- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:171.12-172.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于实全大前提与或然小前提推出或然结论的第一格推论(34a34),斐洛庞努斯阐释了借助第三格归谬法的证明过程,并回应了关于将或然前提替换为实全前提所引发的诘难,指出其中涉及的时态转换。
" Διωρισμένων δὲ τούτων ὑπαρχέτω τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχέσθω· ἀνάγκη οὖν τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν." Λοιπὸν ἐντεῦθεν τὰς προτάσεις ἡμῖν παραδίδωσι τὰς ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης, καὶ φησὶν ἐνδεχόμενον συνάγεσθαι τὸ συμπέρασμα. παραδίδωσι δὲ πρῶτον τὴν ἐκ δύο καθόλου καταφατικῶν. δείκνυσι δὲ αὐτὴν οὕτως. τὸ Α, φησίν, ὑπαρχέτω παντὶ τῷ Β, τὸ δὲ Β ἐνδεχέσθω παντὶ τῷ Γ· λέγω, φησίν, ὅτι συνάγεται τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν. εἰ γάρ τις φαίη ψεῦδος εἶναι τοῦτο τὸ συμπέρασμα, δῆλον ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς εἶναι δώσει ‘τὸ οὐκ ἐνδέχεται παντί’· ὑποκείσθω οὖν τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί. ἐπειδὴ τοίνυν τὸ ‘οὐκ ἐνδέχεται παντί’ ἰσοδυναμεῖ τῷ ‘ἀνάγκη μὴ παντί’ (ὃ γὰρ οὐκ ἐνδέχεται παντί, τοῦτο ἀνάγκη μὴ παντί· εἰ γὰρ οὐκ ἐνδέχεται παντὶ ζῴῳ δίποδι εἶναι, ἀνάγκη μὴ πᾶν ζῷον δίπουν εἶναι), εἰ τοίνυν ἰσοδυναμεῖ, ὑποκείσθω τὸ Α τῷ Γ ἐξ ἀνάγκης μὴ παντὶ ὑπάρχειν. πάλιν ἐπειδὴ τὸ Β ὑπόκειται παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν, ὑποκείσθω τὸ ἐνδεχόμενον ἐκβεβηκὸς καὶ γινόμενον ὑπάρχον· τοῦτο γὰρ εἰ καὶ ψεῦδος, ἀλλ’ οὖν οὐκ ἀδύνατον. εἰ τοίνυν τὸ μὲν Α ἀνάγκη μὴ παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, γίνεται τὸ τρίτον σχῆμα ἐξ ἀναγκαίας τε καὶ ὑπαρχούσης προτάσεως· ἐδείχθη δὲ ὅτι ἐν τρίτῳ σχήματι, ὅταν ἡ μὲν μείζων ἀναγκαία ᾖ μερικὴ ἀποφατική ἡ δὲ ἐλάττων καθόλου ὑπάρχουσα καταφατική, μερικὸν ἀποφατικὸν ὑπάρχον συνάγεται συμπέρασμα· τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπάρχει. ὑπέκειτο δὲ καὶ παντὶ ὑπάρχειν· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντὶ ὑπάρχει, ὅπερ ἀδύνατον. πόθεν οὖν τὸ ἀδύνατον ἠκολούθησεν; λέγω ὅτι παρὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντὶ ὑπάρχειν.1 εἰ τοίνυν τῇ ὑποθέσει ταύτῃ ἀδύνατόν τι ἠκολούθησε, ψεῦδος ἄρα τὸ λέγειν ὅτι τὸ ‘οὐκ ἐνδέχεται παντί’ συνάγεται· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντικείμενον τὸ ἐνδέχεσθαι παντί, ὅπερ ἔδει δεῖξαι. Ἀποροῦσι δέ τινες πρὸς ταύτην τὴν δεῖξιν τοῦ Ἀριστοτέλους, ὧν τὴν ἀπορίαν ἄξιόν ἐστιν ἐπισκέψασθαι οὐκ ἀφυῶς ἔχουσαν.2 φασὶ γὰρ ὅτι οὐδὲν ἀδύνατον συμβαίνει, ἐὰν ὑποθώμεθα συνάγεσθαι τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί. τί γὰρ συνήγετο; ὅτι τὸ Α τῷ Β οὐ παντὶ ὑπάρχει. ὑπῆρχε δὲ καὶ παντί. τοῦτο δὲ ψεῦδος μέν ἐστι τὸ τὸ αὐτὸ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν,3 οὐ μέντοι καὶ ἀδύνατον· εἰ γὰρ τὸ ὑπάρχον τοιοῦτόν ἐστιν ὡς καὶ ποτὲ δύνασθαι μὴ ὑπάρχειν, δυνατὸν ἄρα τὸ παντὶ ὑπάρχον ποτὲ καὶ μὴ παντὶ ὑπάρχειν. εἴπερ οὖν καὶ ὑμεῖς, φασί, μετελάβετε τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν, ὅπερ ψεῦδος μέν ἐστιν οὐ μέντοι ἀδύνατον, τί ἄτοπον, εἰ ἐκ προτάσεως ψευδοῦς μὲν οὐκ ἀδυνάτου δὲ ψευδὲς συναχθείη συμπέρασμα καὶ οὐκ ἀδύνατον; τί οὖν πρὸς ταῦτα ἡμεῖς λέγομεν; ὅτι ἡ μὲν μετάληψις τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν οὐκ ἐπὶ τοῦ αὐτοῦ χρόνου οὐδὲ μενούσης τῆς ἐνδεχομένης [ἐνδεχομένη] γέγονε [καὶ ὑπάρχουσα] (τοῦτο γὰρ οὐ μόνον ἐστὶ ψεῦδος ἀλλὰ καὶ ἀδύνατον τὴν αὐτὴν ἐνδεχομένην τε ἅμα καὶ ὑπάρχουσαν εἶναι), ἀλλὰ μετελήφθη ἡ πρότασις ἀπὸ μέλλοντος χρόνου εἰς ἐνεστῶτα, εἴπερ ἡ μὲν ἐνδεχομένη τὸν μέλλοντα δηλοῖ, ἡ δὲ ὑπάρχουσα τὸν ἐνεστῶτα. τὸ τοίνυν μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν, εἰ καὶ ψεῦδός ἐστι, διότι ἀντὶ μέλλοντος χρόνου ἐνεστῶτα λαμβάνομεν, οὐ μέντοι τοῦτο ἀδύνατον ἔσται τὸ τὴν ἐνδεχομένην ποτὲ ὑπάρχουσαν γενέσθαι.
“在这些已被规定之后,假定Α属于一切Β,而Β可能属于一切Γ;因此,Α必然可能属于一切Γ。” 自此,他向我们传授由实然大前提与或然小前提构成的诸前提,并说推导出的结论是或然的。他首先传授由两个全称肯定命题构成的形式。他如此证明它。他说:“假定Α属于一切Β,而Β可能属于一切Γ;我说,”他说,“由此推导出Α可能属于一切Γ。”因为如果有人说这个结论是虚假的,显然他将承认与之相矛盾的命题“并非可能属于一切”是真实的;因此,设定Α并非可能属于一切Γ。既然“并非可能属于一切”等值于“必然不属于一切”(因为凡并非可能属于一切的,必然不属于一切;事实上,如果不可能是每种动物都是双足的,那么必然并非每种动物都是双足的),既然等值,那么就假定Α必然不属于一切Γ。再者,既然Β被假定为可能属于一切Γ,那就假定这一或然者已经发生并成为实全者;因为即使这是虚假的,却绝非不可能。因此,如果Α必然不属于一切Γ,而Β实全属于一切Γ,那么由必然前提与实全前提就构成了第三格;并且已经证明,在第三格中,当大前提是必然的特称否定命题而小前提是全称肯定的实全命题时,推导出的结论是特称否定的实全命题;因此Α并不属于一切Β。然而它此前也被假定属于一切;所以同一个事物对同一个事物既属于一切又不属于一切,这是不可能的。那么,这种不可能性是从何而来的呢?我说,这是由于我们假定了Α并非可能属于一切Γ。因此,如果根据这一假设产生出某种不可能的事物,那么说推导出“并非可能属于一切”便是虚假的;而如果这是虚假的,与之对立的命题,即可能属于一切,便是真实的,这正是所要证明的。 然而,有些人针对亚里士多德的这一证明提出了难题,他们的难题并非没有见地,值得加以考察。因为他们说,如果我们假设推导出Α并非可能属于一切Γ,并不会发生任何不可能的事。因为推导出了什么呢?推导出了Α不属于一切Β。但它也实全属于一切。而同一个事物既属于一切又不属于一切,这虽是虚假的,却绝非不可能;因为如果实全属于者是那种在某个时刻也能够不属于的性质,那么属于一切者在某个时刻不属于一切也是可能的。“因此,如果你们自己,”他们说,“也把或然命题替换为实全命题,这虽是虚假的却绝非不可能,那么如果从一个虚假而非不可能的前提推导出一个虚假而非不可能的结论,又有什么荒谬之处呢?”那么对此我们该说什么呢?即把或然命题替换为实全命题并不是在同一时间发生的,也不是在或然命题保持既是或然又是实全的状态下发生的(因为同一个命题同时既是或然又是实全,这不仅是虚假的,而且是不可能的),而是由于如果或然命题表明将来,而实全命题表明现在,该命题便是从将来时态转移到了现在时态。因此,把或然命题替换为实全命题,即使由于我们取现在时态代替将来时态而是一件假事,然而或然命题在某个时刻成为实全命题,这本身却不会是不可能的。
- 2.83παρὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντὶ ὑπάρχειν
介词 παρά 接带冠词不定式宾格,表示原因或缘由(“由于我们假设……”)。不定式 ὑποθέσθαι 的逻辑主语是宾格代词 ἡμᾶς,且其后带有一个宾格加不定式从句 τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι… 作为宾语,构成嵌套的不定式结构。
- 2.83ὧν τὴν ἀπορίαν ἄξιόν ἐστιν ἐπισκέψασθαι οὐκ ἀφυῶς ἔχουσαν
关系代词属格 ὧν 的先行词为 τινες,修饰名词短语 τὴν ἀπορίαν(“他们的难题”)。分词 οὐκ ἀφυῶς ἔχουσαν 作定语或表语修饰 τὴν ἀπορίαν(“并非不得要领的/颇具巧思的”),不定式 ἐπισκέψασθαι 用作形容词 ἄξιον 的补足语(“值得考察”)。
- 2.83τοῦτο δὲ ψεῦδος μέν ἐστι τὸ τὸ αὐτὸ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν
在此以指示代词 τοῦτο 为句法主语的句子中,连续出现的两个中性冠词(τὸ τὸ)中,第一个 τό 使不定式短语 ὑπάρχειν 名词化,作 τοῦτο 的同位语(或实质主语);第二个 τό 则限定 αὐτό,意为“同一事物”。
