- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:181.12-182.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了包含两个肯定前提的第一格三段论的归谬法证明,并从自相一致的角度解释了为何亚里士多德在肯定组合中没有像在否定组合中那样指出推导出的只是“或然的一半”。
εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται παντί’, ὅπερ ἰσοδυναμεῖ τῷ ‘ἀνάγκη μὴ παντί’. εἰ τοίνυν τὸ μὲν Α τῷ Γ ἀνάγκη μὴ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντὶ μεταληφθείσης τῆς ἐνδεχομένης,1 τὸ ἄρα Α τῷ Β ὑπάρχει οὐ παντί· ἦν δὲ καὶ παντί· τὸ αὐτὸ καὶ παντὶ καὶ οὐ παντί, ὅπερ ἀδύνατον· ψεῦδος ἄρα τὸ ‘οὐκ ἐνδέχεται παντί’, ἀληθὲς δὲ τὸ ‘ἐνδέχεται παντί’, ὅπερ ἔδει δεῖξαι. ἔστιν οὖν καὶ ἐνταῦθα ὁμοίως δεῖξαι ὅτι τὸ ‘ἐνδέχεται παντί’ οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἀλλ’ ἥμισυ τούτου. εἰ γὰρ μάχεται τῇ ‘ἐνδέχεται παντί’ ὡς καταφάσει ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται παντί’, μάχονται δὲ αὐτῇ καὶ αἱ δύο τοῦ ἀναγκαίου μερικαὶ προτάσεις, ἡ μὲν ‘ἀνάγκη μὴ παντί’ δι’ ἑαυτὴν ὡς κατὰ πάντα ἀντικειμένη, μάχεται δὲ αὐτῇ καὶ ἡ ‘ἀνάγκη τινί’ διὰ τὴν ‘ἐνδέχεται μηδενί’ ὡς ἰσοδυναμοῦσαν αὐτῇ, περιέξει ἄρα ἡ ‘οὐκ ἐνδέχεται παντί’ τὰς δύο τοῦ ἀναγκαίου μερικάς. εἰ γὰρ αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου μάχονται τῇ ‘ἐνδέχεται παντί’, μάχεται δὲ αὐτῇ καὶ ἡ ‘οὐκ ἐνδέχεται παντί’, περιέξει ἄρα αὕτη τὰς δύο. πάλιν τῶν δύο τούτων λαμβανομένων ἐν τῷ συλλογισμῷ, τῇ μὲν ‘ἀνάγκη μὴ παντί’ ὑποτεθείσῃ εὑρήκαμεν ἀδύνατόν τι ἀκολουθοῦν, ὥστε τὸ ἀντικείμενον αὐτῇ εἶναι τὸ συναγόμενον· τῇ δὲ ‘ἀνάγκη τινί’ ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, ὥστε οὐ συνάγεται τὸ ἀντικείμενον αὐτῇ. ὅτι γὰρ οὐδὲν ἀδύνατον αὐτῇ ὑποτεθείσῃ ἀκολουθεῖ, δῆλον· εἰ γὰρ τὸ Α ἀνάγκη τινὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ παντί, καὶ οὐδὲν ἀδύνατον τὸ αὐτὸ καὶ παντὶ καὶ τινί. μόνως ἄρα συνάγεται τὸ ἀντικείμενον τῷ ‘ἀνάγκη μὴ παντί’. τὸ δὲ ‘ἀνάγκη μὴ παντί’ ἥμισυ ἦν τοῦ ‘οὐκ ἐνδέχεται παντί’· τὸ ἄρα ἀντικείμενον τῷ ἡμίσει τοῦ ‘οὐκ ἐνδέχεται παντί’ ἐστι τὸ συναγόμενον. ὥστε καὶ ἐν ταύτῃ τῇ συζυγίᾳ τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγεται. πῶς οὖν οὐκ εἶπε τοῦτο ὁ Ἀριστοτέλης ἐπὶ ταύτης τῆς συζυγίας ἀλλ’ ἐπὶ τῆς στερητικῆς μόνης; τί οὖν πρὸς τοῦτο ἐροῦμεν; ὅτι ἀκόλουθα πεποίηκεν ἑαυτῷ. ἐπειδὴ γάρ, ὡς εἴπομεν, τὴν μὲν ἀποφατικὴν ἐνδεχομένην μεταλαμβάνει εἰς τὴν καταφατικήν, τὴν δὲ καταφατικὴν οὐκέτι εἰς τὴν ἀποφατικήν,2 διὰ τοῦτο ἐπὶ μόνης τῆς στερητικῆς, ἐπειδὴ τὸ συμπέρασμα ἀποφατικὸν ἦν ἐνδεχόμενον κατὰ τὰς ἐνταῦθα παραλαμβανομένας προτάσεις, λέγω δὲ ‘τὸ ἐνδέχεται μηδενί’, [καὶ διὰ τοῦτο] εὑρίσκομεν αὐτῷ μαχομένας τὰς δύο τοῦ ἀναγκαίου μερικὰς προτάσεις, τὴν μὲν δι’ ἑαυτὴν τὴν δὲ διὰ τὴν ‘ἐνδέχεται παντί’, ἐπειδὴ λαμβάνομεν ἰσοδυναμοῦσαν τὴν ‘ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί’. ἐπειδὴ οὖν ἐνταῦθα εὑρίσκομεν τὰς δύο τοῦ ἀναγκαίου μερικὰς ἀντικειμένας τῇ ‘ἐνδέχεται μηδενί’ καὶ διὰ τοῦτο περιεχομένας ὑπὸ τῆς ἀποφατικῆς τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ καὶ εὑρίσκομεν τὸ ἀντικείμενον μόνῃ τῇ ἑτέρᾳ τῶν μερικῶν προτάσεων συναγόμενον, διὰ τοῦτο ἐλέγομεν τὸ ἥμισυ τοῦ ἐνδεχομένου μόνον συνάγεσθαι. ἐπειδὴ δὲ ἐν τῇ κατηγορικῇ συζυγίᾳ καταφατικὸν ἐνδεχόμενόν ἐστι τὸ συμπέρασμα, οὐ μεταλαμβάνεται δὲ ἡ κατάφασις εἰς τὴν ἀπόφασιν, δῆλον ἄρα ὅτι ἡ μία μόνη τοῦ ἀναγκαίου μερικὴ πρότασις ἀντίκειται τῷ συμπεράσματι ἡ ‘ἀνάγκη μὴ παντί’, ὥστε ἡ ‘οὐκ ἐνδέχεται παντί’ αὐτὴν μόνην περιέξει. τιθεμένῃ δὲ ταύτῃ ἀδύνατόν τι ἠκολούθει· δῆλον ἄρα ὅτι τὸ ἀντικείμενον αὐτῇ ἔσται ἀληθές. ἔστι δὲ αὕτη οὐχ ἥμισυ τοῦ ἐνδεχομένου ἀλλ’ ὅλον·3 καὶ ἡ ἀντικειμένη ἄρα αὐτῇ οὐχ ἥμισυ ἔσται τοῦ ἐνδεχομένου. εἰκότως ἄρα ἐπὶ τῆς καταφατικῆς συζυγίας οὐκ εἶπε τὸ ἥμισυ συνάγεσθαι τοῦ ἐνδεχομένου. τὸ μὲν οὖν βούλημα τοῦ φιλοσόφου, ὡς ἐνῆν, διὰ τούτων ἐδηλώσαμεν. ἴδωμεν δὲ καὶ ἐπ’ αὐτῆς τῆς λέξεως τὰ εἰρημένα.
而如果这是假的,那么“并非可能属于一切”即为真,这等值于“必然不属于一切”。那么,如果Α必然不属于一切Γ,而当或然前提被转换后Β属于一切Γ,因此Α不属于一切Β;但它原本也属于一切;同一样事物既属于一切又不属于一切,这是不可能的。因此,“并非可能属于一切”为假,而“可能属于一切”为真,这正是所要证明的。那么在此处同样可以表明,“可能属于一切”不是基于定义的或然,而是其一半。因为如果“并非可能属于一切”作为否定与作为肯定的“可能属于一切”相冲突,而必然性的两个特称前提命题也与其相冲突——一方面“必然不属于一切”因其自身而作为彻底对立者[相冲突],另一方面“必然属于某些”也由于等值于它的“可能不属于任何”而与其相冲突——,因此“并非可能属于一切”将包含必然性的两个特称前提。因为如果必然性的两个特称前提与“可能属于一切”相冲突,而“并非可能属于一切”也与其相冲突,那么后者将包含这两者。再者,当这两者在三段论中被取用时,当设定了“必然不属于一切”时,我们发现产生了一个不可能的结果,以至于与其相对立的命题成为了被推导出的结论;但当设定了“必然属于某些”时,却没有任何不可能的结果产生,以至于与其相对立的命题并未被推导出。因为设定了它时没有任何不可能的结果产生,这是显而易见的:因为如果Α必然属于某些Γ,而Β属于一切Γ,因此Α属于某些Β;但它原本也属于一切,而同一样事物既属于一切又属于某些并无任何不可能。因此,唯一被推导出的结论是与“必然不属于一切”相对立的命题。然而“必然不属于一切”原本是“并非可能属于一切”的一半;因此,与“并非可能属于一切”的一半相对立的命题正是被推导出的结论。所以在这一组合中,被推导出的同样是或然的一半。那么,为何亚里士多德在这一组合上没有说这一点,而唯独在否定组合上说了呢?那么对此我们将如何回答?在于他所做的事是前后一贯的。因为正如我们所说,他把否定的或然命题转换为肯定命题,却不再把肯定命题转换为否定命题;正因如此,他唯独在否定组合上[这样说],因为按照此处所采纳的前提命题,结论是否定的或然,我是指“可能不属于任何”,我们发现必然性的两个特称前提命题与其相冲突,一个因其自身,另一个通过“可能属于一切”,因为我们把“可能不属于任何”视为等值于“可能属于一切”。那么,既然在此处我们发现必然性的两个特称前提与“可能不属于任何”相对立,并因此被包含在否定的“并非可能不属于任何”之下,且我们发现唯独与特称前提命题之一相对立的结论被推导出,正因如此我们才说被推导出的仅仅是或然的一半。然而,由于在肯定组合中结论是肯定的或然,而肯定并不转换为否定,因此显然,必然性中唯独一个特称前提命题,即“必然不属于一切”,与结论相对立,以至于“并非可能属于一切”将唯独包含这一个。而在设定了这一个前提时,伴随产生了一个不可能的结果;因此显然,与其相对立的命题将为真。而这一〔前提〕不是或然的一半而是全部;因此与其相对立的命题也将不是或然的一半。所以,他在肯定组合上没有说被推导出的是或然的一半,是完全合乎情理的。那么,哲学家的意图在可能范围内已通过这些论述予以阐明。现在让我们也来看看文本字句本身所说的话。
- 2.87μεταληφθείσης τῆς ἐνδεχομένης
属格绝对结构。它指亚里士多德在模态三段论归谬证明中的推导步骤,即把小前提的或然命题(“Β可能属于一切Γ”)转换为实际事实(ὑπάρχειν,“Β实际属于一切Γ”)来作为假定。
- 2.87ἐπειδὴ γάρ, ὡς εἴπομεν, τὴν μὲν ἀποφατικὴν ἐνδεχομένην μεταλαμβάνει εἰς τὴν καταφατικήν, τὴν δὲ καταφατικὴν οὐκέτι εἰς τὴν ἀποφατικήν
表示原因的从属从句。此处的 μεταλαμβάνει 指或然命题的质的互换(否定转换),即“可能不属于任何”被转换为等值于“可能属于一切”。菲洛波诺斯在此解释亚里士多德的逻辑处理:否定的或然可以转换为肯定,但肯定却不再转换为否定。
- 2.87ἔστι δὲ αὕτη οὐχ ἥμισυ τοῦ ἐνδεχομένου ἀλλ’ ὅλον
阴性指示代词主语 αὕτη 并非指前一句中的中性词 τὸ ἀντικείμενον,而是与 αὐτῇ 一样指必然性的特称前提命题(ἡ πρότασις)“必然不属于一切”。由于“并非可能属于一切”唯独包含这一前提(182.20–21),该前提并非(被否定的)或然的一半而是全部,因此与其相对立的结论(ἡ ἀντικειμένη αὐτῇ,即“可能属于一切”)也就不是“或然的一半”。
