← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§176.20-178.9

第一格全称否定实然大前提与全称肯定或然小前提的推论

评注者讨论了大前提为全称否定实全前提、小前提为全称肯定或然前提的第一格组合(模态Celarent),通过利用与其矛盾命题等值的必然命题在第三格中作归谬法,证明了“可能不属于任何”得以推出,并阐明该结论的或然性属于“单面或然”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.87#1

" Πάλιν ἔστω στερητικὴ πρότασις καθόλου ἡ ΑΒ, καὶ εἰλήφθω τὸ μὲν Α μηδενὶ τῷ Β ὑπάρχειν, τὸ δὲ Β παντὶ ἐνδεχέσθω ὑπάρχειν τῷ Γ. τούτων οὖν τεθέντων ἀνάγκη τὸ Α ἐνδέχεσθαι μηδενὶ τῷ Γ ὑπάρχειν." Εἰπὼν τὴν ἐξ ἀμφοτέρων καθόλου καταφατικῶν νῦν τίθησι τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης, καὶ συνάγει ἐνδέχεσθαι μηδενὶ τῷ Γ τὸ Α. δείκνυσι δὲ καὶ ταύτην τῇ αὐτῇ δείξει, λέγω δὴ τῇ μεταλήψει καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ. εἰ τὸ Α, φησί, μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν, λέγω, φησίν, ὅτι καὶ τὸ Α οὐδενὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ ὑπάρχειν τὸ Α τῷ Γ’· τοῦτο δὲ πάλιν ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί’· ὃ γὰρ οὐκ ἐνδέχεται μηδενὶ ὑπάρξαι, τοῦτο ἀνάγκη τινὶ ὑπάρχειν. εἰ δὲ καὶ μὴ μεταλαμβάνει τοῦτο πάλιν αὐτὸς διὰ τῶν προτάσεων, δῆλός ἐστιν ἐξ ὧν συμπεραίνει τοῦτο βουλόμενος.1 εἰ τοίνυν τὸ μὲν Α ἀνάγκη τινὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β ὑπάρχει παντὶ τῷ Γ (μεταλαμβανέσθω γὰρ πάλιν ἡ ἐνδεχομένη εἰς τὴν ὑπάρχουσαν διὰ τὸ εὔσημον), τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρξει· ὑπέκειτο δὲ καὶ οὐδενί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον πάλιν ἠκολούθησεν οὐ διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν· εἰ γὰρ καὶ ψευδὴς ἦν, ἀλλ’ οὐκ ἀδύνατος. δῆλον ἄρα ὅτι διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ ‘ἀνάγκη τινὶ τῷ Γ τὸ Α ὑπάρχειν’, ἤτοι ‘οὐκ ἐνδέχεται οὐδενί’· ταὐτὸν γάρ ἐστι. ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ἐνδέχεται μηδενί’, ὅπερ ἔδει δεῖξαι. καὶ δείξας διὰ τοῦ ἀδυνάτου ὅτι τὸ ‘ἐνδέχεται μηδενί’ συνάγει, ἐπάγει τούτοις καὶ φησὶν ὅτι τοῦτο τὸ συμπέρασμα οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, τουτέστιν οὐκ ἔστι τοῦτο τὸ ἐνδεχόμενον ὃ ὡρισάμεθα ἐξ ἀρχῆς, ὅπερ ἐλέγομεν καὶ ἀντιστρέφειν κατὰ τὰς καταφατικὰς καὶ ἀποφατικάς, ἀλλ’ ἔστι τοῦ μηδενὶ ἐξ ἀνάγκης, ὅπερ ἥμισύ φησιν εἶναι τοῦ ἐνδεχομένου.2 ὅπως δὲ ἔχει τοῦτο, δείξομεν ὧδε ἐκθέμενοι ἐν διαγράμματι πάσας τὰς προτάσεις. οὐκ ἀνάγκη παντί ἀνάγκη παντί οὐκ ἀνάγκη τινί ἀνάγκη τινί οὐκ ἀνάγκη μὴ παντί ἀνάγκη μὴ παντί ἐνδέχεται μηδενί οὐκ ἐνδέχεται μηδενί ἐνδέχεται παντί οὐκ ἐνδέχεται παντί Τὴν ‘ἐνδέχεται μηδενί’ βουλόμενος δεῖξαι συναγομένην ἔλαβε τὴν ἀντιφατικῶς ἀντικειμένην ταύτῃ τὴν ‘οὐκ ἐνδέχεται μηδενί’, ἵνα δείξας ταύτῃ ἀδύνατόν τι ἀκολουθοῦν συνάξῃ τὴν ἀντιφατικῶς αὐτῇ ἀντικειμένην τὴν ‘ἐνδέχεται μηδενί’. ἐπειδὴ δέ, ὡς εἴρηται, δείκνυται διὰ τοῦ τρίτου σχήματος ἡ εἰς ἀδύνατον ἀπαγωγὴ λαμβανόντων ἡμῶν ὡς μίαν πρότασιν τοῦ συλλογισμοῦ τὸ ἐξ ὑποθέσεως λαμβανόμενον συμπέρασμα καὶ τὴν ἐλάττονα πρότασιν εἰς ὑπάρχουσαν μεταλαμβανόντων, ἄδηλον δέ ἐστιν ἐν τρίτῳ σχήματι ἐκ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου ποῖον γίνεται συμπέρασμα (οὔπω γὰρ οὐδὲν εἴρηται περὶ αὐτῶν), διὰ τοῦτο μεταλαμβάνει τὴν ‘οὐκ ἐνδέχεται οὐδενί’ πρότασιν εἰς τὴν ἰσοδυναμοῦσαν αὐτῇ τὴν ‘ἀνάγκη τινί’· ὃ γὰρ οὐκ ἐνδέχεται οὐδενί, τοῦτο ἀνάγκη τινί. μεταλαμβάνων τοίνυν τὴν ‘οὐκ ἐνδέχεται οὐδενί’ εἰς τὴν ‘ἀνάγκη τινί’ καὶ δεικνὺς ταύτῃ τῇ ὑποθέσει ἀδύνατόν τι ἀκολουθοῦν, ὡς ἐδείξαμεν τὸ τὸ Α τῷ Β καὶ τινὶ καὶ οὐδενὶ ὑπάρχειν, καὶ διὰ τοῦτο ἐλέγχων ὡς ψευδῆ τὴν ὑπόθεσιν τὴν λέγουσαν ‘ἀνάγκη τινὶ τῷ Γ τὸ Α ὑπάρχειν’ δείκνυσιν εἰκότως ἀληθῆ προσεχῶς τὴν ἀντικειμένην αὐτῇ3 τὴν ‘οὐκ ἀνάγκη τινί’ καὶ διὰ τοῦτο τὴν ‘ἐνδέχεται μηδενί’, ὅπερ ἐξ ἀρχῆς προὔκειτο δεῖξαι.

“再次,设ΑΒ为全称否定前提,取Α不属于任何Β,设Β可能属于一切Γ。那么,在这些被设定的情况下,Α必然可能不属于任何Γ。” 在论述了由两个全称肯定前提构成的组合之后,他现在设定了大前提为全称否定实然前提、小前提为全称肯定或然前提的组合,并推导出Α可能不属于任何Γ。他也通过同样的证明,即通过替换和归谬法来证明这一个[组合]。他说,如果Α不属于任何Β,而Β可能属于一切Γ,那么我说,他说,Α也可能不属于任何Γ。因为如果这是虚假的,其矛盾对立的命题“Α并非可能不属于任何Γ”便为真;而这又与“必然属于某些”相同;因为并非可能不属于任何的事物,必然属于某些事物。即使他本人没有在前提命题中再次对此进行替换,从他所推导出的结论来看,他意图如此也是显而易见的。那么,如果Α必然属于某些Γ,而Β属于一切Γ(因为为了清晰起见,让或然前提再次被替换为实然前提),因此Α将属于某些Β;然而此前假定它不属于任何Β;因此,同一个事物既属于某些又不属于任何,这是不可能的。不可能的结果再次随之产生,并不是由于将或然前提替换为实然前提;因为即使它是虚假的,却并非不可能。因此显然,这是由于我们假定了“Α必然属于某些Γ”,即“并非可能不属于任何”;因为二者是同一回事。因此这是虚假的,而矛盾对立的“可能不属于任何”为真,这正是所要证明的。在通过不可能的结果证明了它推导出“可能不属于任何”之后,他补充道并指出,这个结论并非基于定义所说的或然,也就是说,它不是我们最初所定义的、我们曾说在肯定与否定形式之间可以相互换位的那种或然,而是属于“对任何都不出于必然”,他说这是或然的一半。至于这究竟是怎样的情况,我们将在此通过在图表中列出所有前提命题来加以展示。 并非必然属于一切 必然属于一切并非必然属于某些 必然属于某些并非必然不属于一切 必然不属于一切可能不属于任何 并非可能不属于任何可能属于一切 并非可能属于一切他希望证明“可能不属于任何”被推导出来,于是取了与其矛盾对立的“并非可能不属于任何”,以便在证明了有不可能的结果伴随于此之后,推导出与其矛盾对立的“可能不属于任何”。但是,正如所说过的,当我们把从假设中取得的结论作为三段论的一个前提,并把小前提替换为实然前提时,归谬法是通过第三格来证明的,而在第三格中,由实然前提与或然前提的混合会得出怎样的结论尚不明确(因为关于它们尚未作任何说明),正因如此,他把“并非可能不属于任何”这一前提命题替换为与其等值的“必然属于某些”;因为并非可能不属于任何的,就必然属于某些。因此,在把“并非可能不属于任何”替换为“必然属于某些”之后,并证明了伴随这一假设产生某种不可能的结果(正如我们证明了Α对Β既属于某些又不属于任何),从而把声称“Α必然属于某些Γ”的假设斥为虚假,他便合乎情理地证明了与其对立的命题“并非必然属于某些”直接为真,并由此证明了最初提议要证明的“可能不属于任何”为真。

语法注3 条
  1. 2.87δῆλός ἐστιν ἐξ ὧν συμπεραίνει τοῦτο βουλόμενος

    此为形容词 δῆλός ἐστιν 与分词 βουλόμενος 结合构成的人称句式(personal construction),语义上等同于非人称句式 δῆλόν ἐστιν αὐτὸν βούλεσθαι(“显而易见他意在……”)。ἐξ ὧν 是关系代词发生引申同化(attraction)后的缩略表达,相当于 ἐκ τούτων ἅ。

  2. 2.87ὅπερ ἥμισύ φησιν εἶναι τοῦ ἐνδεχομένου

    关系代词 ὅπερ 以先行从句中的短语 τὸ μηδενὶ ἐξ ἀνάγκης(“对任何都不出于必然”)为先行词,并在间接引语中作不定词 εἶναι 的主格性宾语(主词)。ἥμισυ 为宾语补足语(述语宾格),表达“他[亚里士多德]称之为或然事物的一半”之意。

  3. 2.87δείκνυσιν εἰκότως ἀληθῆ προσεχῶς τὴν ἀντικειμένην αὐτῇ

    此为双宾格(述语宾格)构式:动词 δείκνυσιν 支配宾格宾语 τὴν ἀντικειμένην(以及并列的 τὴν ‘ἐνδέχεται μηδενί’)和述语形容词 ἀληθῆ,意为“合乎情理地证明了对立的命题直接(προσεχῶς)为真”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:176.20-178.9