- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:184.16-186.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《前分析篇》34b37–35a18。斐洛庞努斯考察了亚里士多德所举的词项,提出了更恰当的例子(如“步行”与“动物”),以说明结论为何既非必然亦非严格意义上的可能,并阐释了当小前提为否定可能命题时通过换质构成的次完全三段论,以及“这本身是真的”的具体含义。
" Ἀλλ’ οὐδ’ ἀναγκαῖον ἀεί· ἔστω γὰρ τὸ μὲν Α κινούμενον, τὸ δὲ Β ἐπιστήμη, τὸ δὲ ἐφ’ ᾧ Γ ἄνθρωπος." Δείξας διὰ τῶν προλαβόντων ὅρων ὅτι οὐκ ἔστιν ἐνδεχόμενον τὸ συμπέρασμα, διὰ τούτων δείκνυσιν ὅτι οὐδὲ ἀναγκαῖον ἀεὶ συνάγεται. ἔστω γὰρ κινούμενον μὲν μηδεμιᾷ ἐπιστήμῃ ὑπάρχειν, ἐπιστήμη δὲ ἐνδέχεται παντὶ ἀνθρώπῳ ὑπάρχειν, καὶ συνάγεται κινούμενον μηδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχειν. δῆλον δὲ ὅτι τὴν ἐπιστήμην ἐνταῦθα ἀντὶ τοῦ ἐπιστήμονος λαμβάνει, ἐπεὶ ἀναγκαία καὶ οὐχ ὑπάρχουσα ἔσται ἡ ἀπόφασις.1 ὥστε, φησίν, εἰ μήτε ἐνδεχόμενον ἀεί ἐστι τὸ συμπέρασμα μήτε ἀεὶ ἀναγκαῖον, εἰκότως εἴρηται ὅτι τοῦ οὐδενὶ ἐξ ἀνάγκης ἐστίν, ὡς δέδεικται πρότερον. συναισθόμενος δὲ καὶ αὐτὸς ὅτι οὐκ ἔλαβε καλῶς τοὺς ὅρους, φησὶν ὅτι ληπτέον δὲ βέλτιον τοὺς ὅρους. λάβοιμεν δὲ ἂν αὐτοὺς βέλτιον οὕτως· βαδίζον, ἀλλοιούμενον, ζῷον. λέγω οὖν οὕτως· βαδίζον μηδενὶ ἀλλοιουμένῳ ὑπαρχέτω, ἀλλοιούμενον ἐνδέχεται παντὶ ζῴῳ ὑπάρχειν, καὶ συνάγεται βαδίζον οὐδενὶ ζῴῳ ἐξ ἀνάγκης ὑπάρχειν. οὐ γὰρ ἀληθὲς τὸ μηδενὶ ζῴῳ λέγειν τὸ βαδίζον ἐνδέχεσθαι, ἐπειδὴ ἐφ’ ὧν τὸ ‘μηδενί’ ἀληθεύει, ἐπὶ τούτων καὶ τὸ ‘παντὶ ἐνδέχεται’· οὐ πάντα δὲ τὰ ζῷα βαδίζει· οὐδὲ γὰρ τὰ ἑρπετά· ὥστε διὰ τοῦτο οὐκ ἀληθὲς ἐπὶ τούτων τὸ εἰπεῖν μηδενὶ ἐνδέχεσθαι. μόνως ἄρα ἀληθὲς τὸ οὐδενὶ ἐξ ἀνάγκης ζῴῳ τὸ βαδίζειν λέγειν ὑπάρχειν· ἀληθὲς γὰρ καὶ ἐπὶ τῶν ἑρπόντων εἰπεῖν ὅτι οὐδενὶ αὐτῶν ἐξ ἀνάγκης τὸ βαδίζειν ὑπάρχει, ὥσπερ ἤδη καὶ πρὸ τούτου εἴπομεν.
“但也并非总是必然的;因为设A为运动着的,B为知识,以Γ代表的为人类。” 在通过先前的各项表明结论并非是可能的之后,他通过这些项表明,得出的结论也并非总是必然的。因为设运动着的不属于任何知识,而知识可能属于所有人类;于是得出运动着的必然不属于任何人类。然而显然的是,他在此处用“知识”代替了“有知识的人”,否则否定命题就会是必然的,而不是实然的。因此,他说,如果结论既非总是可能的,亦非总是必然的,那么合理地说它是属于必然不属于任何事物的,正如先前所表明的那样。而他自己也意识到自己并未妥当地选取各项,于是说应当更好地选取各项。而我们可以如下这样更好地选取它们:步行着的、发生质变的、动物。因此我这样说:设步行着的不属于任何发生质变的,发生质变可能属于所有动物;于是得出步行着的必然不属于任何动物。因为说步行对任何动物都不可能并不是真的,因为对于那些“对任何事物都不”为真的事物,对于它们“对所有事物都可能”也为真;但并非所有动物都会步行(因为爬行动物也不会);因此正因如此,对于它们而言说对任何事物都不可能并不是真的。所以,唯独说步行必然不属于任何动物才是真的;因为即使就爬行之物而言,说步行必然不属于它们中的任何一个也是真的,正如我们在此之前已经说过的。
"Ἐὰν δὲ τὸ στερητικὸν τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον ἐνδέχεσθαι σημαῖνον, ἐξ αὐτῶν μὲν τῶν εἰλημμένων προτάσεων οὐδεὶς ἔσται συλλογισμός, ἀντιστραφείσης δὲ τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως2 ἔσται, καθάπερ ἐν τοῖς πρότερον." Ἐκθέμενος πάσας τὰς συζυγίας τῶν καθόλου συλλογισμῶν τὰς τὴν ἐλάττονα πρότασιν ἐχούσας καταφατικὴν τὴν δὲ μείζονα ἢ καταφατικὴν ἢ ἀποφατικὴν ἐπί τε τῶν ἐχουσῶν συζυγιῶν τὴν μείζονα ἐνδεχομένην ἐπί τε τῶν τὴν ἐλάττονα, νῦν τὰς ἐχούσας τὴν ἐλάττονα ἀποφατικὴν τίθησιν. ἐὰν οὖν, φησίν, ἡ ἐλάττων ᾖ ἐνδεχομένη ἀποφατική, γίνεται μὲν συλλογισμός, πλὴν ἀτελής· οὐ γὰρ διὰ τῶν ἐξ ἀρχῆς ἡμῖν εἰλημμένων, λέγω δὴ ἀποφατικῆς μενούσης τῆς ἐλάττονος, ἀλλὰ μεταλαμβανομένης αὐτῆς εἰς ἐνδεχομένην καταφατικήν. εἰ μὲν οὖν ἡ μείζων καταφατικὴ ἡ ὑπάρχουσα, δῆλον ὅτι ἀντιστραφείσης τῆς ἐλάττονος γενήσεται συμπέρασμα τοιοῦτον οἷον ἐγίνετο καὶ ἐκ τῶν δύο καταφατικῶν. εἰ δὲ ἀποφατικὴ καὶ ἡ μείζων ᾖ, πάλιν ἀντιστραφείσης τῆς ἐλάττονος εἰς τὴν καταφατικὴν τὸ συμπέρασμα ἕξουσιν οἷον καὶ ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καταφατικῆς ἐνδεχομένης, λέγω δὴ τοῦ οὐδενὶ ἐξ ἀνάγκης, καὶ ἁπλῶς ὅσα εἴρηται ἐπὶ ἐκείνων, ταῦτα καὶ ἐπὶ τούτων λεχθήσεται.
“但如果否定项置于小项一边,表示它是可能的,那么仅凭所取的诸前提本身并不会构成三段论,但若按照可能性成立的前提发生换质,就会构成三段论,正如在先前诸情况中那样。” 在列出具有肯定小前提、大前提为肯定或否定的所有全称三段论组合之后——无论在大前提为可能的组合中,还是在小前提为可能的组合中——他现在设立具有否定小前提的诸组合。因此,他说,如果小前提是否定的可能命题,三段论固然可以形成,但却是不完全的;因为这并非通过我们最初所取的前提——我的意思是,并非在小前提保持为否定的情况下——而是通过它被转换为肯定的可能命题而成立的。因此,如果大前提是实然肯定的,显然当小前提换质后,得出的结论将如同由两个肯定前提所得出的结论一样。而如果大前提也是否定的,那么再次在小前提转换为肯定命题时,它们所得到的结论就如同大前提为实然否定而小前提为可能肯定时那样,我的意思是必然不属于任何事物的结论;并且简而言之,凡在那些情况中说过的话,在这些情况中也将同样适用。
"Ἐὰν δὲ ληφθῇ τὸ Β παντὶ τῷ Γ ἐνδέχεσθαι, ὅπερ ἐστὶν ἀληθές.3" Τὸ ὅπερ ἐστὶν ἀληθὲς οὐ τοῦτό φησιν, ὅτι ἀληθές ἐστι τὸ τὴν ἀποφατικὴν ἐνδεχομένην ποιῆσαι καταφατικήν (τοῦτο γὰρ ψεῦδές ἐστιν), ἀλλὰ τοῦτό φησιν, ὅτι ἀληθές ἐστι τὸ δύνασθαι τὴν ἀποφατικὴν εἰς καταφατικὴν μεταληφθῆναι.
“但如果设定B对所有Γ都可能,这本身是真的。” “这本身是真的”并不是说,把否定的可能命题变成肯定是真(因为这是假的),而是说,否定命题能够被转换为肯定命题,这一点是真的。
- 2.92ἐπεὶ ἀναγκαία καὶ οὐχ ὑπάρχουσα ἔσται ἡ ἀπόφασις
连词 ἐπεί 在此引出带有反事实蕴涵的论证理由(“否则……”)。它解释了为何必须将抽象名词 ἐπιστήμη 解释为具体名词 ἐπιστήμων,因为若依字面理解为“知识”,则该否定命题将成为必然命题(ἀναγκαία)而非三段论构造所要求的实然命题(ὑπάρχουσα)。
- 2.93ἀντιστραφείσης δὲ τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως
属格独立结构 ἀντιστραφείσης... 在此语境中并非指通常的主谓项“换位”,而是指可能命题所特有的从否定到肯定的质的转换(换质)。斐洛庞努斯在下文中将其释义为 μεταλαμβανομένης αὐτῆς εἰς ἐνδεχομένην καταφατικήν,在句法和术语上明确了这一含义。
- 2.94ὅπερ ἐστὶν ἀληθές
关系代词 ὅπερ 的句法先行词判定。斐洛庞努斯澄清其指涉并非所得出的肯定命题的事实内容本身(“B对所有Γ都可能为真”,他斥之为假),而是指将否定的可能前提转换为肯定前提这一操作的逻辑有效性与能力(τὸ δύνασθαι... μεταληφθῆναι)。
