← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§164.26-165.31

从可能前提得出可能结论与斯多亚派反例

在证明实然大前提与偶然小前提的推论之前,菲洛波庞解释了亚里士多德如何预先引入并通过归谬法证明“可能的假说只能得出可能的结果”这一定理,以及斯多亚派针对该定理提出的反例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.78#1

" Πρῶτον δὲ δεικτέον ὅτι, εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, καὶ δυνατοῦ ὄντος τοῦ Α δυνατὸν ἔσται καὶ τὸ Β ἐξ ἀνάγκης." Μέλλων παραδιδόναι τὰς ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης συζυγίας θεώρημά τι προλαμβάνει συμβαλλόμενον αὐτῷ πρὸς τὴν τούτων δεῖξιν. ἐπειδὴ γὰρ πᾶσαι διὰ τοῦ ἀδυνάτου δείκνυνται καὶ τῆς μεταλήψεως τῶν προτάσεων εἰς ἀλλήλας, τῆς τε ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν καὶ ἀνάπαλιν τῆς ὑπαρχούσης εἰς τὴν ἐνδεχομένην (τοῦτο δέ, εἰ καὶ ψεῦδός ἐστιν, οὐ μὴν ἀδύνατον ἀλλὰ δυνατόν· τό τε γὰρ ἐνδεχόμενον δυνατὸν ἐκβῆναι καὶ γενέσθαι ὑπάρχον, καὶ τὸ ὑπάρχον διακοπέν, ἐπειδὴ καὶ τοιαύτην ἔχει τὴν φύσιν, δύναται πάλιν γενέσθαι ἐνδεχόμενον), ἐπειδὴ τοίνυν μεταλαμβάνων τὰς προτάσεις διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς δείκνυσι ταύτας τὰς συζυγίας, ἵνα μή τις εἴπῃ ὅτι διὰ τὴν μετάληψιν τῶν προτάσεων ἠκολούθησε τὸ ἀδύνατον, διὰ τοῦτο πρότερον προέθετο δεῖξαι1 ὅτι οὐδέποτε δυνατῇ τινι ὑποθέσει ἐγχωρεῖ τι ἀδύνατον ἀκολουθεῖν, ἀλλὰ πάντως τῷ δυνατῷ δυνατὸν ἔσται τὸ ἑπόμενον. εἴπερ οὖν τὴν μετάληψιν τῶν προτάσεων δυνατὸν γενέσθαι καὶ οὐκ ἀδύνατον, δυνατῷ δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, οὐδὲν ἄρα ἀκολουθήσει τῇ μεταλήψει αὐτῶν ἀδύνατον. δείκνυσι δὲ αὐτὸ οὕτως. ἔστω, φησί, τοῦ Α ὄντος ἐξ ἀνάγκης ἕπεσθαι αὐτῷ τὸ Β· ἐπειδὴ τοίνυν τὸ μὲν Α ἐστὶ προηγούμενον τὸ δὲ Β ἑπόμενον, ἀνάγκη, φησίν, εἰ τὸ Α δυνατὸν εἴη, καὶ τὸ Β δυνατὸν εἶναι. εἰ γὰρ τοῦτο ψεῦδος καὶ ἐγχωρεῖ τοῦ Α δυνατοῦ ὄντος τὸ Β ἀδύνατον εἶναι, ὑποκείσθω οὕτως. ἐπειδὴ τοίνυν τὸ Α δυνατόν ἐστι, τὸ δὲ δυνατὸν οἷόν τέ ἐστι γενέσθαι, ἐκβαινέτω εἰς ἐνέργειαν τὸ Α· ἐκβὰν δὲ ἔστι δῆλον ὅτι· εἰ τοίνυν τὸ μὲν Α ἐστί, τὸ δὲ Β ἀκολουθεῖν τῷ Α ἐξ ἀνάγκης ὑπόκειται, ἔσται ἄρα καὶ τὸ Β. ἀλλ’ ἐπειδὴ τὸ Β ἀκολουθεῖ μὲν τῷ Α, φασὶν οἱ ἀντιλέγοντες, ἀδύνατον δὲ εἶναι,2 τὸ δὲ ἀδύνατον εἶναι οὐκ ἔστι, τὸ Β ἄρα οὐκ ἔστιν. ἀλλὰ μὴν ὑπέκειτο καὶ εἶναι· ἐξ ἀνάγκης γὰρ ἠκολούθησε τῷ Α. τὸ αὐτὸ ἄρα καὶ ἔστι καὶ οὐκ ἔστιν, ὅπερ ἀδύνατον. δέδεικται ἄρα διὰ τούτων ὅτι πᾶσα ἀνάγκη τὸ τῷ δυνατῷ ἑπόμενον δυνατὸν εἶναι. Οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης ἀποδείκνυσι τὸ τοιοῦτον. οἱ δὲ Στωικοὶ τῇ δείξει ταύτῃ ἀντειπεῖν μὴ δυνάμενοι διὰ παραδειγμάτων τινῶν ἐλέγχειν πειρῶνται τὸν τοῦ φιλοσόφου λόγον. δυνατὸν γὰρ τὸ τῷ δυνατῷ ἑπόμενον ἀδύνατον εἶναι· λέγω γὰρ οὕτω· τῷ ‘εἰ τέθνηκε Δίων’ ἀκολουθεῖ τὸ ‘τέθνηκεν οὗτος’· τὸ μὲν οὖν τεθνάναι Δίωνα δυνατόν, τὸ δὲ τοῦτον τεθνάναι ἀδύνατον.

“但首先必须证明:如果当Α存在时必然Β存在,那么当Α可能存在时,Β也将必然可能存在。” 在准备讲授由实然大前提和偶然小前提组成的对偶时,他预先引入了一个有助于他证明这些对偶的定理。因为既然它们全部是通过归谬法以及前提之间的相互转换——既有偶然转换为实然,反之亦有实然转换为偶然——得以证明的(而这一点,即使是假的,也决非不可能而是可能的;因为偶然的事物有可能实现而变为实然,而实然的事物在被中断后,由于具有这样的本性,也能够重新变为偶然),因此,既然他在转换前提的同时通过归谬法证明这些对偶,为了不让人说是由于前提的转换才导致了不可能的后果,正是由于这个原因,他预先打算证明:任何可能的假说都决不可能导致某种不可能的后果,相反,跟随可能的事物的必定始终是可能的。因此,如果前提的转换是可能发生而非不可能的,并且没有任何不可能的事情跟随可能的事物,那么它们的转换也就决不会导致任何不可能的后果。而他是这样证明这一点的。他说,设当Α存在时,Β必然跟随它;因此,既然Α是前件而Β是后件,他说,如果Α是可能的,那么Β也必然是可能的。因为如果这是假的,并且允许在Α可能时Β是不可能的,那就这样假定吧。因此,既然Α是可能的,而可能的事物是能够发生的,那就让Α实现为现实吧;而一旦实现,显然它是存在的;因此,如果一方面Α存在,而另一方面Β被假定必然跟随Α,那么Β也将存在。但是,既然Β跟随Α,而反对者们又说它是不可存在的,并且不可存在的事物并不存在,所以Β不存在。然而它先前也被假定是存在的;因为它是必然跟随Α的。因此,同一事物既存在又不存在,而这是不可能的。于是通过这些已经证明,跟随可能的事物的必然是可能的。亚里士多德便是这样证明此类事情的。但是斯多亚派学者们由于无法反驳这一证明,便试图通过某些反例来驳斥这位哲学家的论证。因为[他们说]跟随可能的事物的有可能是不可能的;因为我这样说:跟随‘如果狄翁已经死了’的是‘这人已经死了’;狄翁之死固然是可能的,但这人之死却是不可能的。

语法注2 条
  1. 2.78ἐπειδὴ γὰρ πᾶσαι ... ἐπειδὴ τοίνυν ... διὰ τοῦτο πρότερον προέθετο δεῖξαι

    主句的核心是 διὰ τοῦτο πρότερον προέθετο δεῖξαι ὅτι...(“正是由于这个原因,他预先打算证明……”)。由 ἐπειδὴ γὰρ... 引导的原因从句因中途插入的长解释句(τοῦτο δέ ... γενέσθαι ἐνδεχόμενον)而被中断,随后通过 ἐπειδὴ τοίνυν... μεταλαμβάνων 予以复述重接(resumptio),并在经过目的从句 ἵνα μή τις εἴπῃ 后引出主句。

  2. 2.78ἀδύνατον δὲ εἶναι

    这是由插入的引述动词 φασὶν οἱ ἀντιλέγοντες(“反对者们说”)所支配的“带不定式的宾格”结构。与前面的直陈式 ἀκολουθεῖ μὲν 相对照,在此作为间接引语处理(“[反对者们说]它是不可存在的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:164.26-165.31