← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§167.14-168.25

可能与不可能的前件后件之八种组合

菲洛波庞通过指涉关系驳斥了斯多亚派的反驳,重申不可能之事决不跟随可能之事,并系统检视了可能与不可能作为前件与后件的全部八种组合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.78#3

εἰ δὲ δύναται καὶ ἐπ’ ἴσης εἶναι, ὅτε καὶ ἰσοτίμως ἔχουσι πρὸς ἀλλήλους οἱ ὅροι, ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ γελαστικοῦ, οὐδὲν ἡμῖν τοῦτο πρὸς τὸ προκείμενον, πλὴν ὅτι ἀδύνατον τὸν ἡγούμενον ἐπὶ πλέον εἶναι τοῦ ἑπομένου.1 πρὸς δὲ τούτοις κἀκεῖνο λέγομεν, ὅτι εἰ κατ’ αὐτοὺς τοὺς Στωικοὺς τὰ ὀνόματα τὸ ἰδίως ποιὸν σημαίνουσιν, ἰδίως δὲ ποιόν φασι τὰ συμβεβηκότα τὰ χαρακτηρίζοντα ἑκάστην οὐσίαν, τὸ ἄρα Δίων ἀδύνατον φέρειν ἐπὶ τοῦ τεθνηκότος ἰδίως ποιοῦ μὴ ὄντος ἀλλ’ ἢ φθαρέντος ἢ ἐπὶ φθορὰν ὁδεύοντος· ἀδυνάτῳ δὲ ὄντι τούτῳ, λέγω δὴ τῷ λέγεσθαι ἐπὶ τοῦ τεθνηκότος ὅτι Δίων, εἰ ἀδύνατόν τι ἀκολουθεῖ, οὐδὲν θαυμαστόν.2 εἰ δὲ λέγουσιν ὅτι κατὰ ἀναφορὰν λέγομεν τὸ Δίων, οἷον ὁ ποτὲ Δίων, φήσομεν καὶ ἡμεῖς ὅτι καὶ τὸ ‘οὗτος’ κατὰ ἀναφορὰν ληψόμεθα ‘ὁ ποτὲ οὗτος’, καὶ οὕτως οὐκ ἔσται ἀδύνατον ἀλλὰ δυνατὸν τὸ ἑπόμενον. καὶ γὰρ πολλὰ λέγομεν κατὰ ἀναφορὰν καὶ ἐπὶ τοῦ παρελθόντος καὶ ἐπὶ τοῦ μέλλοντος χρόνου, οἷον ὅταν εἴπωμεν ὅτι ὁ τάφος οὗτος Ἀχιλλέως ἐστί, πολλάκις μηδὲ τοῦ τυχόντος λειψάνου τῶν ὀστῶν Ἀχιλλέως ἐν τῷ τάφῳ ὄντος, ἀλλὰ δῆλον ὅτι τοῦ ποτὲ Ἀχιλλέως ὄντος· πάλιν οἰκίας οἰκοδομουμένης λέγομεν ὅτι ὁ οἶκος οὗτος Πλάτωνός ἐστιν οἶκος, ἀλλὰ δῆλον ὅτι ὁ ἐσόμενος οἶκος. Ὅτι μὲν οὖν οὐκ ἐγχωρεῖ δυνατοῦ ὄντος τοῦ προηγουμένου τὸ ἑπόμενον εἶναι ἀδύνατον, δῆλον. ἐγχωρεῖ δὲ δυνατοῦ ὄντος τοῦ ἑπομένου τὸ προηγούμενον εἶναι ἀδύνατον, ὡς εἴ τις λέγων ἑαυτὸν ὄνον εἶναι ἐπιφέροι ὅτι καὶ ζῷον εἴη· ἐν τούτοις γὰρ τὸ μὲν ἑπόμενον δυνατόν, τὸ δὲ προηγούμενον ἀδύνατον· ἀδύνατον γὰρ τὸν ἄνθρωπον ὄνον εἶναι· ἕπεται δὲ τῷ ὄνον εἶναι τὸ ζῷον εἶναι, καὶ δυνατὸν τὸν ἄνθρωπον ζῷον εἶναι· ὥστε ἀδυνάτῳ δυνατὸν ἕπεται. οὕτω καὶ ὁ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ βιβλίῳ δείκνυσι ψευδέσι προτάσεσιν ἀληθὲς συμπέρασμα ἀκολουθοῦν, ὡς εἴ τις λέγοι ‘ὁ ἄνθρωπος κύων, ὁ κύων ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’. ἐν τούτοις δὲ οὐκ ἔχει τὸ κῦρος τοῦ συμπεράσματος ὁ μέσος ὅρος, ὥσπερ χρὴ τὰς συλλογιστικὰς ἔχειν προτάσεις, ἀλλὰ διὰ τὴν φύσιν τῶν ἄκρων τὸ συμπέρασμα συνῆκται. Ὀκτὼ δὲ συζυγιῶν ἐκ τοῦ δυνατοῦ καὶ ἀδυνάτου γινομένων καὶ ἑπομένου καὶ προηγουμένου3 ἀνάγκη τοῦ προηγουμένου δυνατοῦ ὄντος [τὸ ἑπόμενον] ἕπεσθαι ἢ τὸ δυνατὸν ἢ τὸ ἀδύνατον· πάλιν τοῦ δυνατοῦ ἑπομένου τὸ προηγούμενον ἢ δυνατὸν ἔσται ἢ ἀδύνατον. καὶ οὕτω μὲν τέσσαρες τοῦ δυνατοῦ ἢ προηγουμένου ἢ ἑπομένου. ἐὰν δὲ πάλιν λάβωμεν τὸ ἀδύνατον ἡγούμενον, ἀνάγκη τὸ ἑπόμενον ἢ καὶ αὐτὸ ἀδύνατον εἶναι ἢ δυνατόν· πάλιν ἐὰν λάβωμεν τὸ ἑπόμενον ἀδύνατον εἶναι, τὸ ἡγούμενον ἢ ἀδύνατον ἔσται ἢ δυνατόν. ὀκτὼ οὖν συζυγιῶν γινομένων ὅτι μὲν τοῦ δυνατοῦ ἡγουμένου πάντως τὸ ἑπόμενον δυνατὸν ἔσται καὶ οὐκ ἀδύνατον, δῆλον ἐξ ὧν ὁ Ἀριστοτέλης ἔδειξε· δῆλον δὲ ἐκ τούτων καὶ ὅτι τοῦ δυνατοῦ ἑπομένου ἐγχωρεῖ δυνατὸν εἶναι τὸ προηγούμενον, ἀδυνάτου δὲ τοῦ ἑπομένου ὄντος οὐκ ἐγχωρεῖ δυνατὸν εἶναι τὸ προηγούμενον. ὥστ’ ἔχομεν τέσσαρας συζυγίας ἀποδεδειγμένας. ὅτι δὲ ἀδυνάτου ἡγουμένου δυνατὸν ἕπεσθαι ἐγχωρεῖ, ἡμεῖς ἐδείξαμεν· καὶ ἐκ τούτου δῆλον ὅτι δυνατοῦ ἑπομένου ἀδύνατον ἐγχωρεῖ προηγούμενον εἶναι. ὥστ’ ἔχομεν ἓξ συζυγίας. πάλιν ἀδυνάτου προηγουμένου οὐδὲν θαυμαστὸν ἀδύνατον ἕπεσθαι καὶ ἑπομένου προηγεῖσθαι. ὥστ’ ἔχομεν τὰς ὀκτὼ συζυγίας.

即使在项与项之间地位对等时——例如在人与具有笑的能力之物的情况下——[后件与前件]也可能处于同等外延,但这除了表明前件不可能比后件外延更广之外,对我们眼前的论题并无影响。此外我们还要指出:如果按照斯多亚派自身的说法,专名表示“特有特质”,而他们把表征各个实体的偶性称为“特有特质”,那么对于死去的人——此时特有特质并不存在,而是已经毁灭或正在走向毁灭——使用“狄翁”便是不可能的;而对于这件不可能的事,即对死去的人说“狄翁”,如果有什么不可能的后果跟随其后,也就不足为奇了。但如果他们主张我们是依据指涉而说“狄翁”,例如“曾经的狄翁”,那么我们也会说,我们同样将依据指涉把“这人”理解为“曾经的这人”,这样一来后件就不是不可能的,而是可能的。因为我们确实既针对过去的时间也针对未来的时间,依据指涉谈论许多事情:例如当我们说“这座坟墓是阿喀琉斯的”,尽管坟墓中往往甚至连阿喀琉斯遗骨的任何残余都不复存在,但这显然是指曾经存在的阿喀琉斯;再如,在房屋建造期间,我们说“这座住宅是柏拉图的住宅”,但这显然是指将来的住宅。 因此,在前件可能时后件不可能是不容许的,这一点已很明确。但是在后件可能时前件不可能则是容许的,正如同某人说自己是一头驴,随即便得出自己也是动物一样;因为在这些情况中,后件是可能的,而前件是不可能的;因为人不可能是一头驴,但“是动物”跟随“是驴”,而人作为动物是可能的;因此,可能之物跟随了不可能之物。同样地,亚里士多德在第二卷中也表明,从假前提中可以得出真结论,正如同某人说:“人是狗,狗是动物,因此人是动物。” 但在这些情况中,中项并不具有产生结论的效力(如同推论性前提所应当具有的那样),而结论是凭借端项的本性被推导出来的。 由于可能与不可能以及后件与前件构成了八种组合,所以在前件可能的情况下,[作为后件]必然跟随可能之物或不可能之物;反过来,在后件可能的情况下,前件要么是可能的要么是不可能的。这样一来,在可能之物作为前件或后件的情形下就有了四种组合。此外,如果我们再次把不可能之物作为前件,那么后件必然要么其自身也是不可能的,要么是可能的;反过来,如果我们设定后件是不可能的,那么前件要么是不可能的要么是可能的。因此共有八种组合;而在前件可能时后件完全是可能的而非不可能的,这一点由亚里士多德所展示的内容已显明;从这些内容中同样显明的是,在后件可能时前件容许是可能的,但在后件不可能时前件不容许是可能的。这样我们就有了已被证明的四种组合。至于在前件不可能时容许有某种可能之物跟随,这一点我们已经表明;由此也显明,在后件可能时前件容许是不可能的。这样我们就有了六种组合。再者,在前件不可能时,跟随一个不可能之物,以及在[不可能之物]作为后件时[不可能之物]作为前件,都不足为奇。这样我们就有了全部八种组合。

语法注3 条
  1. 2.78οὐδὲν ἡμῖν τοῦτο πρὸς τὸ προκείμενον, πλὴν ὅτι ἀδύνατον τὸν ἡγούμενον ἐπὶ πλέον εἶναι τοῦ ἑπομένου

    短语 οὐδὲν ... πρὸς τὸ προκείμενον 是省略动词(ἐστί 或 διαφέρει)的习惯表达,意为“这对当前议题毫无影响”。由 πλὴν ὅτι(“除了……之外”)引导的从句对前述判断作出保留说明,强调即便在两者外延相等的情形下,前文确立的“前件不能比后件外延更广”的基本原则依然成立。

  2. 2.78ἀδυνάτῳ δὲ ὄντι τούτῳ, λέγω δὴ τῷ λέγεσθαι ἐπὶ τοῦ τεθνηκότος ὅτι Δίων, εἰ ἀδύνατόν τι ἀκολουθεῖ, οὐδὲν θαυμαστόν

    与格短语 ἀδυνάτῳ δὲ ὄντι τούτῳ 是条件句动词 ἀκολουθεῖ 所要求的与格补足语。中间插入的 λέγω δὴ τῷ λέγεσθαι... 是对指示代词 τούτῳ 进行同格解释的说明语。整句的骨架为:“如果对于这件不可能的事[即对死者说‘狄翁’]跟随了某种不可能的后果,也就不足为奇了”。

  3. 2.78Ὀκτὼ δὲ συζυγιῶν ἐκ τοῦ δυνατοῦ καὶ ἀδυνάτου γινομένων καὶ ἑπομένου καὶ προηγουμένου

    这是一个属格绝对结构(genitive absolute),作为统领后文对可能/不可能与前件/后件所构成的八种组合(συζυγίαι)进行系统分类的引入句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:167.14-168.25