- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:179.27-181.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐洛庞诺斯通过逻辑论证与具体词项证明,“必然不属于任何”比双向的“可能不属于任何”具有更广的外延,从而阐明推导出的结论为何仅是或然的一半,并进而讨论两个肯定前提构成的组合。
διὰ ταῦτα οὖν καὶ τῇ ‘παντί’ τεθείσῃ ἠκολούθησε τὸ ἀδύνατον οὐχ ὡς ἀντιφατικὴ ἀλλ’ ὡς ἐναντία.1 μόνως ἄρα ἐστὶ τὸ συναγόμενον τὸ ἀντικείμενον τῷ ‘ἀνάγκη τινί’, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀνάγκη τινί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘οὐδενὶ ἐξ ἀνάγκης’. διαφέρει δὲ τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’ τοῦ ‘ἐνδέχεται μηδενί’· καὶ διὰ τοῦτό φησιν αὐτὸς ὅτι τὸ ‘ἐνδέχεται μηδενὶ’ συναγόμενον ἐν τούτῳ τῷ συλλογισμῷ οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἀλλὰ τοῦ οὐδενὶ ἐξ ἀνάγκης. ἐπὶ πλέον δέ ἐστι τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’ τοῦ ‘ἐνδέχεται μηδενί’. καὶ ὅτι τοῦτό ἐστι, δείξομεν αὖ καὶ λογικώτερον καὶ διὰ παραδειγμάτων. λογικώτερον μὲν δι’ αὐτῶν τῶν προτάσεων οὕτως· τῇ ‘ἐνδέχεται μηδενί’ ἀντίκειται ἥ τε ‘ἀνάγκη τινί’ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’, ὡς εἴρηται πολλάκις· ἐφ’ ὧν γὰρ ἐκείνη ψεύδεται, αὗται ἀληθεύουσι, καὶ ἀνάπαλιν. τῷ δὲ ‘οὐκ ἀνάγκη τινί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘οὐδενὶ ἐξ ἀνάγκης’, ἀντίκειται μόνη ἡ ‘ἀνάγκη τινί’· ὥστε καὶ ἐνταῦθα, ἐφ’ ὧν ἡ ἑτέρα ψεύδεται, ἡ ἑτέρα ἀληθεύει, καὶ ἔμπαλιν. εἰ τοίνυν τῇ ‘ἐνδέχεται μηδενί’ δύο μάχονται τοῦ ἀναγκαίου προτάσεις, ἥ τε ‘ἀνάγκη τινί’ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’, τῇ δὲ ‘οὐκ ἀνάγκη τινί’, ἥτις ἰσοδυναμεῖ τῇ ‘οὐδενὶ ἐξ ἀνάγκης’, ἡ ἑτέρα τούτων μόνον ἡ ‘ἀνάγκη τινί’, ἐφ’ ὧν ἄρα αἱ δύο προτάσεις, ἥ τε ‘ἀνάγκη τινί’ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’ ἀληθεύουσιν, ἐπὶ τούτων ἡ ‘ἐνδέχεται μηδενί’ ψεύδεται, ἐφ’ ὧν δὲ ἡ ‘ἀνάγκη τινί’ ἀληθεύει, ἐπὶ τούτων μόνον ἡ ‘οὐκ ἀνάγκη τινί’ ψεύδεται, ἥτις ἰσοδυναμεῖ τῇ ‘οὐδενὶ ἐξ ἀνάγκης’. ἐπ’ ἐλαττόνων ἄρα ψεύδεται ἡ ‘οὐκ ἀνάγκη τινί’ τῆς ‘ἐνδέχεται μηδενί’· εἰ δὲ ἐπ’ ἐλαττόνων ψεύδεται ἡ ‘οὐκ ἀνάγκη τινί’, ἐπὶ πλειόνων ἀληθεύει. ὅτι δὲ μόνη ἡ ‘ἀνάγκη τινί’ μάχεται τῇ ‘οὐκ ἀνάγκη τινί’, οὐκέτι δὲ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’, δῆλον ἐξ ὧν καὶ συναληθεύουσιν ἐπί τινων ὅρων,2 οἷον ὡς ἐπὶ τοῦ περιπατεῖν καὶ τοῦ ζῴου· καὶ γὰρ τὸ λέγειν ὅτι οὐκ ἀνάγκη τινὶ ζῴῳ τὸ περιπατεῖν ὑπάρχειν ἀληθές (οὐδὲν γὰρ ζῷον ἐξ ἀνάγκης περιπατεῖ), καὶ πάλιν τὸ λέγειν ὅτι ἀνάγκη μὴ παντὶ ζῴῳ τὸ περιπατεῖν ὑπάρχειν ἀληθὲς διὰ τὰ ἑρπετά· οὐδὲν γὰρ τῶν ἑρπετῶν περιπατεῖ. οὕτω μὲν οὖν κοινῷ λόγῳ δεδείχθω ἐπὶ πλεῖον οὖσα τῆς ‘ἐνδέχεται μηδενί’ ἡ ‘οὐδενὶ ἐξ ἀνάγκης’. δειχθήσεται δὲ καὶ διὰ παραδειγμάτων, λέγω δὴ διὰ τῶν ὅρων αὐτῶν. πάλιν γὰρ ἐπὶ τοῦ ζῴου καὶ τοῦ περιπατεῖν τὸ μὲν εἰπεῖν ‘οὐδενὶ ἐξ ἀνάγκης ζῴῳ τὸ περιπατεῖν ὑπάρχει’ ἀληθεύει καὶ ἐπὶ τῶν περιπατούντων ζῴων καὶ ἐπὶ τῶν ἑρπετῶν· οὐκ ἔστι γὰρ ἀναγκαῖον τούτοις περιπατεῖν. τὸ δὲ ‘ἐνδέχεται μηδενὶ ζῴῳ τὸ περιπατεῖν’ οὐκέτι ἀληθές ἐστιν ἐπὶ πάντων ἀλλ’ ἐπὶ τῶν περιπατούντων· ἐπὶ δὲ τῶν ἑρπετῶν οὐκ ἔστιν ἀληθές, διότι ἐφ’ ὧν τὸ ‘ἐνδέχεται μηδενί’, ἐπὶ τούτων καὶ τὸ ‘ἐνδέχεται παντὶ’ ἀληθεύει. εἰ τοίνυν τὸ ‘ἐνδέχεται παντί’ ἐπὶ τῶν ἑρπετῶν ψεῦδος, δῆλον ὅτι καὶ τὸ ‘ἐνδέχεται μηδενί’. ἐπὶ πλειόνων ἄρα τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’ ἀληθεύει τοῦ ‘ἐνδέχεται μηδενί’. Δυνατὸν δὲ καὶ τὴν ἐκ δύο καταφατικῶν συζυγίαν δεῖξαι τῷ αὐτῷ τρόπῳ μὴ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάγουσαν, ἀλλὰ καὶ ταύτην τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγουσαν. ὑποκείσθω δὲ πρῶτον ἡμῖν τὸ διάγραμμα. οὐκ ἀνάγκη μὴ παντί ἀνάγκη μὴ παντί οὐκ ἀνάγκη τινί ἀνάγκη τινί ἐνδέχεται παντί οὐκ ἐνδέχεται παντί ἐνδέχεται μηδενί οὐκ ἐνδέχεται μηδενί εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν, τὸ ἄρα Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν.
因此,正因为这些缘故,同样在设定了“[必然]属于一切”时,所伴随的不可能结果不是作为矛盾对立而是作为反对对立而产生的。因此,唯一被推导出的结论是与“必然属于某些”相对立的命题,即“并非必然属于某些”,这与“必然不属于任何”是同一回事。然而,“必然不属于任何”不同于“可能不属于任何”;正因如此,他本人说,在这个三段论中所推导出的“可能不属于任何”,并不是基于定义所说的或然,而是“必然不属于任何”。而且,“必然不属于任何”比“可能不属于任何”具有更广的外延。关于情况确实如此,我们将再次以更具逻辑性的方式以及通过具体范例来予以证明。更具逻辑性地、通过前提命题本身而言是这样的:正如屡次所说,与“可能不属于任何”相对立的既有“必然属于某些”,也有“必然不属于一切”;因为凡是前者为假之处,后者为真,反之亦然。然而与“并非必然属于某些”(这与“必然不属于任何”是同一回事)相对立的唯独是“必然属于某些”;因此在此处也是,凡是一方为假,另一方即为真,反之亦然。那么,如果与“可能不属于任何”相冲突的有必然性的两个前提,即“必然属于某些”与“必然不属于一切”,而与等值于“必然不属于任何”的“并非必然属于某些”相冲突的只有二者之一的“必然属于某些”,那么,凡是在“必然属于某些”与“必然不属于一切”这两个前提为真的情况下,在这些情况下“可能不属于任何”为假;但唯独在“必然属于某些”为真的情况下,等值于“必然不属于任何”的“并非必然属于某些”才为假。因此,“并非必然属于某些”为假的情形少于“可能不属于任何”;而如果“并非必然属于某些”为假的情形更少,则它为真的情形就更多。至于唯有“必然属于某些”与“并非必然属于某些”相冲突,而“必然不属于一切”却不再与其相冲突,这从它们在某些词项上共同为真也可清楚看出,例如在“行走”与“动物”的情形中;因为说行走并非必然属于某些动物是真(因为没有任何动物是必然行走的),而反过来,由于爬行动物的缘故,说行走必然不属于一切动物也是真(因为没有任何爬行动物会行走)。那么,通过普遍的论证,姑且表明“必然不属于任何”比“可能不属于任何”具有更广的外延。但这也可以通过具体范例,也就是通过词项本身来予以证明。因为再次就动物与行走而言,说“行走必然不属于任何动物”,这在行走的动物和爬行动物上都为真;因为对它们而言行走并非必然。然而“行走可能不属于任何动物”却不再在一切动物上都为真,而只在行走的动物上为真;在爬行动物上它却不为真,因为在“可能不属于任何”适用的地方,“可能属于一切”也同样为真。那么,如果“可能属于一切”在爬行动物上为假,显然“可能不属于任何”也同样[为假]。因此,“必然不属于任何”为真的情形多于“可能不属于任何”。同样也可以用同样的方法表明,由两个肯定前提构成的组合所推导出的也不是基于定义的或然,而是这种组合同样推导出或然的一半。但首先让我们设定图表: 并非必然不属于一切必然不属于一切并非必然属于某些必然属于某些可能属于一切并非可能属于一切可能不属于任何并非可能不属于任何因为如果Α属于一切Β,而Β可能属于一切Γ,因此Α可能属于一切Γ。
- 2.87τῇ ‘παντί’ τεθείσῃ ἠκολούθησε τὸ ἀδύνατον οὐχ ὡς ἀντιφατικὴ ἀλλ’ ὡς ἐναντία
τῇ ‘παντί’ 指前文讨论的前提 ἡ ‘ἀνάγκη παντί’。与格分词 τεθείσῃ 用作时间分词(“被设定时”)。阴性主格形式 οὐχ ὡς ἀντιφατικὴ ἀλλ’ ὡς ἐναντία 作为表语性同位语,说明该前提(ἡ πρότασις)是在何种性质上与对立面相背反。
- 2.87δῆλον ἐξ ὧν καὶ συναληθεύουσιν ἐπί τινων ὅρων
ἐξ ὧν 是相当于 ἐκ τούτων ὅτι 的惯用表达(意为“从……事实来看”),限定动词 συναληθεύουσιν 的主语是所讨论的两个必然性前提(“并非必然属于某些”与“必然不属于一切”)。
