- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:166.1-167.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺针对斯多亚派的反例(“如果狄翁死了,这人就死了”)提出两条反驳:真正的后件在外延上必须广于前件,且后件决不能因前件被否定而一同被连带否定。
ἕπεται δὲ πάντως τῷ Δίωνα τεθνάναι τὸ τεθνάναι τοῦτον· εἰ μὲν γὰρ ἀποθάνοι Δίων, πάντως καὶ οὗτος, ὁ δεικνύμενος δηλονότι, τέθνηκεν. αὐτὸ δὲ τὸ τοῦτον τεθνάναι ἀδύνατον· τὸ γὰρ τοῦτο δεικτικὸν ὑπάρχον ὄν τι πρᾶγμα σημαίνει, τὸ δὲ τεθνάναι μὴ ὄν· τὸ δὲ ὂν ἀδύνατον μὴ εἶναι. τὸ ἄρα τεθνάναι τοῦτον ἀδύνατον. τοῦτο δὲ ἀκολουθεῖ τῷ Δίωνα τεθνάναι δυνατῷ ὄντι· ἀδύνατον ἄρα δυνατῷ τινι ἀκολουθεῖ. πάλιν εἰ ἔσται νύξ, αὕτη ἡμέρα οὐκ ἔστι· τὸ δὲ ταύτην ἡμέραν μὴ εἶναι ἀδύνατον· ἕπεται ἄρα τῷ εἶναι νύκτα δυνατῷ ὄντι τὸ μὴ εἶναι ταύτην ἡμέραν ἀδύνατον ὄν. ταῦτα μὲν οἱ Στωικοί. ἡμεῖς δὲ πρὸς ταῦτά φαμεν ὅτι δεῖ τὸ κυρίως ἑπόμενον ἐπὶ πλέον εἶναι τοῦ ἡγουμένου· ἐὰν δὲ ᾖ ἐπ’ ἔλαττον, οὐχ ὑγιῶς ἕψεται τῷ ἡγουμένῳ. οἷον τῷ ἄνθρωπον εἶναι ἕπεται ἐξ ἀνάγκης τὸ ζῷον εἶναι· κυρίως ἄρα ἑπόμενον τὸ ζῷον, διότι καὶ ἐπὶ πλεῖον· πάντως γὰρ ἕπεται τῷ ἄνθρωπον εἶναι· ὁμοίως καὶ τῷ ἵππον ἢ κύνα εἶναι. οὐκέτι μέντοι, εἰ λάβοιμεν προηγούμενον μὲν τὸ ζῷον ἑπόμενον δὲ τὸν ἄνθρωπον ἢ τὸν ἵππον ἢ τὸν κύνα, οὐκέτι ὑγιῶς οὐδὲ κυρίως ἔσται τὸ ἑπόμενον· οὐ γὰρ πάντως τῷ ζῴῳ ἕπεται ἄνθρωπος ἢ ἵππος ἤ τι τοιοῦτον, διότι μερικώτερόν ἐστι καὶ ἐπ’ ἔλαττον τὸ ἑπόμενον. εἰ τοίνυν τοῦτο οὕτως ἔχει καὶ δεῖ πάντως τὸ ἑπόμενον ἐπὶ πλεῖον εἶναι τοῦ ἡγουμένου, οὐκ ἄρα καλῶς ἐλάβετε τῷ Δίωνα τεθνάναι ἡγουμένῳ ἑπόμενον τὸ τοῦτον τεθνάναι· ἐπὶ πλεῖον γὰρ τὸ ‘Δίων τέθνηκε’ τοῦ ‘οὗτος τέθνηκε’. τὸ μὲν γὰρ ‘Δίων τέθνηκεν’ ἐπὶ πλείονος χρόνου λαμβάνεται, ἐπί τε τοῦ κατὰ τὸ ζῆν καὶ ἐπὶ τοῦ κατὰ τὸ τεθνάναι· τὸ δὲ ‘οὗτος’ ἐπὶ μόνου τοῦ τῆς ζωῆς χρόνου· ἐπὶ πλεῖον ἄρα τοῦ ‘οὗτος’ τὸ ‘Δίων’. διὰ τοῦτο ἄρα δυνατῷ τι ἔδοξεν ἀδύνατον ἕπεσθαι, διὰ τὸ τὴν ἀκολούθησιν μὴ κυρίως ληφθῆναι, ὡς ἂν εἰ ἐλέγομεν ἐπὶ ἀνθρώπου ‘εἰ ζῷόν ἐστιν οὗτος, καὶ ἵππος ἐστίν’. ὥσπερ οὖν εἰ τοῦ Δίωνος ὁμωνύμου ὄντος ἐλέγομεν ἁπλῶς οὕτως ‘εἰ Δίων τέθνηκεν’, ὁ δὲ τεθνηκὼς τύχοι ὢν φέρε εἰπεῖν ὁ ἐκ Θετταλίας, εἶτα ἐπιφέρωμεν ‘οὗτος ὁ Δίων τέθνηκεν’, οἷον ὁ ἐξ Ἀθηνῶν, ἐδείκνυμεν ἀδύνατόν τι τῷ ἡγουμένῳ ἀκολουθεῖν, τὸν μὴ τεθνηκότα Δίωνα ἀποθανεῖν,1 τοῦ παραλογισμοῦ δι’ οὐδὲν ἕτερον γενομένου ἢ διὰ τὸ τὸν ἡγούμενον ὁμώνυμον λαβεῖν2 καὶ διὰ τοῦτο ἐπὶ πλεῖον τὸν δὲ ἑπόμενον μερικόν, οἷον ἐπὶ τοῦ Ἀθηναίου, οὕτω κἀνταῦθα λέγομεν ὅτι δι’ οὐδὲν ἕτερον γέγονεν ὁ παραλογισμὸς ἢ διὰ τὸ τὸν ἑπόμενον μερικώτερον λαβεῖν. καὶ ἄλλως δὲ οὐδέποτε ὁ ἡγούμενος ἀναιρεθεὶς συναναιρεῖ τὸν ἑπόμενον, ἀλλὰ τοὐναντίον ὁ ἑπόμενος τὸν ἡγούμενον ἀναιρεῖ· οἷον προηγεῖται ὁ ἄνθρωπος, ἕπεται τὸ ζῷον· ἀναιρεθεὶς ὁ ἄνθρωπος οὐ συναναιρεῖ τὸ ζῷον, τὸ δὲ ζῷον ἀναιρεθὲν συναναιρεῖ τὸν ἄνθρωπον. εἰ τοίνυν αὕτη ἡ φύσις τοῦ ἑπομένου ὥστε μὴ συναναιρεῖσθαι τῷ ἡγουμένῳ, κακῶς ἄρα ἐλάβετε τὸν ἑπόμενον ὅρον ἀναιρούμενον ὑπὸ τοῦ ἡγουμένου· ὅταν γὰρ εἴπωμεν ὅτι Δίων τέθνηκεν, ἀναιροῦμεν τὸ λέγειν ἐπὶ αὐτοῦ τὸ ‘οὗτος’,3 εἴγε τὸ ‘οὗτος’ δεικτικὸν ὂν ἐπὶ ὑφεστώτων πραγμάτων λέγεται, ὁ δὲ τεθνηκὼς οὐχ ὑφέστηκεν. κακῶς ἄρα λαμβάνομεν τὸν ἑπόμενον ἀναιρούμενον ὑπὸ τοῦ ἡγουμένου μὴ πεφυκότα συναναιρεῖσθαι τῷ ἡγουμένῳ ἀλλὰ τοὐναντίον τὸν ἡγούμενον ἑαυτῷ συναναιροῦντα. τοῦτο δὲ συμβαίνει διὰ τὴν αὐτὴν πάλιν αἰτίαν, διότι βούλεται ὁ ἑπόμενος ἐπὶ πλέον εἶναι τοῦ ἡγουμένου.
而“这人已经死了”完全跟随“狄翁已经死了”;因为如果狄翁死了,那么这个人,显然也就是被指出的这人,也完全死了。但“这人已经死了”本身是不可能的;因为“这人”作为指示词表示某种存在的事物,而“已经死了”表示不存在的事物;而存在的事物是不可能不存在的。因此,“这人已经死了”是不可能的。而这跟随的是可能的“狄翁已经死了”;因此,某种不可能的后果跟随了某个可能的前提。再者,“如果将是夜晚,这便不是白天”;而“这便不是白天”是不可能的;因此,在“是夜晚”作为可能事物的情况下,跟随它的是作为不可能事物的“这便不是白天”。斯多亚派学者们便是如此主张的。但我们对此的回答是:严格意义上的后件必须比前件外延更广;如果它外延更窄,就不会健全地跟随前件。例如,“是动物”必然跟随“是人”;因此“动物”是严格意义上的后件,因为它外延也更广;因为无论是“是人”,抑或同样地“是马”或“是狗”,它都全然跟随。然而,如果我们把“动物”作为前件,而把“人”或“马”或“狗”作为后件,那么后件将不再是健全的,也不是严格意义上的;因为人或马或诸如此类的东西决不是全然跟随动物的,因为后件更加特殊且外延更窄。因此,如果情况确实如此,而后件必须全然比前件外延更广,那么你们把“这人已经死了”作为后件跟随前件“狄翁已经死了”,就是不恰当的;因为“狄翁已经死了”比“这人已经死了”外延更广。因为“狄翁已经死了”是在更广的时间范围内被使用的,既在其活着时也在其死去后;而“这人”则仅在其生命的时间内被使用;因此“狄翁”比“这人”外延更广。正是由于这个原因,某种不可能的后果才看似跟随了可能的事物,这是因为这种推论关系并非在严格意义上被采纳的,正如同我们在关于人的场合说“如果这人是动物,那么他也是马”一样。因此,正如如果狄翁是个同名者,而我们仅仅这样说“如果狄翁已经死了”,但死者碰巧是比如来自色萨利的那位,接着我们便得出“这个狄翁已经死了”,即来自雅典的那位,我们就会表明某种不可能的事情跟随了前件,即并未死去的狄翁死去了——而谬误的产生无非是因为把前件当作同名异义的、并因此外延更广的,而把后件当作特殊的,正如在关于雅典人的场合那样——,同样在当前的情形中,我们也说,谬误的产生无非是因为把后件当作了更加特殊的。再者,从另一个角度看,前件被否定时决不会同时否定后件,相反,后件〔被否定时〕否定前件。例如,人是前件,动物跟随;人被否定时并不连带否定动物,但动物被否定时连带否定人。因此,如果后件的本性就是不与前件一同被否定,那么你们把一个会被前件否定的项当作后件就是错误的;因为当我们说狄翁已经死了时,我们就否定了对他称呼“这人”,因为“这人”作为指示词是用于现实存立的事物,而死去的人并不存立。因此,我们错误地把后件当作会被前件否定的东西,而后件的本性并非与前件一同被否定,相反是将前件与自身一同否定。而这种情况再次出于完全相同的原因而发生,因为后件旨在比前件具有更广的外延。
- 2.78τὸν μὴ τεθνηκότα Δίωνα ἀποθανεῖν
不定式短语 τὸν μὴ τεθνηκότα Δίωνα ἀποθανεῖν 作为同位语(说明性补足成分),用于具体阐明前面的 ἀδύνατόν τι 的内容。
- 2.78τοῦ παραλογισμοῦ δι’ οὐδὲν ἕτερον γενομένου ἢ διὰ τὸ τὸν ἡγούμενον ὁμώνυμον λαβεῖν
短语 τοῦ παραλογισμοῦ ... γενομένου 是属格绝对结构,在主句(ἐδείκνυμεν)中充当原因状语,并与关联结构 δι’ οὐδὲν ἕτερον ... ἢ διὰ τὸ ...(“无非由于……别无其他原因”)相结合。
- 2.78ἀναιροῦμεν τὸ λέγειν ἐπὶ αὐτοῦ τὸ ‘οὗτος’
带冠词的不定式短语 τὸ λέγειν 作主要动词 ἀναιροῦμεν 的直接宾语,而被引用的词项 τὸ ‘οὗτος’ 则作为不定式 λέγειν 自身的宾语,构成了嵌套的宾语结构。
