- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:182.27-184.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德通过归谬法推导出的结论并非按定义而言的可能、而是“必然不属于任何事物”,并借由具体词项检验结论不能是可能命题的论述。
" Μὴ γὰρ ἐνδεχέσθω." Εἰπὼν τὸ ἐνδέχεσθαι μηδενὶ συνάγεσθαι πιστοῦται τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ εἰρημένον, καὶ τίθησι τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ μὴ ἐνδέχεσθαι μηδενί, ἐπειδὴ ἐπὶ παντὸς πράγματος ἢ τὴν κατάφασιν ἀνάγκη ἀληθεύειν ἢ τὴν ἀπόφασιν. μεταλαμβάνει δὲ καὶ τὴν ἐλάττονα πρότασιν εἰς ὑπάρχουσαν. ἀνάγκη δὴ τὸ Α τινὶ τῷ Β ὑπάρχειν· ἀλλ’ ὑπέκειτο καὶ οὐδενί, ὅπερ ἄτοπον. ψευδὴς ἄρα ἡ ὑπόθεσις ἡ ‘οὐκ ἐνδέχεται οὐδενί’· οὐκοῦν ἀληθὴς ἡ ἀντικειμένη ἡ ‘ἐνδέχεται μηδενί’, ὅπερ ἔδει δεῖξαι.
“因为假定它并非可能。” 他在指出得出可能不〔属于〕任何事物之后,通过归谬法来证实所说的话,并设立矛盾对立的命题,即并非可能不〔属于〕任何事物,因为就任何事物而言,必然或者肯定为真,或者否定为真。他也将小前提转换为实然前提。因此,必然A属于某些B;但此前亦假定它不属于任何B,这是荒谬的。所以,“并非可能不〔属于〕任何事物”这一假设是假的;因此,相对立的“可能不〔属于〕任何事物”为真,这正是所要证明的。
"Οὗτος οὖν ὁ συλλογισμὸς οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου." Τὸ συμπέρασμα, φησί, τὸ συναχθὲν οὐκ ἔστι τοιούτου ἐνδεχομένου οἵουπερ ἡμεῖς ἐξ ἀρχῆς διωρισάμεθα· τοῦτο δὲ ἦν ὃ ἀντιστρέφουσαν εἶχε τὴν ‘μηδενί’ πρὸς τὴν παντί. τοῦτο δὲ τὸ συμπέρασμα οὐκ ἔστι τοιοῦτον. ὅτι γὰρ οὐ δύναται ἀντιστρέφειν πρὸς τὴν ‘παντί’, ἐδείξαμεν ἤδη θέντες τὸ ἀντικείμενον τῷ ‘ἐνδέχεται παντί’, λέγω δὴ τὸ ‘ἀνάγκη μὴ παντί’, καὶ μηδὲν εὑρηκότες αὐτῷ ἄτοπον ἀκολουθοῦν, ἵνα οὕτω κατασκευάσωμεν τὸ ἀντικείμενον·1 ὥστε οὐ δύναται συμπεραίνεσθαι τὸ ἀντικείμενον τῷ ‘ἀνάγκη μὴ παντί’. εἰ δὲ μὴ συμπεραίνεται, οὐκ ἄρα ἰσοδυναμεῖ ἐνταῦθα τὸ συναχθὲν συμπέρασμα, λέγω δὴ τὸ ‘ἐνδέχεται μηδενί’, τῷ ἐνδέχεσθαι παντί. τὸ δὲ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἰσοδυναμούσας ταύτας εἶχε τὰς προτάσεις· οὐκ ἄρα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τοῦτο τὸ συμπέρασμα.
“因此,这个三段论并不是关于按定义而言的可能的。” 他说,所推导出的结论并不属于我们从一开始所定义的那种可能;而那种可能正是具有“对任何事物都不”与“对所有事物都”相互换位的可能。但这个结论并不是那样的。因为,关于它不能与“对所有事物都”换位,我们此前已经通过设立“可能属于所有事物”的对立命题,即“必然并非属于所有事物”,本欲以此证明其对立面,却发现由它并未引出任何荒谬结果,而表明了这一点;因此,“必然并非属于所有事物”的对立面无法得出结论。而如果它无法得出结论,那么在此推导出的结论,即“可能不〔属于〕任何事物”,就并不等同于对所有事物都可能。然而按定义而言的可能具有等价的这些命题;所以这个结论不是关于按定义而言的可能的。
"Ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης· αὕτη γάρ ἐστιν ἡ ἀντίφασις τῆς γενομένης ὑποθέσεως· ὑπετέθη γὰρ τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχειν· ὁ δὲ διὰ τοῦ ἀδυνάτου συλλογισμὸς τῆς ἀντικειμένης ἐστὶν ἀντιφάσεως." Εἰπὼν ὅτι οὐκ ἔστι τὸ συμπέρασμα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, προστίθησι διὰ τούτων ποίου ἐστίν, ὅτι τοῦ οὐδενὶ ἐξ ἀνάγκης. τίς δὲ ἡ διαφορὰ τούτου πρὸς τὸ ἐνδέχεσθαι μηδενί, εἴπομεν. καὶ ὅτι τοῦτο ἐστι, φησί, τὸ συναγόμενον, δῆλον. τῇ γὰρ εἰς ἀδύνατον ἀπαγωγῇ βουλόμενοι κατασκευάσαι τὸ ‘ἐνδέχεται μηδενί’ καὶ λαβόντες τὸ ἀντικείμενον αὐτῷ τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί’, εἰς ὃ μετελάβομεν διὰ τὸ σαφές, ὑποθέμενοι οὖν τὸ ‘ἀνάγκη τινί’ εὕρομεν ἀδύνατόν τι ἀκολουθοῦν. οὐκοῦν πᾶσα ἀνάγκη τὸ ἀντικείμενον τούτῳ ἀληθὲς εἶναι τὸ ‘οὐκ ἀνάγκη τινί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘οὐδενὶ ἐξ ἀνάγκης’· ἀνάγκη γάρ, φησί, πᾶσα, ὅταν συλλογισμὸν διὰ τοῦ ἀδυνάτου δείκνυμεν, τὴν ἀντικειμένην φάσιν, τουτέστι πρότασιν, τῇ ὑποθέσει ᾗ ἀδύνατον ἠκολούθησέ τι, ταύτην εἶναι ἀληθῆ.2
“而是关于必然不属于任何事物的;因为这就是所作假设的矛盾对立面;因为此前假设了A必然属于某些C;而通过不可能的归谬三段论是属于相对立的矛盾面的。” 在指出结论不是关于按定义而言的可能之后,他通过这些话补充了它是关于何种情况的,即是关于必然不属于任何事物的。而这与可能不〔属于〕任何事物之间的区别是什么,我们已经讲过。并且他说,显然这就是所推导出的结论。因为,想要通过归谬法证明“可能不〔属于〕任何事物”,并取其对立面“并非可能不〔属于〕任何事物”,这与为了清晰起见我们转换成的“必然属于某些事物”是相同的,于是假设了“必然属于某些事物”,我们发现引出了荒谬的结果。因此,完全必然的是,与此相对立的“并非必然属于某些事物”为真,这与“必然不属于任何事物”是同一回事。因为他说,每当我们通过不可能证明三段论时,与引出荒谬结果的假设相对立的陈述,即前提,完全必然是这个命题为真。
"Ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερὸν ὅτι οὐκ ἔσται τὸ συμπέρασμα ἐνδεχόμενον." Ὅρους ἐκτίθεται, δι’ ὧν δείκνυσι τέως μὲν ὅτι οὐ συνάγεται τὸ ‘ἐνδέχεται μηδενί’, κόρακα, διανοούμενον, ἄνθρωπον· μείζων κόραξ, ἐλάττων ἄνθρωπος. κόραξ μὲν γάρ, φησίν, οὐδενὶ διανοουμένῳ ὑπάρχει, διανοούμενον δὲ ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ συνάγεται κόραξ οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· ὥστε τέως ἔχομεν διὰ τούτων ὅτι οὐ συνάγεται τὸ ἐνδεχόμενον. διὰ δὲ τῶν ἑξῆς ὅρων δείκνυσιν ὅτι οὐδὲ ἀναγκαῖόν ἐστιν ἀεὶ τὸ συμπέρασμα, πλὴν ὅτι οὔτε 〈ἐκεῖ οὔτε〉 ἐνταῦθα καλῶς ἔλαβε τοὺς ὅρους· ἀναγκαίαν γὰρ ἔλαβε τὴν μείζονα πρότασιν, οὐχ ὑπάρχουσαν κυρίως· κόραξ γὰρ οὐδενὶ διανοουμένῳ οὐχ ὑπάρχει μόνον ἀλλ’ ἐξ ἀνάγκης οὐχ ὑπάρχει.
“此外,从各项中也显明结论不会是可能的。” 他列出了各项,通过这些项暂时表明并未推导出“可能不〔属于〕任何事物”:渡鸦、有思维者、人;大项是渡鸦,小项是人。因为他说,渡鸦不属于任何有思维者,而有思维可能属于所有人,于是推导出渡鸦必然不属于任何人;因此通过这些,我们暂时确立了并未推导出可能性的结论。而通过接下来的各项,他表明结论也并非总是必然的,除了无论在那里还是在这里,他都没有妥当地选取诸项;因为他将大前提取成了必然的,而不是严格意义上的实然的;因为渡鸦不仅是不属于任何有思维者,而且是必然不属于任何有思维者。
- 2.89ἵνα οὕτω κατασκευάσωμεν τὸ ἀντικείμενον
目的从句 ἵνα ... κατασκευάσωμεν 表达的是与主谓语 ἐδείξαμεν 以及分词 θέντες 相关联的意图(“我们通过设立……以期确立对立面,却发现……从而表明了这一点”),而非单纯依附于紧邻的前置分词 εὑρηκότες。
- 2.90ἀνάγκη γάρ, φησί, πᾶσα, ὅταν συλλογισμὸν διὰ τοῦ ἀδυνάτου δείκνυμεν, τὴν ἀντικειμένην φάσιν, τουτέστι πρότασιν, τῇ ὑποθέσει ᾗ ἀδύνατον ἠκολούθησέ τι, ταύτην εἶναι ἀληθῆ.
这是由无人称短语 ἀνάγκη [ἐστί] πᾶσα 所支配的“宾格加不定式”结构。不定式的宾格主语 τὴν ἀντικειμένην φάσιν 与不定式短语 εἶναι ἀληθῆ 之间被同位语 τουτέστι πρότασιν 及带关系从句的与格短语 τῇ ὑποθέσει ᾗ ἀδύνατον ἠκολούθησέ τι 隔开,因此通过指示代词宾格 ταύτην 对主语进行了复指。
