- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:17.1-18.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯解决了定义中的种差比被定义者外延更窄的疑难:首先提出将‘肯定的或否定的’作准选言解释(意为‘且’),使之成为与命题等外延的单一构成性种差;其次提出将其视为为了区分命题之种而选言附加的成分,并认为后一种解释更为切合。
ἀλλὰ τοῦτο μὲν ἴσως οὐκ ἀναγκαῖον· ἓν γάρ εἰσιν ἅπαντα κατὰ τὸ ὑποκείμενον. ῥητέον οὖν ὅτι τῶν ὁρισμῶν ἐκ γένους ὄντων καὶ διαφορῶν ἀνάγκη ἐν τῇ τῶν διαφορῶν λήψει καὶ τὰς εἰδικωτάτας διαφορὰς παραλαμβάνεσθαι, αἵτινες ἰδίως τῷ ὑποκειμένῳ καὶ οὐδενὶ ἄλλῳ ὑπάρχουσιν· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μόνῳ τῷ ἀνθρωπείῳ εἴδει ὑπάρχει, καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν μόνῳ τῷ ἀριθμῷ. καὶ γάρ εἰσί τινα ἃ μόνοις τισὶν ὑπάρχουσι, ἑτέρῳ δὲ οὐδενί, ὡς εἶπον τὸ περιττὸν καὶ τὸ ἄρτιον τῷ ἀριθμῷ μόνῳ, καὶ ὡς τῷ κύκλῳ τὸ ὑπὸ μιᾶς γραμμῆς περιέχεσθαι καὶ τὸ τὰς ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἴσας εἶναι. ὁπηνίκα οὖν ὁριζόμενοι τὸν κύκλον λέγωμεν ὅτι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τοῦ ἐντὸς τοῦ κύκλου πᾶσαι αἱ [πρὸς τὴν περιφέρειαν] προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν, ἀνάγκη τὰς τελευταίας διαφορὰς μὴ ἐπὶ πλέον εἶναι τοῦ κύκλου ἀλλὰ μόνῳ αὐτῷ ὑπάρχειν. καὶ ἔστιν εἰς τοῦτο μυρία παραθέσθαι. ταύτῃ γοῦν, ἐπειδὴ δεόμεθα ἐν τοῖς ὁρισμοῖς μάλιστα τῶν εἰδικωτάτων διαφορῶν, ὁπηνίκα ἂν τούτων ἀπορήσωμεν, τοῖς ἰδίοις κεχρήμεθα· ὁριζόμενοι γὰρ τὸν ἵππον φαμὲν ζῷον ἄλογον χρεμετιστικόν, τῷ χρεμετιστικῷ ὡς εἰδικωτάτῃ διαφορᾷ χρησάμενοι διὰ τὸ ἀπορεῖν οὐσιώδους τοιαύτης διαφορᾶς. τί οὖν θαυμαστόν, εἰ καὶ ἐπὶ τοῦ τῆς προτάσεως ὁρισμοῦ παρελήφθησαν εἰδικώταται διαφοραὶ μηδενὶ ἄλλῳ ὑπάρχουσαι; τοῦτο γὰρ καὶ ἐξ ἀνάγκης ὤφειλεν ὑπάρχειν τῷ ὄντως ὁρισμῷ. ταύτῃ οὖν τὸ κατά τινος μόνῳ τῷ ἀποφαντικῷ λόγῳ ὑπάρχον παρείληπται εἰς τὸν τῆς προτάσεως ὁρισμόν· τὸ γὰρ καταφατικὸς ἢ ἀποφατικός, εἰ μὲν ὡς ἓν ἄμφω λάβωμεν, οὐκ ἔσται ἐπ’ ἔλαττον τῆς προτάσεως ἀλλ’ ἐξισάζει. τὸν γὰρ ‘ἤ’ σύνδεσμον οὐ διαζευκτικὸν ἀλλὰ παραδιαζευκτικὸν ληψόμεθα ἀντὶ τοῦ ‘καί’,1 ἵνα ἄμφω κατὰ τοῦ γένους κατηγορῆται τῆς ἀποφάνσεως ἢ προτάσεως· ἡ γὰρ ἀπόφανσις, ἤτοι ἡ πρότασις, καταφατική ἐστι καὶ ἀποφατική· δέδεικται γὰρ ἐν Εἰσαγωγαῖς ὡς αἱ ἀντικείμεναι διαφοραὶ ἐν τῷ γένει εἰσίν, ἀλλὰ μόνον δυνάμει, οὐ καὶ ἐνεργείᾳ. εἰ γὰρ μὴ ὡς ἓν ἄμφω λάβωμεν καὶ μίαν διαφορὰν ἀλλὰ διαζευκτικῶς, οὐ συστατικαὶ ἔσονται τοῦ γένους διαφοραὶ ἀλλὰ διαιρετικαί· ἐν δὲ τοῖς ὁρισμοῖς οὐ τὰς διαιρετικὰς τῶν ὁριστῶν διαφορὰς παραλαμβάνομεν ἀλλὰ τὰς συστατικάς. οἷον τοῦ ζῴου συστατικαὶ μὲν διαφοραὶ τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν· διὰ μὲν γὰρ τοῦ ἐμψύχου διακρίνεται τῶν ἀψύχων, διὰ δὲ τοῦ αἰσθητικοῦ τῶν φυτῶν· διαιρετικαὶ δὲ τὸ λογικὸν καὶ ἄλογον καὶ θνητὸν καὶ ἀθάνατον· καὶ δῆλον ὅτι αἱ πρῶται εἰς τὸν ὁρισμὸν παραλαμβάνονται, οὐχ αἱ ὕστεραι. ὥστε καὶ ἐπὶ τῶν προκειμένων, λέγω δὴ τῆς προτάσεως, ἤτοι τοῦ ἀποφαντικοῦ λόγου, εἰ ὡς συστατικὴν διαφορὰν παραληψόμεθα τὸ καταφατικὸν ἢ ἀποφατικόν, ὡς ἕν τι τὸ συναμφότερον δεκτέον· εἰ γὰρ διαζευκτικῶς ἀκούσομεν, διαιρετικαὶ ἔσονται τῆς προτάσεως διαφοραί, οὐ συστατικαί· ὡς ἓν δὲ ἀκουόντων ἐξισάζει.2 εἰ δέ τις καὶ μὴ παραδέξοιτο ταύτην τὴν ἐξήγησιν, ἀλλὰ διαζευκτικῶς εἰρῆσθαι φαίη τὸ καταφατικὸς ἢ ἀποφατικός, οὐδὲ οὕτως ἐλεγχθήσεται ὁ ὁρισμός· οὐ γὰρ εἰς τὸν ὁρισμὸν συντελεῖν ταῦτα φήσομεν ἀλλ’ εἰς διάκρισιν τῶν διαφόρων τῆς προτάσεως εἰδῶν. ἤρκει γὰρ καὶ οὕτως ὁρίσασθαι, ὅτι πρότασίς ἐστι λόγος τινὸς κατά τινος· ἀλλ’ ἐπεὶ μὴ μονοειδεῖς εἰσιν αἱ προτάσεις (διαιροῦνται γὰρ εἴς τε τὰς καταφατικὰς καὶ ἀποφατικάς), εἰς διάκρισιν τῶν διαφόρων εἰδῶν προσέθηκε τὸ καταφατικὸς ἢ ἀποφατικός, ὡς εἴ τις καὶ τὸν ἀριθμὸν ὁριζόμενος διορίσοιτο μὲν ὡς ἔστι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, εἶτα τὰ εἴδη τούτου σημᾶναι βουλόμενος προσθῇ τὸ ἄρτιον ἢ περιττόν, οὐ πρὸς σύστασιν τοῦ γένους, φημὶ τοῦ ἀριθμοῦ, ἀλλὰ πρὸς διαίρεσιν. ὥστε κατὰ ταύτην τὴν ἐξήγησιν τὸ ἑξῆς εἶναι οὕτως· ‘λόγος τινὸς κατά τινος καταφατικὸς ἢ ἀποφατικός’.3 καὶ ὅτι γε προσφυὴς καὶ ἡ τοιαύτη ἐξήγησις καὶ τῆς προτέρας προσφυεστέρα, δῆλον ἐκ τῶν ἐπιφερομένων. τί γάρ φησιν;
但这或许并非必然;因为就主项而言,这一切都是同一的。因此应当说,既然定义由属和种差构成,在选取种差时,必然也要采用最种式的种差,它们特有地属于主项而不属于任何其他事物;因为接受理智和知识的能力仅属于人类这一种,而偶数与奇数仅属于数。因为确实有些东西仅属于某些特定事物,而不属于其他任何事物,正如我所说,奇与偶仅属于数,又如被单一条线所包围,以及从中心到圆周的线彼此相等属于圆。因此,每当我们定义圆而说圆是由单一条线包围的平面图形,向着这条线从圆内的一个点[向圆周]落下的所有直线彼此相等时,最后的种差必然不比圆外延更广,而是仅属于它本身。关于这一点,可以列举出无数的例子。无论如何,正因如此,由于我们在定义中最需要的是最种式的种差,每当我们缺乏这些种差时,我们就会使用固有属性;因为在定义马时,我们说它是鸣叫的无理性动物,将‘鸣叫’作为最种式的种差来使用,乃是因为缺乏这样一种本质性的种差。那么,如果在命题的定义中也采用了不属于任何其他事物的最种式种差,又有什么可奇怪的呢?因为这确实必须必然属于真正的定义。因此,‘关于某物’由于仅属于断言性言辞而被纳入到命题的定义中;因为‘肯定的或否定的’,如果我们把两者当作一个整体来取,就不会比命题外延更窄,而是与之相等。因为我们所取的连词‘或’不是选言性的,而是用作‘且’的替代的准选言性的,以便使两者都谓述言明或命题这一属;因为言明,即命题,既是肯定的也是否定的;因为在《导论》中已经证明,对立的种差存在于属中,但仅是潜能地存在,并非现实地存在。因为如果我们不把两者当作一个整体和一个种差来取,而是选言地取,它们就不会是属的构成性种差,而是分割性种差;而在定义中,我们所采用的不是被定义者的分割性种差,而是构成性种差。例如,动物的构成性种差是有魂的和有感觉的;因为通过有魂它与无魂之物相区别,通过有感觉它与植物相区别;而分割性种差则是理性的与无理性的,必死的与不死的;显然,纳入定义之中的是前者,而不是后者。因此,在当前所讨论的事情上,我指命题,即断言性言辞,如果我们打算把‘肯定的或否定的’作为构成性种差来采用,就必须把二者的结合当作某种单一事物来接受;因为如果我们选言地理解它,它们就会是命题的分割性种差,而不是构成性种差;但对于将其理解为一个整体的人而言,它是相等的。但是,即便有人不接受这种解释,而声称‘肯定的或否定的’是选言地说的,这样定义也不会被驳倒;因为我们将说,这些并不是为了有助于定义,而是为了区分命题的不同种。因为即使这样定义也已经足够了:命题是关于某物的某物的言辞;但既然命题不是单一形式的(因为它们被分为肯定的和否定的),为了区分不同的种,他添加了‘肯定的或否定的’,正如有的人在定义数时,界定它是单位组成的复多,然后为了指示它的种,不是为了属(我指数)的构成,而是为了其分割,添加了‘偶或奇’。因此,按照这种解释,文脉的语序是这样的:‘关于某物的某物的言辞,肯定的或否定的’。并且,这样一种解释确实是切合的,甚至比前一种更为切合,这一点从接下来的文句中是显而易见的。因为他说了什么呢?
- 1.5τὸν γὰρ ‘ἤ’ σύνδεσμον οὐ διαζευκτικὸν ἀλλὰ παραδιαζευκτικὸν ληψόμεθα ἀντὶ τοῦ ‘καί’
术语 παραδιαζευκτικός(准选言的)指连词 ἤ 并非表示严格的排他选言,而是相加性或包容性地代指 καί(且)。此处提出这一用法,作为将肯定与否定结合为一个单一构造型种差的语法与逻辑根据。
- 1.5ὡς ἓν δὲ ἀκουόντων ἐξισάζει
ἀκουόντων 是独立属格结构(或相当于关涉与格的属格用法),其逻辑主语指代一般的理解者(“对于将其理解为一个整体的人而言”)。主句动词 ἐξισάζει 的主语是被省略的“种差”或“肯定的或否定的这一表述”,表示其外延与命题相等。
- 1.5ὥστε κατὰ ταύτην τὴν ἐξήγησιν τὸ ἑξῆς εἶναι οὕτως· ‘λόγος τινὸς κατά τινος καταφατικὸς ἢ ἀποφατικός’
τὸ ἑξῆς εἶναι 是由表示结果的 ὥστε 引导的带不定式的宾格结构(“因此连续的文句应如下”)。此处理顺了亚里士多德原文(24a16: λόγος καταφατικὸς ἢ ἀποφατικός τινὸς κατά τινος)的倒装结构(hyperbaton),指明按照第二种解释,语序应当读作在定义本身(λόγος τινὸς κατά τινος)之后附加上种的区分(καταφατικὸς ἢ ἀποφατικός)。
