命题便总能构成三段论的规则,并阐明了“由前提本身”与“通过换质”之间的区别及模态转换的意涵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.95

" Ἐὰν δὲ μὴ ὑπάρχειν τεθῇ τὸ Β τῷ Γ καὶ μὴ ἐνδέχεσθαι μὴ ὑπάρχειν, οὐκ ἔσται συλλογισμὸς οὐδαμῶς, οὔτε στερητικῆς οὔσης οὔτε καταφατικῆς τῆς ΑΒ προτάσεως." Τὰς ἐχούσας τὴν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν θεὶς τὴν δὲ μείζονα ὑπάρχουσαν ἢ καταφατικὴν ἢ ἀποφατικήν, νῦν τίθησι τὰς ἐχούσας τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν τὴν δὲ μείζονα ἐνδεχομένην ἢ καταφατικὴν ἢ ἀποφατικήν, καὶ φησὶν ἀσυλλογίστους εἶναι ταύτας. εἴπομεν γὰρ καὶ κατ’ ἀρχὰς ὅτι ἐπὶ μὲν τῶν ἐχουσῶν ἐν τῇ μείζονι τὴν ἐνδεχομένην δεῖ καὶ τὸ ποσὸν τῆς μείζονος φυλάξαι καὶ τὸ ποιὸν τῆς ἐλάττονος, ἐπὶ δὲ τῶν ἐχουσῶν τὴν μείζονα ὑπάρχουσαν μόνον ἀρκεῖ φυλάξαι τὸ ποσὸν τῆς μείζονος, διότι ἡ μὲν ἐνδεχομένη ἀποφατικὴ μεταλαμβάνεται εἰς τὴν καταφατικὴν καὶ ποιεῖ συλλογιστικὴν τὴν συζυγίαν, ἡ δὲ ὑπάρχουσα ἀποφατικὴ οὐ μεταλαμβάνεται εἰς τὴν καταφατικήν. καὶ δείκνυσι ταύτας ἀσυλλογίστους τῷ καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ συνάγειν·1 ταύτῃ γὰρ ἐχαρακτηρίζοντο αἱ ἀσυλλόγιστοι. ληψόμεθα δὲ ἡμεῖς ὅρους μᾶλλον ἁρμόζοντας τοῖς προκειμένοις· ὡς γὰρ εἴπομεν, ἔστιν ὅτε ἀδεέστερον αὐτὸς κέχρηται τοῖς ὅροις. ἔστωσαν οὖν τοῦ μὲν τὸ παντὶ συνάγειν ὅροι λευκόν, περιπατητικόν, κύκνος· λευκὸν παντὶ ἢ μηδενὶ περιπατητικῷ ἐνδεχέσθω, περιπατητικὸν μηδενὶ κύκνῳ ὑπαρχέτω, καὶ συνάγεται λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης. τοῦ δὲ τὸ μηδενὶ συνάγεσθαι τὰ μὲν ἄλλα ὡσαύτως, ἀντὶ δὲ τοῦ κύκνου ἔστω κόραξ· λευκὸν παντὶ ἢ μηδενὶ περιπατητικῷ ἐνδεχέσθω, περιπατητικὸν μηδενὶ κόρακι ὑπαρχέτω, καὶ συνάγεται λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης.

“但如果设定B不属于Γ,而不是可能不属于,那么无论前提AB是否定还是肯定,都决不会构成三段论。” 在设定了小前提为否定可能命题而大前提为实然命题(或肯定或否定)的诸组合之后,他现在设定那些小前提为实然否定而大前提为可能命题(或肯定或否定)的组合,并说这些组合是无推论性的。因为我们最初也说过,在那些大前提为可能的组合中,必须同时保持大前提的量和小前提的质,而在那些大前提为实然的组合中,仅保持大前提的量就足够了,这是因为否定的可能命题可以转换为肯定命题并使该组合成为推论性的,而实然否定命题则不能转换为肯定命题。并且他通过既得出“属于所有”又得出“不属于任何”,表明这些组合是无推论性的;因为无推论性的组合正是以此为特征的。而我们将选取更适合当前论题的各项;因为正如我们所说,有时他自己使用各项过于轻率。那么,用以得出“属于所有”的各项设为白色、具有步行能力的、天鹅:设白色可能属于所有或不属于任何具有步行能力的事物,具有步行能力的不属于任何天鹅;于是得出白色必然属于所有天鹅。而用以得出“不属于任何”的各项,其余保持相同,以乌鸦代替天鹅:设白色可能属于所有或不属于任何具有步行能力的事物,具有步行能力的不属于任何乌鸦;于是得出白色必然不属于任何乌鸦。

§2.96

"Φανερὸν οὖν ὅτι καθόλου τῶν ὅρων ὄντων καὶ τῆς μὲν ὑπάρχειν τῆς δὲ ἐνδέχεσθαι λαμβανομένης τῶν προτάσεων, ὅταν ἡ πρὸς τὸ ἔλαττον ἄκρον ἐνδέχεσθαι λαμβάνηται πρότασις, ἀεὶ γίνεται συλλογισμός." Εἰκότως· εἴτε 〈γὰρ〉 καταφατικὴ ἡ ἐλάττων ἦν, ὅπως ἂν εἶχεν ἡ μείζων,2 αὐτόθεν καὶ δι’ αὐτῶν τῶν προτάσεων ἐγίνετο ὁ συλλογισμός, εἴτε ἀποφατικὴ ἦν, πάλιν τῆς μείζονος ἀδιαφορούσης κατὰ τὸ ποιόν, μεταλαμβανομένης τῆς ἐλάττονος πάλιν ἐγίνετο ὁ συλλογισμός.

“因此显然,当各项是全称的,且前提之一取为实然,另一取为可能时,只要小项一边的前提取为可能,就总是会构成三段论。” 这是合理的;因为如果小前提是肯定的,无论大前提如何,三段论都直接且通过前提本身得以形成;如果小前提是否定的,大前提在质上同样无关紧要,通过小前提的转换,三段论又再次得以形成。

§2.97

"Πλὴν ὁτὲ μὲν ἐξ αὐτῶν ὁτὲ δὲ ἀντιστραφείσης τῆς προτάσεως." Τὸ ἐξ αὐτῶν οὐ τοῦτό φησιν, ὅτι τῇ δι’ εὐθείας δείξει (πάντες γὰρ ἐδείχθησαν τῇ μεταλήψει τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ), ἀλλ’ ὅτι φυλάξαντες τὸ ἴδιον ποιόν·3 οἷοι ἦσαν οἱ ἔχοντες τὴν ἐλάττονα καταφατικήν. οἱ δὲ ἄλλοι οὐ δι’ ἑαυτῶν ἐδείχθησαν, ἀλλὰ μετελήφθησαν ἐξ ἀποφατικῆς εἰς καταφατικήν. τί οὖν; φήσειεν ἄν τις, οὐχὶ καὶ ἐπ’ ἐκείνων πάντων μετελαμβάνομεν τὸν ἐνδεχόμενον τρόπον εἰς τὸν ὑπάρχοντα, ὥσπερ καὶ ἐπὶ τούτων τὴν ἀπόφασιν εἰς τὴν κατάφασιν, ὥστε οὐδὲ ἐκεῖνοι δι’ ἑαυτῶν ἐδείχθησαν; τί οὖν φαμεν; ὅτι ὥσπερ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ ἀνήγοντο εἰς τὸ πρῶτον σχῆμα, οὐχ ὡς οὐκ ἔχοντες ἀφ’ ἑαυτῶν τὸ ἀναγκαῖον (οὐδὲν γὰρ ἧττον, καὶ εἰ μὴ ἀνήχθησαν εἰς τὸ πρῶτον σχῆμα, εἶχον ἐξ ἀνάγκης τὸ συμπέρασμα ἑπόμενον), ἀλλὰ διὰ τοῦτο καὶ μόνον ἀνήγοντο ὥστε σαφεστέραν ἡμῖν τὴν δεῖξιν διὰ τῶν γνωριμωτέρων γενέσθαι, οὕτω φημὶ4 καὶ ἐπὶ τῆς μεταλήψεως τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον ὅτι, κἂν μὴ μετελήφθησαν αἱ προτάσεις, οὐδὲν ἧττον τὸ συμπέρασμα εἶχον ἑπόμενον. ἀλλ’ ἐπειδὴ ἄδηλος τέως ἡμῖν ἡ μῖξις τοῦ ἀναγκαίου καὶ ἐνδεχομένου, διὰ τοῦτο γνωριμωτέραν ποιῶν τὴν διδασκαλίαν μετέλαβε τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν. ἐν μέντοι ταῖς ἐχούσαις τὴν ἐλάττονα ἀποφατικὴν οὐχ ἁπλῶς διὰ τὴν σαφήνειαν τῆς διδασκαλίας ἡ μετάληψις γίνεται, ἀλλ’ ὅτι φυλαττομένης τῆς ἀποφατικῆς καὶ ὅσον ἐπ’ αὐτῇ ἀσυλλόγιστός ἐστιν ἡ συζυγία. ἐπειδὴ δὲ οὐκ ἀδύνατόν ἐστι μεταλαμβάνειν αὐτὴν εἰς τὴν καταφατικήν, μεταλαμβανομένη ποιεῖ τὴν συζυγίαν συλλογιστικήν.

“只不过有时由前提本身产生,有时则在前提换质后产生。” “由前提本身”并不是说通过直接证明(因为所有的都是通过将可能命题转换为实然命题以及通过归谬法来证明的),而是说它们保持了自身固有的质,正如那些小前提为肯定命题的三段论那样。而其余的三段论并不是通过自身得到证明的,而是由否定转换为肯定。那么怎样呢,有人也许会说:难道在所有那些情况中,我们不也正如在这些情况中把否定转换为肯定一样,把可能的模态转换为了实然的模态吗,以至于那些三段论也并非通过自身得到证明?那么我们该说什么呢?正如第二格和第三格中的三段论被归约到第一格,并不是因为它们本身不具有必然性(因为即便它们不被归约到第一格,也同样会必然得出随之而来的结论),而仅仅是为了这一原因被归约,以使证明通过更已知的事物对我们变得更加清晰;我说,在将可能命题转换为实然命题的情况中也是同样,即便前提没有被转换,结论也同样会随之产生。但是,由于必然与可能的结合对我们来说暂时还不清楚,为了使讲解更易于理解,他正因如此才把可能前提转换为了实然前提。然而,在小前提为否定的那些组合中,转换的发生并不单单是为了讲解的清晰,而是因为只要保留否定命题,就其自身而言,该组合就是无推论性的。但既然将其转换为肯定命题并非不可能,它在转换之后就使该组合成为了推论性的。

语法注4 条
  1. 2.95τῷ καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ συνάγειν

    带冠词不定式 τῷ συνάγειν 为表示手段或原因的与格,与后文 ταύτῃ γὰρ ἐχαρακτηρίζοντο αἱ ἀσυλλόγιστοι(“因为无推论性的组合正是以此为特征的”)相呼应,表明是通过能同时得出全称肯定和全称否定来证明其无推论性的。

  2. 2.96ὅπως ἂν εἶχεν ἡ μείζων

    从句 ὅπως ἂν εἶχεν 为让步状语从句,意为“无论大前提如何(无论肯定还是否定)”,在逻辑上与后文的分词短语 τῆς μείζονος ἀδιαφορούσης κατὰ τὸ ποιόν(“大前提在质上同样无关紧要”)平行。

  3. 2.97ἀλλ’ ὅτι φυλάξαντες τὸ ἴδιον ποιόν

    在 οὐ τοῦτό φησιν ὅτι... ἀλλ’ ὅτι... 的并列结构中,后半句承接前半句所省略的主要动词(ἐδείχθησαν),意为“[它们在]保持了自身固有的质[的情况下得到证明]”。阳性复数分词 φυλάξαντες 在语法上受前文 συλλογισμοί 的牵引(或以进行推论的人为逻辑主语)。

  4. 2.97ὥσπερ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ ἀνήγοντο εἰς τὸ πρῶτον σχῆμα, οὐχ ὡς οὐκ ἔχοντες ἀφ’ ἑαυτῶν τὸ ἀναγκαῖον... ἀλλὰ διὰ τοῦτο καὶ μόνον... οὕτω φημὶ

    这是一个宏大的比较句式,其骨架为 ὥσπερ... ἀνήγοντο... οὐχ ὡς... ἀλλὰ διὰ τοῦτο... οὕτω φημὶ καὶ ἐπὶ τῆς μεταλήψεως...。它表达了一个类比:正如第二、三格向第一格的归约并非因为自身缺乏必然性,而是为了“通过更已知者使其明确”,将可能命题转换为实然命题同样出于教学讲解上的清晰性考虑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:186.3-187.27