- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:161.12-163.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞根据《前分析篇》第1卷第15章的经文,通过中项与大项的外延关系解释了为何偶然推论中特称大前提不能得出推论,总结了全称偶然前提在第一格的推论有效性,并进而阐述实然与偶然前提混合推论的规则。
" Ὧι δὲ ὑπερτείνει τὸ Β τοῦ Α, εἰλήφθω τὸ Γ·1 τούτῳ γὰρ οὔτε παντὶ οὔτε μηδενὶ οὔτε τινὶ οὔτε μὴ τινὶ ἐνδέχεται τὸ Α ὑπάρχειν." Ἐάν, φησί, τὸ μέρος ἐκεῖνο τοῦ μέσου ὅρου λάβωμεν, τουτέστι τοῦ Β, καθ’ ὃ πλεονάζει τῆς κατηγορίας τοῦ Α, λέγω δὴ τοῦ πρώτου ὅρου, ἐπὶ τούτου, φησίν, οὐδὲν συμπέρασμα εὑρήσομεν συναγόμενον, οὔτε τὸ καθόλου οὔτε τὸ μερικὸν οὔτε τὸ καταφατικὸν οὔτε τὸ ἀποφατικόν. εἶτα κατασκευάζων τοῦτό φησιν εἴπερ ἀντιστρέφουσιν αἱ κατὰ τὸ ἐνδέχεσθαι προτάσεις καὶ τὸ Β πλείοσιν ἐνδέχεται ἢ τὸ Α ὑπάρχειν.
“而Β超出Α的部分,且取为Γ;因为对它而言,Α属于一切、不属于任何、属于某些或不属于某些,都是不可能的。” 他说,如果我们取中项即Β超出第一项即Α之谓述的那个部分,他说,关于这个部分,我们将发现得不出任何结论,既非全称亦非特称,既非肯定亦非否定。随后在确立这一点时他说,如果按照偶然的诸前提确实换位,且Β可能属于比Α更多的事物,就会如此。
"Φανερὸν οὖν ὅτι τοῦτον τὸν τρόπον ἐχόντων τῶν ὅρων οὐδεὶς γίνεται συλλογισμός." Τοῦτον τὸν τρόπον, δηλονότι τὸν προσεχῶς εἰρημένον, ἐὰν ἡ μείζων μερικὴ τυγχάνῃ. εἰ γάρ, φησίν, ἀνάγκη πάντα συλλογισμὸν ἢ ἀναγκαῖον ἢ ὑπάρχοντα ἢ ἐνδεχόμενον εἶναι, δείκνυται δὲ μηδέτερος τούτων συναγόμενος2 διὰ τούτων τῶν προτάσεων, ἐοίκασιν ἄρα παντελῶς εἶναι ἀσυλλόγιστοι· τῷ μὲν γὰρ συνάγειν τὸ καταφατικὸν ἀναγκαῖον τό τε ὑπάρχον ἀποφατικὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὸ ἀναγκαῖον ἀναιρεῖται, τῷ δὲ συνάγεσθαι τὸ ἀποφατικὸν ἀναγκαῖον τό τε καταφατικὸν ἀναγκαῖον ἀναιρεῖται καὶ τὸ ὑπάρχον καὶ τὸ ἐνδεχόμενον, καθάπερ ἐδείξαμεν.
“因此显然,当词项处于这种状态时,不产生任何推论。” “处于这种状态”,显然是指刚才所说的那种状态,即大前提恰为特称的情况。他说,因为如果每一个推论都必然或是必然的、或是实然的、或是偶然的,而已证明通过这些前提并不能得出其中任何一种,那么它们似乎完全是不可推论的。因为由于得出肯定的必然命题,实然的否定命题、偶然命题以及[否定的]必然命题都被排除了;而由于得出否定的必然命题,肯定的必然命题、实然命题以及偶然命题都被排除了,正如我们所表明的那样。
"Φανερὸν δὲ καὶ ὅτι καθόλου τῶν ὅρων ὄντων ἐν ταῖς ἐνδεχομέναις προτάσεσιν ἀεὶ γίνεται συλλογισμὸς ἐν τῷ πρώτῳ σχήματι." Ἐπὶ μὲν γὰρ τῶν ἄλλων τρόπων οὐ πᾶσαι αἱ ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου προτάσεις συλλογιστικαὶ ἦσαν· ἐπὶ δὲ τοῦ ἐνδεχομένου ἐν τῷ πρώτῳ σχήματι πάσας, φησίν, ἐδείξαμεν συλλογιστικάς, ὅπως ἄν εἶχον κατὰ τὸ ποιόν, ἀλλὰ τὰς μὲν τελείας καὶ δι’ ἑαυτῶν δεικνυμένας, τὰς δὲ ἀτελεῖς καὶ δεομένας τῆς δι’ ἀντιστρόφου βοηθείας, λέγω δὴ τῆς μεταλήψεως τῶν ἀποφατικῶν εἰς τὰς καταφατικάς.
“而且显然,当偶然前提中的词项是全称的时,在第一格中总是产生推论。” 因为在其他模态中,由两个全称前提组成的命题并非全部都是可推论的;他说,但在第一格的偶然情形中,我们已经表明所有组合无论在质上处于何种状态都是可推论的,只不过有些是完全的且通过自身得到证明,而另一些则是不完全的且需要借助换位的帮助,即从否定前提转变为肯定前提。
"Δεῖ δὲ τὸ ἐνδέχεσθαι λαμβάνειν μὴ ἐν τοῖς ἀναγκαίοις ἀλλὰ κατὰ τὸν εἰρημένον διορισμόν. ἐνίοτε δὲ λανθάνει τὸ τοιοῦτον." Πολλάκις, φησί, λανθάνομεν ἡμᾶς αὐτοὺς λέγοντες μὲν ἐνδέχεσθαι τόδε τῷδε ὑπάρχειν μὴ ἐνδεχομένως ἐκείνου ὑπάρχοντος ἀλλ’ ἀναγκαίως, ὅπερ καὶ αὐτὸς πέπονθεν,3 ὡς ὅταν εἴπωμεν ἐνδέχεσθαι παντὶ ἀνθρώπῳ τὸ λευκὸν ὑπάρχειν· τινὶ γὰρ ἐξ ἀνάγκης ὑπάρχει, οἷον τῷ Σκύθῃ, καὶ τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, οἷον τῷ Αἰθίοπι. διὰ τοῦτό φησιν ὅτι δεῖ τὸ ἐνδέχεσθαι μὴ ἐπὶ τοῦ ἀναγκαίου λαμβάνειν ἀλλ’ ἐπὶ τοῦ κυρίως ἐνδεχομένου κατὰ τὸν εἰρημένον ἡμῖν περὶ τούτου διορισμόν.
“但不应在必然的事物中,而应按照所说的规定来理解偶然;有时这种情况会被忽略。” 他说,我们常常不自觉地在说这可能属于那的同时,它却不是偶然地属于而是必然地属于——这正是他自己所遭遇的——正如当我们说白可能属于所有人时;因为对某些人如斯基泰人它是必然属于的,而对某些人如埃塞俄比亚人它是必然不属于的。正因如此,他说不应当在必然的事物上理解偶然,而应当按照我们关于此所说的规定,在真正偶然的事物上理解偶然。
"Ἐὰν δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι λαμβάνηται τῶν προτάσεων, ὅταν μὲν ἡ πρὸς τὸ μεῖζον ἄκρον ἐνδέχεσθαι σημαίνῃ, τέλειοί τε πάντες ἔσονται οἱ συλλογισμοὶ καὶ τοῦ ἐνδέχεσθαι κατὰ τὸν εἰρημένον διορισμόν." Περὶ τῆς τοῦ ἐνδεχομένου φύσεως διαλεχθεὶς καὶ διορισάμενος αὐτό, ἔτι καὶ περὶ τῆς ἀντιστροφῆς αὐτοῦ, εἶτα περὶ τῶν συλλογισμῶν εἰρηκὼς τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων, νῦν ἀκολούθως περὶ τῆς μίξεως αὐτοῦ διαλέγεται. μίγνυσιν οὖν αὐτὸ πρότερον τῷ ὑπάρχοντι. ἐπὶ τούτων οὖν, ὅταν ἡ μὲν μείζων ᾖ ἐνδεχομένη ἡ δὲ ἐλάττων ὑπάρχουσα, τὸ τηνικαῦτα ἔσονται συλλογιστικαὶ αἱ συζυγίαι, ὅταν καὶ ἡ μείζων τὸ ἴδιον ποσὸν φυλάττῃ, λέγω δὴ τὸ καθόλου, καὶ ἡ ἐλάττων τὸ ποιόν, λέγω δὴ τὸ καταφατικόν. καὶ πάντες οἱ τοιοῦτοι συλλογισμοὶ τέλειοί εἰσιν· οὐ δέονται γὰρ οὔτε ἀντιστροφῆς οὔτε τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὅταν δὲ ἡ μὲν μείζων ὑπάρχουσα ᾖ ἡ δὲ ἐλάττων ἐνδεχομένη, τότε ἔσονται συλλογιστικαὶ αἱ συζυγίαι, ὅταν μόνη ἡ μείζων καθόλου ᾖ. οὐκέτι μέντοι ἀνάγκη καὶ τὸ ποιὸν τῆς ἐλάττονος ὡρισμένον εἶναι· κἂν γὰρ ἀποφατικὴ ᾖ ἡ ἐλάττων, γενήσεται συλλογιστικὴ ἡ συζυγία μεταληφθείσης πάλιν τῆς τοῦ ἐνδεχομένου ἀποφάσεως εἰς κατάφασιν. αἱ μὲν οὖν συλλογιστικαὶ ἐν τούτοις συζυγίαι αὗται. συνάγουσι δὲ συμπεράσματα αἱ μὲν τὴν μείζονα ἔχουσαι ἐνδεχομένην ἐνδεχόμενα· αἱ δὲ τὴν μείζονα ὑπάρχουσαν ἔχουσαι οὐ συνάγουσι, φησί, τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλὰ τὸ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν, αἵτινές εἰσιν ἀποφατικαὶ μέν, οὐ τὸ πρᾶγμα δὲ ἀναιροῦσιν ἀλλὰ μόνον τὸν ἀναγκαῖον τρόπον· ἀναιρουμένου δὲ τοῦ ἀναγκαίου τρόπου ἐνδεχόμενα ἔσονται ἐξ ἀνάγκης τὰ συμπεράσματα, ἀλλ’ οὐχί, φησί, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου4 ἀλλὰ τοῦ ἡμίσεος τοῦ ἐνδεχομένου. τί δὲ τοῦτό ἐστιν, εἰσόμεθα, ὅταν περὶ αὐτῶν τῶν προτάσεων διαληψόμεθα. νῦν δὲ τέως τὰς τὴν μείζονα ἐχούσας ἐνδεχομένην ἐκτίθεται, καὶ δείκνυσιν ἐνδεχόμενα τὰ συμπεράσματα συναγόμενα. ἴδωμεν δὲ καὶ τὰ ἑξῆς.
“如果前提之一取为实然,另一取为偶然,那么当涉及大端项的前提表示偶然时,所有的推论都将是完全的,并且是按照所说的规定的偶然推论。” 在讨论了偶然的本性并对它下了定义,进而讨论了它的换位,随后谈论了由两个偶然前提组成的推论之后,现在他顺理成章地讨论偶然的混合。因此,他首先将它与实然混合。那么在这些情形中,当大前提是偶然且小前提是实然时,只要大前提保持其特有的量即全称,且小前提保持其质即肯定,此时那些对偶就是可推论的。所有这样的推论都是完全的;因为它们既不需要换位,也不需要归谬法。而当大前提是实然且小前提是偶然时,只要大前提是全称的,此时那些对偶就是可推论的。然而,小前提的质也必须确定则不再是必然的;因为即使小前提是否定的,通过将偶然的否定命题再次转变为肯定命题,该对偶也将变成可推论的。因此,在这些情形中可推论的对偶就是这些。拥有偶然大前提的对偶得出偶然的结论;他说,而拥有实然大前提的对偶并不得出按照规定的偶然结论,而是得出‘并非必然属于任何’或‘并非必然属于一切’。这些虽然是否定命题,但它们取消的不是事实,而仅仅是必然的模态;他说,在必然模态被取消时,结论必然将是偶然的,但并非按照规定的偶然,而是偶然的半面。这究竟是什么,当我们分别讨论这些前提本身时就会知晓。但目前他先列举拥有偶然大前提的对偶,并证明得出的结论是偶然的。让我们也看看后续的内容。
- 2.70Ὧι δὲ ὑπερτείνει τὸ Β τοῦ Α, εἰλήφθω τὸ Γ
与格关系代词 ᾧ 在此作表示差异程度或限定的与格,包含先行词(‘那一部分’):“让Γ被取为Β超出Α的那一部分”。注解者的释义(Ἐὰν ... τὸ μέρος ἐκεῖνο τοῦ μέσου ὅρου λάβωμεν ... καθ’ ὃ πλεονάζει)清楚表明了这一句法结构。
- 2.71δείκνυται δὲ μηδέτερος τούτων συναγόμενος
尽管紧接其前列举了三种模态(ἀναγκαῖον ἢ ὑπάρχοντα ἢ ἐνδεχόμενον),此处却使用了代词 μηδέτερος(‘两者皆不’)。这或者是非严格地代替 οὐδείς(‘三者中任何一个皆不’)使用,或者是把实然和偶然归为一组与必然相对立。
- 2.73ὅπερ καὶ αὐτὸς πέπονθεν
无显式主语的 αὐτός 指代前文 φησί 的主语即亚里士多德本人(与笼统的 ἡμᾶς αὐτούς 相对)。关系代词 ὅπερ 指代前文所述情况(即‘虽称可能属于却未发觉其乃必然属于’),πέπονθεν(πάσχω 的完成体)意为‘遭遇/陷入此种状态’。
- 2.74ἀλλ’ οὐχί, φησί, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἀλλὰ τοῦ ἡμίσεος τοῦ ἐνδεχομένου
属格 τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου 和 τοῦ ἡμίσεος 依附于承前省去的 συμπεράσματα(结论),作表范围或内容的属格(‘关于……的结论’):即得出的结论不是严格规定意义上的偶然(双向偶然),而是‘偶然的半面’(单向偶然,即非必然性)。
