- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:174.12-176.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺考察了亚里士多德在第一格中通过相互替换实全前提与或然前提以导出矛盾的论证(34b2–7),并解释了为何这并非严格意义上的归谬法。随后,他讨论了全称肯定实全前提为何必须无条件而非受时间限定地被理解(34b7–14),以及引入具体词项如何导致推导出不当的必然结论。
" Ἐγχωρεῖ δὲ καὶ διὰ τοῦ πρώτου σχήματος ποιῆσαι τὸ ἀδύνατον θέντας τῷ Γ τὸ Β ὑπάρχειν." Ἑτέρως δείκνυσι τὸ ἀδύνατον ἀκολουθοῦν τῇ λεγούσῃ ὑποθέσει τὸ μὴ ἐνδέχεσθαι παντὶ συνάγειν τὴν προκειμένην πρότασιν.1 δείκνυσι δὲ τοῦτο μεταλαμβάνων ἑκατέραν τῶν προτάσεων εἰς τὴν ἑτέραν, λέγω δὲ τὴν μὲν μείζονα ὑπάρχουσαν οὖσαν εἰς ἐνδεχομένην τὴν δὲ ἐλάττονα ἐνδεχομένην οὖσαν εἰς ὑπάρχουσαν. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, συνάγεται συμπέρασμα ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν· πρὸ μικροῦ γὰρ τοῦτο δέδεικται. ἀλλὰ μὴν ὑπέκειτο μὴ ἐνδέχεσθαι παντὶ ὑπάρχειν τῷ Γ τὸ Α, ὡς ἡ ὑπόθεσις· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐνδέχεται παντὶ καὶ οὐκ ἐνδέχεται παντί, ὅπερ ἀδύνατον, τοῦ ἀδυνάτου πάλιν ἀκολουθήσαντος οὐ διὰ τὴν τῶν προτάσεων μετάληψιν (αὗται γὰρ ψευδεῖς μὲν ἦσαν, οὐ μέντοι ἀδύνατοι, καὶ οὐδὲν ἀδύνατον δυνατῷ ἀκολουθεῖ, ὡς δέδεικται) ἀλλὰ δῆλον ὅτι διὰ τὸ ὑποθέσθαι μὴ ἐνδέχεσθαι τῷ Γ παντὶ τὸ Α ὑπάρχειν. καὶ ἠδύνατο μὲν ὁ φιλόσοφος μεταλαβὼν τὰς πρώτας προτάσεις αὐτόθεν τὸ ἐνδέχεσθαι παντὶ δεῖξαι συναγούσας (τοῦτο γὰρ καὶ συνῆγον) καὶ μὴ δεηθῆναι τῆς εἰς ἄτοπον ἀπαγωγῆς· ὅμως ἐκ περιουσίας ποιῶν2 ὑπέθετο καὶ τὸ ἀντικείμενον καὶ ἔδειξε τοῦτο ἀδύνατον. ἰστέον δὲ ὅτι οὐκ ἔστιν αὕτη κυρίως εἰς ἀδύνατον ἀπαγωγή· ἡ γὰρ εἰς ἀδύνατον ἀπαγωγὴ ὑποθεμένη τὸ ἀντικείμενον τῷ ἐξ ἀρχῆς καὶ τοῦτο πρότασιν ποιησαμένη καὶ προσθεῖσα αὐτῇ τῶν ἀληθῶν τινα ἐξ ἀρχῆς κειμένων προτάσεων οὕτω δείκνυσι ἑπόμενον τὸ ἀδύνατον, ὡς πολλάκις διὰ τῶν προλαβόντων ἐδείξαμεν. ἐνταῦθα δὲ τὴν ‘οὐκ ἐνδέχεται παντί’ οὐκ ἐποίησε μέρος τοῦ συλλογισμοῦ, ἀλλὰ τὰς κειμένας προτάσεις ἀντιστρέψας καὶ μεταλαβὼν εἰς ἀλλήλας καὶ δείξας συναγόμενον τὸ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν ἐπήγαγεν ὅτι, εἰ κατὰ τὴν ὑπόθεσιν δῶμεν τὸ μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν συνάγεσθαι, εἰς ἀντίφασιν περιπεσούμεθα, ὅπερ ἀδύνατον. ἰστέον δὲ ὅτι, κἂν μίαν τῶν προτάσεων μόνην ἀντιστρέψωμεν πρὸς τὴν ἑτέραν, ὡσαύτως τὸ αὐτὸ δείξομεν ἀδύνατον γινόμενον· εἴτε γὰρ τὴν μείζονα ἐνδεχομένην ποιήσομεν, γίνεται ὁ συλλογισμὸς ἐξ ἀμφοτέρων ἐνδεχομένων καταφατικὸν ἐνδεχόμενον καθόλου συνάγων συμπέρασμα, καὶ πάλιν ἡ ἀντίφασις ἀκολουθήσει, εἴτε τὴν ἐλάττονα εἰς ὑπάρχουσαν μεταλάβωμεν, γίνεται ὁ συλλογισμὸς ἐκ δύο ὑπαρχουσῶν καθόλου καταφατικὸν ὑπάρχον συνάγων, καὶ ὁμοίως πάλιν τὸ ἄτοπον ἀκολουθήσει· τὸ αὐτὸ γὰρ τῷ αὐτῷ καὶ παντὶ ἢ ὑπάρχει ἢ ἐνδέχεται ὑπάρχειν καὶ οὐκ ἐνδέχεται παντί, ὅπερ ἀδύνατον.
“但是,假定Β实全属于Γ,通过第一格也可以得出不可能的结果。” 他以另一种方式证明,对于声称所提出的前提命题推出“并非可能属于一切”的假设,会随之产生不可能的结果。他通过把每个前提命题替换为另一个[模态的前提]来证明这一点,我是指把身为实然前提的大前提替换为或然前提,把身为或然前提的小前提替换为实全前提。因为如果Α可能属于一切Β,而Β实全属于一切Γ,便推导出结论:Α可能属于一切Γ;因为不久前已经证明了这一点。然而,按照这一假设,此前曾假定Α并非可能属于一切Γ;因此,同一个事物对同一个事物既可能属于一切又并非可能属于一切,这是不可能的;而不可能性再次随之产生,并不是由于前提命题的替换(因为这些前提虽然是虚假的,却并非不可能,而且正如已经证明的,由可能的事物决不会随之产生任何不可能的事物),而是显然由于假设了Α并非可能属于一切Γ。哲学家本可以在替换了最初的前提命题之后,直接证明它们推导出“可能属于一切”(因为它们确实推导出了这个结论),而无需诉诸归谬法;然而,为了做到万无一失,他也假定了对立命题,并证明了这是不可能的。必须知道,这并不是严格意义上的归谬法;因为归谬法是在假设了与最初命题对立的命题并将其作为前提、再向其附加最初设立的真实前提之一后,以此方式证明不可能的结果随之产生,正如我们在前面的讨论中屡次证明的那样。但在这里,他并没有把“并非可能属于一切”作为三段论的一部分,而是把已设立的前提命题相互转换并替换,并证明推导出了“Α可能属于一切Γ”,然后追加说明:如果按照假设我们承认推导出了“Α并非可能属于一切Γ”,我们将陷入矛盾,而这是不可能的。还应当知道,即使我们仅将其中一个前提相对于另一个进行转换,我们同样会证明产生同样不可能的结果;因为无论我们把大前提变为或然前提,三段论都将由两个或然前提构成,推导出全称肯定或然结论,从而再次随之产生矛盾;还是我们把小前提替换为实全前提,三段论都将由两个实全前提构成,推导出全称肯定实全结论,同样再次随之产生荒谬的结果;因为同一个事物对同一个事物,要么属于一切,要么可能属于一切,同时又并非可能属于一切,这是不可能的。
"Δεῖ δὲ λαμβάνειν τὸ παντὶ ὑπάρχειν μὴ κατὰ χρόνον ὁρίσαντας, οἷον νῦν ἢ ἐν τῷδε τῷ χρόνῳ, ἀλλ’ ἁπλῶς· διὰ τοιούτων γὰρ προτάσεων καὶ τοὺς συλλογισμοὺς ποιοῦμεν." Ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν· ὅταν λάβωμεν, φησί, καθόλου καταφατικὴν ὑπάρχουσαν πρότασιν, ὥσπερ νῦν λαμβάνομεν τὸ Α κατὰ παντὸς τοῦ Β κατηγορούμενον, οὐ δεῖ τὸ κατὰ παντὸς ἐν χρόνῳ λαμβάνεσθαι ἀληθεῦον ἀλλ’ ἀεί, ἐπεὶ ἀσυλλόγιστος ἔσται ἡ συζυγία· συνάξει γὰρ καὶ τὸ ἐξ ἀνάγκης οὐδενί. οἷον τί λέγω; ἐὰν λάβω ἄνθρωπον καὶ κινούμενον καὶ ἵππον (τούτοις γὰρ καὶ αὐτὸς κέχρηται τοῖς ὅροις) καὶ εἴπω οὕτως ‘ὁ ἄνθρωπος παντὶ κινουμένῳ ὑπάρχει’ (ὑποκείσθω γὰρ μόνα τὰ κινούμενα ἀνθρώπους εἶναι), ‘κινούμενον παντὶ ἵππῳ ἐνδέχεται ὑπάρχειν’, συναχθήσεται ἄνθρωπος ἐξ ἀνάγκης μηδενὶ ἵππῳ ὑπάρχειν, ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης προτάσεων καταφατικῶν ἀναγκαῖον ἀποφατικὸν συμπέρασμα. τοῦτο δέ, φησί, συμβαίνει διὰ τὸ τὴν μείζονα πρότασιν ἐν χρόνῳ λαμβάνειν ἀληθεύουσαν, ὅτε ἄνθρωποι μόνον ἐκινοῦντο. ὥστε, φησί, παραφυλακτέον τὸ τοιοῦτον ὡς μὴ κατὰ χρόνον ἀληθευούσας λαμβάνειν τὰς προτάσεις3 ἀλλ’ ἁπλῶς, τουτέστι καθόλου.
“但应当把‘属于一切’理解为不受时间限定,例如现在或在这段时间内,而是无条件地理解;因为我们正是通过这样的前提命题来作三段论的。” 他的意思是这样的:他说,当我们取一个全称肯定实全前提时,正如我们现在取Α述说一切Β那样,不应把“述说一切”理解为在时间中为真,而应理解为始终为真;否则前提的组合将无法构成三段论;因为[若受时间限定]它还会推导出“必然不属于任何”。例如我是什么意思呢?如果我取人、运动着的事物和马(因为他自己也使用了这些词项),并这样说:“人实全属于一切运动着的事物”(因为假定唯有运动着的事物才是人),“运动着的事物可能属于一切马”,那么将推导出“人必然不属于任何马”,即由肯定实全前提与肯定或然前提推导出了必然否定结论。他说,这种情况的发生,是由于把大前提理解为在时间中为真,即唯有人在运动的那个时间。他说,因此必须防范此类事情,以便不把前提命题理解为在时间中为真,而是无条件地,即全称地为真。
"Ἔτι ἔστω τὸ μὲν πρῶτον ζῷον, τὸ δὲ μέσον κινούμενον, τὸ δ’ ἔσχατον ἄνθρωπος." Ὑπαλλάξας τὸν ἐλάττονα ὅρον, φυλάξας δὲ τὰς προτάσεις ὡς ἐξ ἀρχῆς κατά τε τὸ ποιὸν καὶ τοὺς τρόπους, δείκνυσι συναγόμενον καὶ τὸ παντὶ ἐξ ἀνάγκης· εἰ γὰρ τὸ μὲν ζῷον παντὶ κινουμένῳ ὑπάρχει, εἰ πάλιν τὰ κινούμενα μόνον ζῷα εἴη, κινούμενον δὲ παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, συνάγεται δῆλον ὅτι ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχειν. καὶ τὸ μὲν ἀντιφατικῶς ἀντικείμενον τῷ ἐνδέχεσθαι παντὶ τὸ ἐξ ἀνάγκης οὐδενί ἐστιν, ὅπερ ἔδειξεν ἐν τοῖς πρὸ τούτου ὅροις. ἐπειδὴ δὲ ὅλως εὐπόρησεν ὅρων συναγόντων καὶ τὸ ἐξ ἀνάγκης παντί, τούτου χάριν καὶ τοῦτο ἐπήγαγεν. πόθεν δὲ ὅλως εὐπόρησε τὸ ἐξ ἀνάγκης παντὶ συναγαγεῖν; διότι ἔλαβε τὸν ἐλάττονα ὅρον εἶδος ὄντα τοῦ μείζονος. ὥστε δεῖ μήτε τὸν μείζονα ὅρον λαμβάνειν ὁριζόμενον χρόνῳ μήτε τὸν ἐλάττονα εἶδος ὄντα τοῦ πρώτου, ἐπεὶ οὐ συνάξομεν τὸ ἐνδεχόμενον.
“此外,假定第一项为动物,中项为运动着的事物,最后一项为人。” 他更换了小项,但在质和模态上都保留了最初的前提命题,以此证明“必然属于一切”也同样被推导出来;因为如果动物实全属于一切运动着的事物(如果再次假定唯有运动着的事物是动物),而运动着的事物可能属于一切人,显然推导出动物必然属于一切人。而与“可能属于一切”矛盾对立的是“必然不属于任何”,这正是他在这些词项之前所展示的。但是,既然他完全拥有能够推导出“必然属于一切”的词项,为此他也追加了这一点。那么,他究竟何以能够轻易推导出“必然属于一切”呢?因为他把小项取为了大项的种。因此,既不应把大项理解为受时间限定的,也不应把小项取为第一项[大项]的种;否则我们将无法推导出或然结论。
- 2.84τῇ λεγούσῃ ὑποθέσει τὸ μὴ ἐνδέχεσθαι παντὶ συνάγειν τὴν προκειμένην πρότασιν
不定词短语 συνάγειν τὴν προκειμένην πρότασιν 作为分词短语 τῇ λεγούσῃ ὑποθέσει 的宾语补足结构,而带有中性定冠词的引用短语 τὸ μὴ ἐνδέχεσθαι παντί 则前置作为 συνάγειν 的直接宾语,结构为“声称所提出的前提推出‘并非可能属于一切’的假设”。
- 2.84ἐκ περιουσίας ποιῶν
成语 ἐκ περιουσίας 意为“出于充裕/慎重起见”或“作为多余之举”,指亚里士多德在完成必要的证明之外,为了彻底排除异议而追加了补充性论证。
- 2.85ὡς μὴ κατὰ χρόνον ἀληθευούσας λαμβάνειν τὰς προτάσεις
连词 ὡς 带不定词 λαμβάνειν,引导对前文动名词 παραφυλακτέον(应当防范)的具体内容说明(即目的或结果:“以便不把前提理解为……”)。
