← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§163.20-164.25

偶然与实然混合推论的完全性与不完全性

斐洛波诺斯讨论了在混合推论中小前提为偶然时不完全性及否定结论的模态性质(33b28),继而借助具体词项解释了大前提为偶然且小前提为实然的推论在全称肯定与全称否定式中皆为完全的(33b33),并总结了相反对偶何以是不完全的(34a1)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.75

" Ὅταν δ’ ἡ πρὸς τὸ ἔλαττον, ἀτελεῖς τε πάντες, καὶ οἱ στερητικοὶ τῶν συλλογισμῶν οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἀλλὰ τοῦ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν." Εἰκότως πάντες οἱ συλλογισμοὶ οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες ἀτελεῖς εἰσι· τελειοῦνται γὰρ ἢ δι’ ἀντιστροφῆς ἢ διὰ τῆς ἀδυνάτου δείξεως. τοὺς δὲ στερητικοὺς τὸ ἐξ ἀνάγκης μηδενὶ ἢ μὴ παντὶ συνάγειν,1 ὅπερ καὶ αὐτὸ ἐνδεχόμενόν ἐστιν, οὐ μὴν ὅπερ ὡρίσατο. ὅτι δὲ ἐνδεχόμενόν ἐστι, διὰ τῶν ἑξῆς δῆλον· εἰ γὰρ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης, ἐνδέχεσθαί φαμεν καὶ μηδενὶ καὶ μὴ παντὶ ὑπάρχειν εἰκότως· εἰ γὰρ μηδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης τὸ βαδίζειν, ἐνδεχομένως που πάντως ὑπάρχει.

“而当涉及小端项的前提[是偶然]时,所有的推论都是不完全的,而且推论中的否定推论并非按照规定的偶然,而是并非必然属于任何或并非必然属于一切。” 拥有偶然小前提的推论全部都是不完全的,这是理所当然的;因为它们或者是通过换位,或者是通过归谬法的证明得以完全的。而否定推论得出并非必然属于任何或并非必然属于一切——这本身也是偶然的,尽管并非他所规定的那种——至于它是偶然的,通过后续内容便显而易见;因为如果并非必然属于任何或并非必然属于一切,我们理所当然地说它可能既不属于任何也不属于一切;因为如果行走并非必然属于任何人,那么它在某种意义上无疑是偶然属于的。

§2.76

"Ἐνδεχέσθω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ κείσθω ὑπάρχον." Ἐκτίθεται τὰς ἐκ μείζονος ἐνδεχομένης συζυγίας καὶ συνάγειν αὐτάς φησιν ἐνδεχόμενον συμπέρασμα. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν· τὸ ἄρα Α τῷ Γ ἐνδεχομένως ὑπάρξει μέρει ὄντι τοῦ Β. ὅροι δὲ διαλέγεσθαι, περιπατοῦν, ἄνθρωπος· διαλέγεσθαι γὰρ παντὶ περιπατοῦντι ἐνδέχεται ὑπάρχειν, περιπατοῦν παντὶ ἀνθρώπῳ ὑπάρχει· ὑποκείσθωσαν γὰρ πάντες περιπατοῦντες· καὶ συνάγεται συμπέρασμα ‘διαλέγεσθαι παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν’. τὰ αὐτὰ δὲ ἐροῦμεν καὶ τῆς μείζονος στερητικῆς λαμβανομένης τῆς δὲ ἐλάττονος καταφατικῆς· εἰ γὰρ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως οὐχ ὑπάρχει· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν· οὐδενὶ ἄρα τῷ Γ τὸ Α ἐνδέχεται ὑπάρχειν. οἱ αὐτοὶ δὲ ὅροι κἀνταῦθα ἁρμόσουσιν.

“因为设Α可能属于一切Β,而Β作为实然被假定属于一切Γ。” 他列举由偶然大前提组成的对偶,并说它们得出偶然的结论。因为如果Α可能属于一切Β,那么它就偶然地属于它的一切部分;而Γ是Β的一部分;因为假定Β属于一切Γ;因此Α将偶然地属于作为Β之一部分的Γ。词项是:讨论、行走、人;因为讨论可能属于一切行走者,行走属于一切人——因为假定所有人都在行走——并且得出结论:‘讨论可能属于一切人’。而当大前提取为否定且小前提取为肯定时,我们也将说同样的话;因为如果Α可能不属于任何Β,那么它就偶然地不属于它的一切部分;而Γ是Β的一部分;因为假定Β属于一切Γ;因此Α可能不属于任何Γ。同样的词项在此处也将适用。

§2.77

"Ὅτι μὲν οὖν τοῦ ὑπάρχειν τιθεμένου πρὸς τὸ ἔλαττον ἄκρον τέλειοι γίνονται συλλογισμοί, φανερόν· ὅτι δὲ ἐναντίως ἔχοντος2 ἔσονται συλλογισμοί, διὰ τοῦ ἀδυνάτου δεικτέον." Πᾶσαι, φησίν, αἱ προτάσεις αἱ τὴν μὲν μείζονα ἔχουσαι ἐνδεχομένην τὴν δὲ ἐλάττονα ὑπάρχουσαν συλλογιστικαὶ οὖσαι τέλειαί εἰσιν· οὐκ ἐδεήθησαν γὰρ οὔτε τῆς δι’ ἀντιστροφῆς οὔτε τῆς δι’ ἀδυνάτου δείξεως. αἱ δὲ ἀντικειμένως ἔχουσαι ταύταις, λέγω δὴ αἱ τὴν μείζονα ὑπάρχουσαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην, οὐ τῇ κατ’ εὐθεῖαν δείξει δεικνύμεναι ἀλλ’ ἢ τῇ δι’ ἀντιστροφῆς ἢ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀτελεῖς εἰσι· πᾶσαι γὰρ αἱ μὴ τῇ κατ’ εὐθεῖαν δείξει δεικνύμεναι ἀτελεῖς εἰσιν.

“因此显然,当实然前提置于涉及小端项时,产生完全的推论;但处于相反状态时也会有推论,必须通过归谬法予以证明。” 他说,凡是拥有偶然大前提和实然小前提而作为可推论的前提,全部都是完全的;因为它们既不需要通过换位的证明,也不需要通过归谬法的证明。而与这些处于相反状态的那些,我指的是拥有实然大前提和偶然小前提的那些,由于不是通过直接证明而是通过换位或归谬法得以证明,因而是不完全的;因为凡不是通过直接证明得以证明的,全部都是不完全的。

语法注2 条
  1. 2.75τοὺς δὲ στερητικοὺς τὸ ἐξ ἀνάγκης μηδενὶ ἢ μὴ παντὶ συνάγειν

    带不定式的宾格结构(accusativus cum infinitivo)。承接前文讨论及亚里士多德的原话,从属于注释文体中省略的言说动词(φησί,“他说”),表示“否定推论得出并非必然属于任何或并非必然属于一切”(后文关系代词 ὅπερ 的先行词是 τὸ ἐξ ἀνάγκης μηδενὶ ἢ μὴ παντὶ)。

  2. 2.77ἐναντίως ἔχοντος

    非人称使用的独立属格结构。对应于前文的 τοῦ ὑπάρχειν τιθεμένου πρὸς τὸ ἔλαττον ἄκρον(实然前提置于涉及小端项时)的整个情境,指“处于相反状态时”,即大前提为实然且小前提为偶然的情形。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:163.20-164.25