- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:178.9-179.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了为何通过归谬法推导出的结论不是完全的或然而是“或然的一半”,指出在与之冲突的两个特称必然前提中,仅有其中一个会导致不可能的结果,并通过指出全称必然假设并未包含在否定或然前提之下,反驳了关于全称必然假设亦导致不可能结果的疑问。
τοῦτο δέ, φησί, τὸ ‘ἐνδέχεται μηδενί’ οὐκ ἔστι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλὰ τὸ ἥμισυ τούτου, ὅπερ ἐστὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης. πῶς καὶ τίνα τρόπον; ὅτι τῇ ‘ἐνδέχεται μηδενί’ ἀντίκειται δι’ ἑαυτὴν μὲν ἡ ‘ἀνάγκη τινί’, διὰ δὲ τὴν ‘ἐνδέχεται παντί’1 ἰσοδυναμοῦσαν αὐτῇ ἡ ‘ἀνάγκη μὴ παντί’. ὥστε αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου προτάσεις μάχονται τῇ ‘ἐνδέχεται μηδενί’, ἀλλ’ ἡ μὲν καταφατικὴ ἡ ‘ἀνάγκη τινί’ ὡς ἀντικειμένη αὐτῇ κατὰ πάντα, κατὰ ποσόν, κατὰ ποιόν, κατὰ τρόπον· ἡ δὲ ‘ἀνάγκη μὴ παντί’ ἀντίκειται μὲν τῇ ‘ἐνδέχεται παντί’, ἐπεὶ δὲ ἰσοδυναμεῖ ἡ ‘ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί’, διὰ τοῦτο καὶ ἡ ‘ἀνάγκη μὴ παντί’ μαχήσεται τῇ ‘ἐνδέχεται μηδενί’, ὥσπερ καὶ ἐν τῷ διαγράμματι πρόκειται. εἰ τοίνυν τῇ μὲν ‘ἐνδέχεται οὐδενί’ ὡς μὲν καταφάσει ἀπόφασις μάχεται ἡ ‘οὐκ ἐνδέχεται οὐδενί’, μάχονται δὲ κατά τε ποσὸν καὶ ποιὸν καὶ τρόπον ἀμφότεραι αἱ μερικαὶ τοῦ ἀναγκαίου προτάσεις κατὰ τὸν εἰρημένον τρόπον, δῆλον ἄρα ὅτι ἡ ‘οὐκ ἐνδέχεται οὐδενί’ περιέχει τὰς δύο μερικὰς τοῦ ἀναγκαίου προτάσεις. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, εὑρίσκομεν δὲ τῇ μὲν ‘ἀνάγκη τινί’ ὑποτιθεμένῃ ἀδύνατόν τι ἀκολουθοῦν, τῇ δὲ ‘ἀνάγκη μὴ παντί’ οὐκέτι, δῆλον ἄρα ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘ἀνάγκη τινί’ μόνως συνάγεται, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀνάγκη τινί’. εἰ τοίνυν αἱ δύο μὲν μερικαὶ τοῦ ἀναγκαίου, ὥσπερ εἴπομεν, περιέχονται ὑπὸ τῆς ‘οὐκ ἐνδέχεται οὐδενί’, τὸ δὲ ἀντικείμενον τῇ ἑτέρᾳ τούτων μόνον συνάγεται, δῆλον ἄρα ὅτι τὸ ἥμισυ τοῦ ἀντικειμένου τῷ ‘οὐκ ἐνδέχεται οὐδενί’ τοῦτ’ ἔστι τὸ συναγόμενον, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀνάγκη τινί’· τοῦτο γὰρ ἦν ἀντιφατικῶς ἀντικείμενον τῷ ‘ἀνάγκη τινί’, ᾧπερ μόνῳ ὑποτεθέντι ἀδύνατόν τι ἠκολούθησεν. ὅτι γὰρ τῷ ‘ἀνάγκη μὴ παντί’ ὑποτεθέντι ἀδύνατον οὐκ ἀκολουθεῖ, δῆλον ἐξ αὐτῶν τῶν προτάσεων· εἰ γὰρ τὸ Α ἀνάγκη μὴ παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ οὐδενί· καὶ οὐδὲν ἀδύνατον τὸ αὐτὸ καὶ οὐδενὶ καὶ οὐ παντί. Ζητήσειε δ’ ἄν τις τί δήποτε 〈,εἰ〉 οὐ μόνον τοῦ ‘ἀνάγκη τινί’ τιθεμένου ἀδύνατόν τι ἀκολουθεῖ ἀλλὰ καὶ τοῦ ‘ἀνάγκη παντί’, μὴ λέγομεν2 τὸ ἀντιφατικῶς αὐτῷ ἀντικείμενον συνάγεσθαι τὸ ‘οὐκ ἀνάγκη παντί’. εἰ γὰρ τὸ Α ἀνάγκη παντὶ τῷ Γ, τὸ δὲ Β ὑπάρχει παντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ οὐδενί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. ὥστε οὐ μόνον τὰ ἀντιφατικῶς ἀντικείμενα συνάγονται διὰ τούτων ἀλλὰ καὶ τὰ ἐναντία. ὥστε εἰ τῷ ‘παντὶ ἐξ ἀνάγκης’ ὑποτεθέντι ἀδύνατόν τι ἠκολούθησε, διὰ τί μὴ λέγομεν τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ συνάγεσθαι, λέγω δὲ τὸ ‘οὐκ ἀνάγκη παντί’; φαμὲν οὖν πρὸς τοῦτο ὅτι, εἰ περιείχετο ἡ ‘ἀνάγκη παντί’ ὑπὸ τῆς ‘οὐκ ἐνδέχεται οὐδενί’, ἐλέγομεν ἂν καὶ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘ἀνάγκη παντί’ συνάγεσθαι, ἐπειδὴ καὶ τὸ ἀντικείμενον τῷ ‘οὐκ ἐνδέχεται οὐδενί’ τοῦτό ἐστι τὸ συναγόμενον. νῦν δὲ οὐ περιέχεται ὑπ’ αὐτῆς. ἡ δὲ αἰτία, δι’ ἣν οὐ περιέχεται, αὕτη· εἰ γὰρ τῇ ‘ἐνδέχεται μηδενὶ’ ἀντίκειται ἡ ‘οὐκ ἐνδέχεται μηδενί’, ἡ δὲ ‘ἐνδέχεται μηδενί’ ἰσοδυναμεῖ τῇ ‘ἐνδέχεται παντί’, ἡ δὲ ‘ἐνδέχεται παντί’ οὐκ ἀντίκειται τῇ ‘ἀνάγκη παντί’, οὐκ ἄρα περιέξει ἡ ‘οὐκ ἐνδέχεται οὐδενὶ’ τὴν ‘ἀνάγκη παντί’ ἀντικειμένως ἔχουσα τῇ ‘ἐνδέχεται παντί’ διὰ τὸ ἰσοδυναμεῖν αὐτὴν τῇ ‘ἐνδέχεται μηδενί’.3 ἠκολούθησε δὲ ὅλως τῇ ‘ἀνάγκη παντί’ ἀδύνατον, διότι τῇ καθόλου ἀποφάσει δύο μάχονται καταφάσεις, ἥ τε καθόλου καὶ ἡ μερική, ἡ μὲν ὡς ἀντιφατικῶς ἀντικειμένη, ἡ δὲ ὡς ἐναντίως.
然而他说,这个“可能不属于任何”并不是基于定义所说的或然,而是它的一半,即“不必然属于任何”。如何以及以何种方式?因为与“可能不属于任何”相对立的,就其自身而言是“必然属于某些”,而通过与其等值的“可能属于一切”,则是“必然不属于一切”。因此,必然性的两个特称前提与“可能不属于任何”相冲突;但肯定的“必然属于某些”是在一切方面,即在量、质与模态上都与它相对立[而相冲突];而“必然不属于一切”虽与“可能属于一切”相对立,但既然“可能不属于任何”与“可能属于一切”等值,正因如此,“必然不属于一切”也将与“可能不属于任何”相冲突,正如在图表中所示的那样。那么,如果与“可能不属于任何”相冲突的,作为否定与肯定相对立的是“并非可能不属于任何”,且必然性的两个特称前提按照所述的方式在量、质与模态上都与其相冲突,那么显然,“并非可能不属于任何”便包含了必然性的两个特称前提。那么,如果情况如此,并且我们发现在假设了“必然属于某些”时有某种不可能的结果伴随而来,而在假设“必然不属于一切”时却不再如此,那么显然,只有与“必然属于某些”矛盾对立的命题才被推导出来,即“并非必然属于某些”。那么,如果正如我们所说,必然性的两个特称前提被包含在“并非可能不属于任何”之下,且只有与其中之一相对立的命题被推导出来,那么显然,与“并非可能不属于任何”相对立的事物的一半——这也就是所推导出的结论,即“并非必然属于某些”;因为这正是与“必然属于某些”矛盾对立的命题,且唯独在它被假设时才有某种不可能的结果伴随而来。因为在假设了“必然不属于一切”时并不伴随不可能的结果,这从前提命题本身来看是显然的;因为如果Α必然不属于一切Γ,而Β属于一切Γ,因此Α不属于一切Β;但它原本也不属于任何〔Β〕;而同一个事物既不属于任何又不属于一切,这绝非不可能。 然而有人可能会探问:如果不仅在设定了“必然属于某些”时有某种不可能的结果伴随而来,而且在设定了“必然属于一切”时也是如此,为什么我们不说推导出了与其矛盾对立的“并非必然属于一切”?因为如果Α必然属于一切Γ,而Β属于一切Γ,因此Α属于某些Β;但它原本也不属于任何〔Β〕;因此,同一个事物既属于某些又不属于任何,这是不可能的。因此,通过这些推导出的不仅是矛盾对立的命题,而且也有反对对立的命题。所以,如果在假设了“必然属于一切”时伴随了某种不可能的结果,我们为什么不说与其矛盾对立的命题被推导出来,我指的是“并非必然属于一切”?对此我们回答说:如果“必然属于一切”被包含在“并非可能不属于任何”之下,我们也会说与“必然属于一切”矛盾对立的命题被推导出来,因为与“并非可能不属于任何”相对立的正是这个被推导出的结论。但实际上它并未被包含在它之下。而它不被包含的原因在于:如果与“可能不属于任何”相对立的是“并非可能不属于任何”,而“可能不属于任何”与“可能属于一切”等值,且“可能属于一切”并不与“必然属于一切”相对立,因此,“并非可能不属于任何”由于它〔“可能属于一切”〕与“可能不属于任何”等值而处于与“可能属于一切”相对立的关系,便不会包含“必然属于一切”。至于在“必然属于一切”上普遍伴随有不可能的结果,这是因为与全称否定相冲突的有全称和特称两个肯定命题,前者作为反对对立相对立,后者作为矛盾对立相对立。
- 2.87ἀντίκειται δι’ ἑαυτὴν μὲν ἡ ‘ἀνάγκη τινί’, διὰ δὲ τὴν ‘ἐνδέχεται παντί’ ἰσοδυναμοῦσαν αὐτῇ ἡ ‘ἀνάγκη μὴ παντί’
此处指出了对立的两种路径。特称肯定的“必然属于某些”在其自身(δι' ἑαυτήν)上就量、质与模态的所有方面直接与目标命题“可能不属于任何”相对立;而特称否定的“必然不属于一切”则是通过(διά...)与其等值的全称肯定命题“可能属于一切”间接地产生对立。
- 2.87Ζητήσειε δ’ ἄν τις τί δήποτε 〈,εἰ〉 οὐ μόνον τοῦ ‘ἀνάγκη τινί’ τιθεμένου ἀδύνατόν τι ἀκολουθεῖ ἀλλὰ καὶ τοῦ ‘ἀνάγκη παντί’, μὴ λέγομεν
主句带有ἄν的祈愿语气(Ζητήσειε δ’ ἄν τις)引出间接疑问从句(τί δήποτε... μὴ λέγομεν...),其中嵌入了校勘所补入的条件从句〈, εἰ〉以及两个属格独立结构(οὐ μόνον... τιθεμένου... ἀλλὰ καὶ...)。该条件从句构成了反驳或疑问的骨架:“如果……,为什么我们不说……?”
- 2.87ἀντικειμένως ἔχουσα τῇ ‘ἐνδέχεται παντί’ διὰ τὸ ἰσοδυναμεῖν αὐτὴν τῇ ‘ἐνδέχεται μηδενί’
分词 ἔχουσα 的主语为该小句的主语,即“并非可能不属于任何”(ἡ ‘οὐκ ἐνδέχεται οὐδενὶ’),它与副词 ἀντικειμένως 以及与格 τῇ ‘ἐνδέχεται παντί’ 连用,表示“处于与……相对立的关系”。在冠词加不定式短语 διὰ τὸ ἰσοδυναμεῖν αὐτήν 中,宾格主语 αὐτήν 根据上下文指代的是“可能属于一切”(ἡ ‘ἐνδέχεται παντί’)。
