← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§168.26-170.8

各种可能意义下的推论关系与前提的多数性

菲洛波诺斯注解了34a12–16,阐明前件可能则后件必可能这一规则不仅适用于生成中的可能,亦适用于必然与实际存在等各种意义的“可能”,并对比了狄奥多洛和费隆的定义。随后针对34a16指出,在推论性跟随关系中,前件Α并非单个前提,而是至少由两个前提构成以推出结论Β。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.79

" Δεῖ δὲ λαμβάνειν μὴ μόνον ἐν τῇ γενέσει τὸ δυνατὸν καὶ ἀδύνατον ἀλλὰ καὶ ἐν τῷ ἀληθεύεσθαι καὶ ἐν τῷ ὑπάρχειν καὶ ὁσαχῶς ἄλλως λέγεται τὸ δυνατόν· ἐν ἅπασι γὰρ ὁμοίως ἕξει." Δείξας ὅτι τοῦ ἡγουμένου δυνατοῦ ὄντος ἀνάγκη καὶ τὸ ἑπόμενον εἶναι δυνατόν, διὰ τούτων φησὶν ὅτι ἡ ἀκολούθησις αὕτη οὐ μόνον ἐπὶ τοῦ κυρίως δυνατοῦ ὑπάρχει, ὅπερ φησὶ κατὰ τὴν γένεσιν, τουτέστι τὸ μήπω μὲν ὂν δυνάμενον δὲ ὑπάρχειν, ὅπερ εἰς ταὐτὸν ἔρχεται τῷ κυρίως ἐνδεχομένῳ. ἀδύνατον δὲ ἐν τῇ γενέσει οἷον τὸ ἐν τῷ βυθῷ ὄστρακον ἀδύνατον γενέσθαι ὁρατόν, ἀδύνατον δὲ οὐ τῇ φύσει ἀλλὰ τῇ γενέσει. οὐ μόνον οὖν, φησίν, ἐπὶ τούτου φυλάττεται ἡ ἀκολούθησις αὕτη ἀλλὰ καὶ ἐν τῷ δυνατῷ τῷ κατὰ τὸ ἀληθεύειν, τουτέστι τῷ κατὰ τὸ ἀναγκαῖον· εἴπομεν γὰρ πολλάκις ὅτι τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον φέρεται καὶ ἐπὶ τοῦ ἀναγκαίου καὶ ἐπὶ τοῦ ὑπάρχοντος, ὡς φαμὲν δυνατὸν τὸν ἥλιον ἐν κριῷ γενέσθαι καίτοι ἀναγκαῖον 〈ὂν〉, καὶ τὸν Σκύθην δυνατὸν λευκὸν εἶναι καίτοι ὑπάρχον.1 ἢ γὰρ δυνατὸν πάντως ἢ οὐ δυνατόν· ἀλλὰ μὴν τὸ οὐ δυνατὸν ψεῦδος· δυνατὸν ἄρα. ἀδύνατον δὲ ἐν τῷ ἀληθεύεσθαι τὸ κυρίως ἀδύνατον. ἐν δὲ τῷ ὑπάρχειν * * ὁμοίως, φησίν, ἡ ἀκολούθησις τοῦ δυνατοῦ καὶ ἐπὶ τοῦ κατὰ τὸ ἀναγκαῖον καὶ ἐπὶ τοῦ κατὰ τὸ ὑπάρχον ἔσται. ἐπειδὴ δὲ τὸ ἀναγκαῖον ἀεὶ ὡσαύτως ἔχει καὶ ὁ περὶ αὐτοῦ τι λέγων πάντως ἀληθεύει, διὰ τοῦτο βουλόμενος τὸ κατὰ τὸ ἀναγκαῖον δυνατὸν σημᾶναι τὸ ἐν τῷ ἀληθεύεσθαί φησι. τὸ δὲ καὶ ὁσαχῶς ἄλλως λέγεται τὸ δυνατὸν προσέθηκεν, ἵνα σημάνῃ τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ ἐπ’ ἴσης, τὸ ἐπ’ ἔλαττον. Διόδωρος δὲ ἄλλα τινὰ τοῦ δυνατοῦ σημαινόμενα εἶναί φησι· φησὶ γὰρ δυνατὸν εἶναι ἢ τὸ ἐκβεβηκὸς ἤδη, ὅπερ φαμὲν ἡμεῖς ὑπάρχον, ἢ τὸ δυνάμενον ἐκβῆναι μήπω δὲ ἐκβεβηκός. ὁ δὲ Φίλων φησὶ δυνατὸν εἶναι ἢ τὸ ἐκβεβηκὸς ἢ τὸ δυνάμενον ἐκβῆναι μηδέποτε δὲ ἐκβαῖνον, ὥσπερ λέγομεν αἰσθητὸν εἶναι τὸ ἐν τῷ βυθῷ ὄστρακον. ὁ δὲ Ἀριστοτέλης μέσον τούτων χωρήσας τὸ κυρίως τοῦ δυνατοῦ σημαινόμενον ἡμῖν παραδέδωκεν, ὃ μήπω μὲν ἐξέβη δύναται δὲ ἐκβῆναι.

“但是应当不仅在生成中,而且在为真中,在实际存在中,以及在可能被述说的无论多少种其他方式中来理解可能与不可能;因为在所有这些情况中情形都是相同的。” 在表明当前件可能时后件必然也是可能的之后,他通过这些话指出,这种跟随关系不仅存在于严格意义上的可能——即他所说的按照生成而言的可能,也就是说尚未存在但能够存在之物,这与严格意义上的偶然是一回事。而生成中的不可能,例如深海中的贝壳不可能变为可见的,这并非本性上不可能,而是在生成中不可能。他说,因此这种跟随关系不仅在此类事物中得以保持,而且在依据为真而论的可能中,亦即依据必然性而论的可能中也得以保持。因为我们曾多次说过,可能与偶然既适用于必然之物,也适用于实际存在之物,正如我们说太阳进入白羊座是可能的,尽管[这]是必然的;又如说斯基泰人是白皮肤是可能的,尽管这是实际存在的。因为必定要么是可能的,要么不是可能的;但“不是可能的”确实是假的;因此是可能的。而在为真中的不可能,则是严格意义上的不可能。他说,而在实际存在中[……]同样地,可能的跟随关系既适用于依据必然的事物,也适用于依据实际存在的事物。既然必然之物始终处于同样的状态,而任何谈论它的人都全然在说真话,因此为了表示依据必然的可能,他才说“在为真中”。他又补充说“以及在可能被述说的无论多少种其他方式中”,是为了表示在多数情况下成立之物、均等概率之物、较少情况下成立之物。但狄奥多洛则说可能的涵义是另外一些;因为他说,可能要么是已经发生之物(这正是我们所说的实际存在),要么是能够发生但尚未发生之物。费隆则说,可能要么是已经发生之物,要么是能够发生但绝不发生之物,正如同我们说深海中的贝壳是可感觉的一样。亚里士多德则走在二者之间,向我们传授了可能的严格涵义,即尚未发生但能够发生之物。

§2.80

"Ἔτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τὸ Β ἔσται δεῖ ὑπολαβεῖν·2 οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος, ἀλλὰ δυοῖν ἐλαχίστοιν." Ἐπειδὴ οὐχ ὡς ἐπὶ προτάσεων πλειόνων ἐγύμνασε τὸν λόγον ἀλλ’ ὡς ἐπὶ δύο ὅρων ἀντιστρεφόντων πρὸς ἀλλήλους, διὰ τοῦτο ταῦτα ἐπήγαγε λέγων ὅτι οὐχ ὡς ἐπὶ μιᾶς προτάσεως λαμβάνομεν τὴν δεῖξιν ταύτην ἀλλ’ ὡς ἐπὶ συλλογισμοῦ· λαμβάνομεν γὰρ τὸ μὲν Α ἀνάλογον ταῖς προτάσεσι, τὸ δὲ Β τῷ συμπεράσματι. ἀνάγκη οὖν, φησί, δυνατῶν οὐσῶν τῶν προτάσεων δυνατὸν εἶναι καὶ τὸ συμπέρασμα· ἀδύνατον γὰρ συμπέρασμα δυναταῖς προτάσεσιν οὐδέποτε ἀκολουθεῖ. Οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος φησί, τουτέστιν ἑνός τινος ἡγουμένου οὐδὲν συμπέρασμα ἀκολουθήσει. τί οὖν; οὐκ ἀνθρώπου ὄντος ἀνάγκη εἶναι ζῷον; ἀλλ’ οὐκ ἐπὶ τούτων φησὶ τῶν ἀκολουθήσεων ἀλλ’ ἐπὶ τῶν συλλογιστικῶν, ὡς εἶπον, ὅτι μιᾶς προτάσεως οὔσης οὐκ ἔσται τι συμπέρασμα, ἀλλὰ δεῖ τοὐλάχιστον δύο εἶναι τὰς προτάσεις, ὡς πολλάκις εἴρηται.

“此外,‘当Α存在时Β便存在’,绝不应理解为当Α是任何单一之物时Β便会存在;因为当任何单一之物存在时,并不必然有任何事物存在,而是至少要有两件。” 由于他此前不是就多个前提展开论述,而是就彼此换位的两个项展开论述,所以他补充了这些话,说明我们不是把这个证明理解为针对单个前提,而是针对推论;因为我们把Α理解为对应于前提群,把Β理解为对应于结论。因此他说,前提群可能时,结论必然也是可能的;因为不可能的结论是绝不会跟随可能的前提群的。他说,“因为当任何单一之物存在时,并不必然有任何事物存在”,也就是说当任何单一之物作为前件时,绝不会有任何结论跟随。那么究竟如何呢?难道人存在时,动物的存在不是必然的吗?但他说的不是这类跟随关系,而是如我所说的那样指推论性的跟随关系,即仅存在单个前提时不会有任何结论产生,而是正如多次指出的那样,前提必须至少有两个。

语法注2 条
  1. 2.79καίτοι ἀναγκαῖον 〈ὂν〉, καὶ τὸν Σκύθην δυνατὸν λευκὸν εἶναι καίτοι ὑπάρχον

    连词 καίτοι 表让步(“尽管”、“虽然”),配合后文补出的分词 ὂν 以及作表语的形容词/分词(ἀναγκαῖον, ὑπάρχον),构成让步状语结构(“尽管是必然的”、“尽管是实际存在的”),用以修饰并对比前文关于太阳和斯基泰人的不定式短语。

  2. 2.80τὸ ὄντος τοῦ Α τὸ Β εἶναι οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τὸ Β ἔσται δεῖ ὑπολαβεῖν

    句首带冠词的不定式短语 τὸ ὄντος τοῦ Α τὸ Β εἶναι 作为前置主题,充当主要动词短语 δεῖ ὑπολαβεῖν(“应当理解/认为”)的宾语。随后的 οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τὸ Β ἔσται 则充当规定 ὑπολαβεῖν 实际内容的补足结构(“[不应理解为]当Α是某个单一之物时Β便会存在”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:168.26-170.8