- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:170.9-171.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》34a18–25,以第一格直言三段论为例,说明前提的模态(可能或必然)直接传递至结论,并通过归谬法论证:从虚假但可能的前提中,所引出的结论也必然同样是虚假但可能的。
" Οἷον ὅταν αἱ προτάσεις οὕτως ἔχωσιν ὡς ἐλέχθη κατὰ τὸν συλλογισμόν· εἰ γὰρ τὸ Γ κατὰ τοῦ Δ, τὸ δὲ Δ κατὰ τοῦ Ζ, καὶ τὸ Γ κατὰ τοῦ Ζ ἐξ ἀνάγκης· καὶ εἰ δυνατὸν δ’ ἑκάτερον, καὶ τὸ συμπέρασμα δυνατόν." Λαμβάνει προτάσεις τὸ ΓΔ καὶ ΔΖ, συμπέρασμα δὲ τὸ ΓΖ. ὅταν οὖν [ὡς], φησίν, οὕτως συμπλακῶσιν ὥσπερ εἴπομεν κατὰ συλλογιστικὴν μέθοδον, ἀνάγκη καὶ τὸ συμπέρασμα ἕπεσθαι. οὕτω δὲ ἕπεται ὡς ἂν ἔχωσιν αἱ προτάσεις·1 δυνατῶν γὰρ οὐσῶν πᾶσα ἀνάγκη δυνατὸν εἶναι καὶ τὸ συμπέρασμα, καὶ εἰ ἀναγκαῖαι, πάντως ἀναγκαῖον.
“例如,当诸前提如在推论中所述的那样处于某种状态时;因为如果Γ属于Δ,而Δ属于Ζ,那么Γ必然属于Ζ;并且如果二者均是可能的,结论也是可能的。” 他把ΓΔ与ΔΖ作为前提,把ΓΖ作为结论。因此他说,当它们正如我们按照推论方法所说的那样以这种方式结合时,结论必然也会跟随。而它跟随的方式取决于前提处于何种状态:因为当前提是可能的,结论必然也完全是可能的,如果前提是必然的,结论也全然是必然的。
"Τούτου δὲ δειχθέντος φανερὸν ὅτι ψεύδους ὑποτεθέντος καὶ μὴ ἀδυνάτου καὶ τὸ συμβαῖνον διὰ τὴν ὑπόθεσιν ψεῦδος ἔσται καὶ οὐκ ἀδύνατον." Δειχθέντος, φησίν, ὅτι πάντως τοῦ ἡγουμένου δυνατοῦ ὄντος πᾶσα ἀνάγκη καὶ τὸ ἑπόμενον δυνατὸν εἶναι, ἐάν, φησίν, ὡς ἐν ὑποθέσει προηγούμενόν τι λάβωμεν, ὅπερ ψεῦδος μέν ἐστι διὰ τὸ αὐτὸ τοῦτο κατὰ τὴν ὑπόθεσιν εἰλῆφθαι καὶ μήπω εἰς ἐνέργειαν ἐκβεβηκέναι,2 ἀδύνατον δὲ οὐκ ἔστι διὰ τὸ δύνασθαι εἰς ἐνέργειαν ἐκβῆναι, δῆλον ὅτι καὶ τὸ ἑπόμενον τούτῳ ψεῦδος μὲν ἔσται, ἀδύνατον δὲ οὐκ ἔσται. οἷον εἰ καθημένου Σωκράτους εἴποιμι ὅτι, εἰ βαδίζει Σωκράτης, ἐξ ἀνάγκης καὶ κινεῖται, λαμβάνω προηγούμενον μὲν τὸ Σωκράτην βαδίζειν, ὅπερ ψεῦδος μέν ἐστιν (ὑπόκειται γὰρ καθήμενος), οὐ μέντοι ἀδύνατον· οὐκοῦν καὶ τὸ ἑπόμενον τούτῳ, τὸ κινεῖσθαι αὐτόν, ψεῦδος μέν, οὐ μὴν καὶ ἀδύνατον. καὶ πάλιν τὸ λέγειν μὴ οὔσης ἡμέρας ‘εἰ ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν’, ὁμοίως, καὶ τὸ ἑπόμενον καὶ τὸ ἡγούμενον ψεῦδος μέν, οὐκ ἀδύνατον δέ. εἰ γὰρ πάντως μὲν ἕπεται, φησί, τῷ Α τὸ Β, τὸ δὲ Α ἐστὶ δυνατόν, ἀνάγκη πᾶσα καὶ τὸ Β εἶναι δυνατόν· εἰ γὰρ ἀδύνατον εἴη τὸ Β, ἕπεται δὲ τῷ Α, τὸ αὐτὸ καὶ δυνατὸν καὶ ἀδύνατον ἔσται.3 εἰ μὲν γὰρ ἕπεται τῷ Α, ἐξ ἀνάγκης δυνατὸν ἔσται· ἔστι δὲ καὶ ἀδύνατον, ὡς ἡ ὑπόθεσις τῶν οὕτω βουλομένων· τὸ αὐτὸ ἄρα δυνατὸν καὶ ἀδύνατον ἔσται καὶ ὂν καὶ μὴ ὄν, ὅπερ ἄτοπον. ψεῦδος ἄρα τὸ ὑποτίθεσθαι τῷ δυνατῷ ἀδύνατον ἀκολουθεῖν· οὐκοῦν ἀληθὲς τὸ τῷ δυνατῷ πάντως δυνατὸν ἀκολουθεῖν, ὅπερ ἔδει δεῖξαι.
“当这一点被证明后,显然,如果设定了某个虚假但并非不可能的事物,因该假设而产生的结果也将是虚假而非不可能的。” 他说,既然已经证明当前件全然是可能的,后件必然也完全是可能的,那么他说,如果我们作为假设取某个先行之物,它恰恰由于是作为假设被取用且尚未转入现实活动而是虚假的,但由于能够转入现实活动而并非不可能,显然跟随它的后件也将是虚假而非不可能的。例如,在苏格拉底坐着时,如果我说“如果苏格拉底在行走,他必然也在运动”,我便把苏格拉底在行走取作前件,这虽是虚假的(因为假定他是坐着的),却绝非不可能;因此跟随它的后件,即他在运动,虽是虚假的,却也绝非不可能。再如,在不是白天时说“如果是白天,太阳就在大地之上”,情形也是相同的,后件与前件都是虚假的,却不是不可能的。他说,因为如果Β全然跟随Α,而Α是可能的,那么Β也完全必然是可能的;因为如果Β是不可能的,却又跟随Α,同一个事物就将既是可能的又是不可能的。因为如果它跟随Α,它必然将是可能的;但它又是不可能的,正如那些如此设想的人的假设所言;因此同一个事物将既是可能的又是不可能的,既存在又不存在,这是荒谬的。因此,假设不可能的事物跟随可能的事物是虚假的;所以,跟随可能之物的全然是可能之物,这是真实的,而这正是所要证明的。
- 2.81οὕτω δὲ ἕπεται ὡς ἂν ἔχωσιν αἱ προτάσεις
ὡς ἂν ἔχωσιν 是带有虚拟式的普遍泛指性关系/状语从句,与主句中的 οὕτω 相呼应,表示“前提处于何种模态,结论便以何种方式跟随”。
- 2.82διὰ τὸ αὐτὸ τοῦτο κατὰ τὴν ὑπόθεσιν εἰλῆφθαι καὶ μήπω εἰς ἐνέργειαν ἐκβεβηκέναι
介词 διά 支配带有冠词的中性单数宾格不定式短语(τὸ ... εἰλῆφθαι καὶ ... ἐκβεβηκέναι),说明前件为何是虚假的原因。αὐτὸ τοῦτο 起副词性或同位语的强调作用,意为“恰恰因为这一点,即依假设[而被取用]”。
- 2.82εἰ γὰρ ἀδύνατον εἴη τὸ Β, ἕπεται δὲ τῷ Α, τὸ αὐτὸ καὶ δυνατὸν καὶ ἀδύνατον ἔσται
这是一个混合条件句:条件从句的第一项用希求式(εἴη)表达假设性让步(“如果Β是不可能的”),第二项则用陈述式现在时(ἕπεται)引入对比的已知事实(“而它又跟随Α”),主句则用陈述式将来时(ἔσται)推导出必然后果中的荒谬结论。
