← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§172.28-174.11

第一格混合推论归谬法中不可能性之根源

斐洛庞努斯重新考察了亚里士多德在第一格中由实全大前提与或然小前提得出或然结论的归谬证明,证明荒谬结果完全来自反题假设而非小前提的实全化,并剖析了亚里士多德借助第三格混合推论所作的措辞替换与论证意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.83#2

ἐπὶ δὲ τῆς ΑΒ προτάσεως μενούσης αὐτῆς καθόλου καταφατικῆς ὑπαρχούσης καὶ μὴ μεταληφθείσης εἰς ἑτέραν συνήχθη ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν ὅτι τὸ Α οὐ παντὶ τῷ Β ὑπάρξει.1 κατὰ δὲ τὸν αὐτὸν χρόνον ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν· ὥστε οὐ μόνον ψευδὲς τὸ τοιοῦτον ἀλλὰ καὶ ἀδύνατον. Ἴδωμεν οὖν πόθεν τὸ ἀδύνατον ἠκολούθησε. δύο ὑποθέσεων κειμένων, μιᾶς μὲν τῆς λεγούσης τὸ Α τῷ Γ οὐκ ἐνδέχεσθαι παντί, ἑτέρας δὲ τῆς μεταλαμβανούσης τὴν ἐλάττονα πρότασιν ἐνδεχομένην οὖσαν εἰς ὑπάρχουσαν, πᾶσα ἀνάγκη διὰ τὴν ἑτέραν τούτων ἀκολουθῆσαι τὸ ἄτοπον. ὅτι μὲν οὖν διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν οὐκ ἠκολούθησε τὸ ἀδύνατον, δῆλον· εἰ γὰρ δυνατόν ἐστι τὸ μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν καὶ οὐκ ἀδύνατον, ἐδείχθη δὲ μικρῷ πρότερον ὅτι οὐδέποτε δυνατῷ ὑποτεθέντι ἀδύνατόν τι ἀκολουθεῖ (διὰ τοῦτο γὰρ καὶ προείληπται τὸ περὶ τούτου θεώρημα), δῆλον ἄρα ὅτι οὐ διὰ ταύτην τὴν ὑπόθεσιν τὸ ἀδύνατον ἠκολούθησεν. οὐκοῦν λείπεται διὰ τὴν ἑτέραν τὴν τὸ Α τῷ Γ οὐκ ἐνδέχεσθαι παντὶ λέγουσαν ὑπάρχειν. εἰ τοίνυν ψευδὴς ἠλέγχθη αὕτη ἡ ὑπόθεσις, δῆλον ὅτι τὸ ἀντικείμενον τούτῳ συνάγεται τὸ ‘ἐνδέχεται παντί’, ὅπερ ἔδει δεῖξαι. ἴδωμεν δὲ καὶ τῆς Ἀριστοτελικῆς δείξεως τὴν ἀκολουθίαν· ἔχει γάρ τι καὶ ἀσαφέστερον. Μὴ γὰρ ἐνδεχέσθω. ἐκθέμενος τὰς προτάσεις καὶ εἰπὼν ὅτι τὸ ἐνδέχεσθαι παντὶ συνάγεται, κατασκευάζει τοῦτο τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ὑποτιθέμενος τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται παντί’. Τὸ δὲ Β παντὶ τῷ Γ κείσθω ὑπάρχον. ὑποθέμενος τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι μεταλαμβάνει καὶ τὴν ἐλάττονα πρότασιν τὴν ΒΓ εἰς ὑπάρχουσαν, ὥσπερ ἤδη εἴπομεν· τοῦτο γὰρ εἰ καὶ ψεῦδός ἐστιν, ἀλλ’ οὐκ ἀδύνατον. εἴπομεν δὲ ὅτι καὶ τὸ ‘οὐκ ἐνδέχεται παντὶ τῷ Γ τὸ Α’, ὅπερ ἐξ ὑποθέσεως ἔλαβεν ὡς συναγόμενον, μεταλαμβάνει εἰς τὴν ‘ἀνάγκη τινί’ ὡς ἰσοδυναμοῦσαν. καὶ τοῦτο μὲν αὐτόθεν οὐ φαίνεται ὁ Ἀριστοτέλης μεταλαμβάνων, ἐκ μέντοι τοῦ συμπεράσματος δῆλός ἐστι τοῦτο βουλόμενος·2 φησὶ γὰρ συμπεραίνων τὸ Α οὐ παντὶ τῷ Β ἐνδέχεται ἀντὶ τοῦ ‘οὐ παντὶ ὑπάρχει’· τὸ γὰρ ἐνδέχεται ἀντὶ τοῦ ‘ὑπάρχει’ εἶπε. καὶ ὅτι τοῦτό ἐστι συνάγων τὸ ἄτοπον, φησὶν ἀλλ’ ὑπέκειτο παντὶ ἐνδέχεσθαι ὑπάρχειν (καὶ μὴν οὐχ ὑπέκειτο τὸ Α τῷ Β παντὶ ἐνδέχεσθαι) τὸ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν εἰπών. ὅπερ οὖν ἔλεγον, δῆλός ἐστι μεταλαμβάνων τὴν ‘οὐκ ἐνδέχεται παντί’ εἰς τὴν ‘ἀνάγκη τινί’· ἐπεὶ εἰ μὴ μετελάμβανε, πόθεν δῆλον ἐν τρίτῳ σχήματι ἐκ τῆς μείζονος μερικῆς ἐνδεχομένης τῆς δὲ ἐλάττονος ὑπαρχούσης καταφατικῆς τί ἤμελλε συνάγεσθαι; οὐδὲ γὰρ εἶπε περὶ αὐτῶν· περὶ δὲ τῆς μίξεως τῆς ἀναγκαίας καὶ ὑπαρχούσης εἴρηται· διόπερ εἰς τὸ ὁμολογούμενον ἐκφεύγει. Ἀνάγκη ἄρα τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι. εἰ γὰρ τῇ ὑποθέσει τῇ λεγούσῃ τὸ ‘οὐκ ἐνδέχεται παντί’ συνάγεσθαι ἠκολούθησέ τι ἀδύνατον, τὸ τὸ Α τῷ Β καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν, ᾗ δὲ ὑποθέσει ἀδύνατόν τι ἀκολουθεῖ ψευδής ἐστι,3 δῆλον ὅτι τὸ ἀντικείμενον ἀληθὲς ἔσται τὸ ‘ἐνδέχεται παντί’, ὅπερ ἔδει δεῖξαι. οὐ γὰρ δήπου, φησί, διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν τὸ ἀδύνατον συνῆκται· ψευδοῦς γὰρ οὔσης τῆς ὑποθέσεως καὶ οὐκ ἀδυνάτου οὐκ ἄν ποτε ἀδύνατον ἠκολούθησεν, ὡς δέδεικται· οὐκ ἄρα διὰ τοῦτο συνέβη τὸ ἀδύνατον.

然而,就ΑΒ前提而言,在它自身保持为全称肯定实全前提而未被替换为另一个前提的情况下,由我们假设Α并非可能属于一切Γ,便推导出了Α将不属于一切Β。而在同一时间,同一个事物对同一个事物既属于一切又不属于一切是不可能的;因此,这样的结果不仅是虚假的,而且是不可能的。 那么,让我们看看这种不可能的结果究竟从何而来。既然设立了两个假设,一个是声称Α并非可能属于一切Γ,另一个是把身为或然前提的小前提替换为实全前提,那么荒谬的结果必然是由其中之一所引起的。显然,不可能性并非因将或然前提替换为实全前提而随之产生;因为如果将或然前提替换为实全前提是可能的而非不可能的,并且不久前已经证明,当假设了可能的事物时决不会随之产生不可能的事物(因为正是为此才预先提出了关于此点的定理),那么显然不可能性并非因这个假设而随之产生。因此,剩下的便只能是由于另一个假设,即声称Α并非可能属于一切Γ的假设。既然这个假设已被驳斥为虚假,显然与之对立的命题,即“可能属于一切”,便被推导出来,这正是所要证明的。 不过,也让我们看看亚里士多德这一证明的推导顺序;因为其中也包含某种不够清晰之处。 “假定它并非可能。” 他在列出前提并说明推导出“可能属于一切”之后,通过假定矛盾对立的命题“并非可能属于一切”,以归谬法确立了这一点。 “并且假定Β实全属于一切Γ。” 在假设了结论的矛盾对立命题之后,正如我们已经说过的,他也把小前提ΒΓ替换为实全前提;因为这即使是虚假的,却绝非不可能。而且我们说过,对于他从假设中作为推导结果而取得的“Α并非可能属于一切Γ”,他也将其替换为等值的“必然对某个[不属于]”。亚里士多德表面上并没有显出作出这种替换,然而从结论来看,显然这是他的用意;因为他在下结论时说了“Α并非可能属于一切Β”以代替“并不属于一切”;因为他用“可能”代替了“属于”。而且他所推导出的荒谬结果正是这个,他也通过说“然而它此前被假定为可能属于一切”表明了这一点(尽管Α此前并未被假定为可能属于一切Β),在此他用“可能”代替了“属于”。因此正如我所说的,显然他将“并非可能属于一切”替换为了“必然对某个[不属于]”;因为如果他不加以替换,在第三格中,由特称或然大前提与肯定实全小前提究竟将推导出什么,又从何而明了呢?因为他关于它们什么也没有说;但关于必然命题与实全命题的混合,则已经讨论过了;因此他逃避到了被公认的事物中。 “因此,Α必然可能属于一切Γ。” 因为,如果对声称推导出“并非可能属于一切”的假设伴随着某种不可能的事物,即Α对Β既属于一切又不属于一切,而凡是伴随不可能事物的假设都是虚假的,那么显然与之对立的命题“可能属于一切”将是真实的,这正是所要证明的。他说:“因为无论如何,不可能性并非由于将或然命题替换为实全命题而被推导出来的;因为正如已经证明的,当假设是虚假而非不可能时,决不可能伴随某种不可能的事物;因此不可能性绝非因此而发生。”

语法注3 条
  1. 2.83ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν ὅτι τὸ Α οὐ παντὶ τῷ Β ὑπάρξει

    介词短语 ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς 内部嵌套了带宾格主语 τὸ Α 的不定式从句 μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν 作为其宾语,而其后的 ὅτι 从句(ὅτι τὸ Α οὐ παντὶ τῷ Β ὑπάρξει)则充当主句被动动词 συνήχθη 的主语内容从句。

  2. 2.83δῆλός ἐστι τοῦτο βουλόμενος

    形容词 δῆλος 搭配分词 βουλόμενος 并与人称主语(亚里士多德)保持一致的人称结构(Personal Construction),等同于非人称的 δῆλόν ἐστιν ὅτι βούλεται(“显然这是他的用意”)。

  3. 2.83ᾗ δὲ ὑποθέσει ἀδύνατόν τι ἀκολουθεῖ ψευδής ἐστι

    先行词 ὑπόθεσις 以与格形式被纳入关系从句 ᾗ... ἀκολουθεῖ 内部的先行词内入结构(antecedent incorporation)。句子的基本框架相当于 [ἡ ὑπόθεσις] ᾗ δὲ ὑποθέσει ἀδύνατόν τι ἀκολουθεῖ, ψευδής ἐστι(“凡是伴随着不可能事物的假设都是虚假的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:172.28-174.11