← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§157.11-158.29

第一格否定小前提与特称小前提的推论式

斐洛庞努斯评注了第一格中两个全称前提且小前提为否定的组合(33a5),说明它们如何通过偶然命题的互补换位转化为可推论式,随后讨论了大前提为全称、小前提为特称的各种组合(33a21)的推论有效性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.67

" Ὅταν δὲ τὸ μὲν Α παντὶ τῷ Β ἐνδέχηται, τὸ δὲ Β ἐνδέχηται μηδενὶ τῷ Γ, διὰ μὲν τῶν εἰλημμένων προτάσεων οὐδεὶς γίνεται συλλογισμός." Αἱ λοιπαὶ δύο συζυγίαι, ἥ τε τὴν μείζονα ἔχουσα καταφατικὴν τὴν δὲ ἐλάττονα ἀποφατικήν * * *, ἀσυλλόγιστοι μέν εἰσιν ὅσον ἐξ αὐτῶν τῶν προτάσεων, λέγω δὲ τοῦ τὴν ἐλάττονα ἐν ἀμφοτέραις ἀποφατικὴν εἶναι·1 ἐπειδὴ δέ, φησίν, ἐλέγομεν τὰς τοῦ ἐνδεχομένου προτάσεις πρὸς ἀλλήλας ἀντιστρέφειν, τὴν πᾶς πρὸς τὴν οὐδεὶς καὶ τὴν τὶς πρὸς τὴν οὐ πᾶς, ἐὰν λάβωμεν τὴν ἀποφατικὴν εἰς καταφατικήν,2 γενήσονται καὶ αὗται συλλογιστικαί. ἀντιστρεφομένης γὰρ τῆς ἐλάττονος προτάσεως ἀναχθήσεται ὁ μὲν πρῶτος τῶν ἀσυλλογίστων τρόπος ὑπὸ τὸν πρῶτον τῶν συλλογιστικῶν, ὁ δὲ δεύτερος ὑπὸ τὸν δεύτερον· εἰ δὲ καὶ τὴν μείζονα τοῦ δευτέρου ἀντιστρέψομεν, καὶ αὐτὸς ὑπὸ τὸν πρῶτον ἀναχθήσεται. οὕτω μὲν οὖν δείκνυσι καὶ τὰς ἀσυλλογίστους δυναμένας γενέσθαι συλλογιστικάς, οὐκ αὐτόθεν ἐκ τῶν ἐξ ἀρχῆς εἰλημμένων ἀλλὰ διὰ τῆς ἀντιστροφῆς, ὥσπερ ἐδείκνυ καὶ ἐπὶ τοῦ ὑπάρχοντος τὰς ἀσυλλογίστους συλλογιστικὰς δυναμένας γενέσθαι ἀντιστρεφομένων τῶν προτάσεων. ὥστε διὰ τοῦτο οὐδὲ τελείους φησὶν εἶναι τούτους, εἴγε δέονται ἀντιστροφῆς. πλὴν εἰδέναι χρὴ ὅτι ἡ ἀντιστροφὴ τῶν προτάσεων τοῦ ἐνδεχομένου οὐ πρὸς τὸ αὐτὸ τοῦ ἐνδεχομένου σημαινόμενον γίνεται, ἀλλὰ δῆλον ὅτι τὸ ἐπὶ πλέον ἐνδεχόμενον πρὸς τὸ ἐπ’ ἔλαττον ἀντιστρέφει καὶ ἔμπαλιν τὸ ἐπ’ ἔλαττον πρὸς τὸ ἐπὶ πλέον· ὃ γὰρ ἐνδέχεται παντὶ ὑπάρχειν ὡς ἐπὶ τὸ πολύ, τοῦτο οὐδενὶ ὑπάρχειν ἐνδέχεται ὡς ἐπ’ ἔλαττον· τὸ δὲ ἐπ’ ἴσης πρὸς ἑαυτὸ ἔχει ἀντιστρεφούσας τὰς καταφατικὰς καὶ τὰς ἀποφατικὰς ἐξ ἰσοτιμίας. ἐνταῦθα δὲ ἁπλῶς ὡς πρὸς τὸ πλάτος τοῦ ἐνδεχομένου ἀποβλέψας ταῦτά φησιν.

“当Α在所有的Β上是可能的,而Β可能不〔属于〕任何Γ时,通过所设定的前提不会产生任何三段论。” 其余两种组合,即具有肯定大前提和否定小前提的组合[以及两者皆否定的组合],就前提本身而言是不可推论的——我是指由于在两种情况下小前提都是否定的。然而他说,既然我们曾说偶然前提彼此换位,即‘每一个’与‘无一’换位,‘有的’与‘并非每一个’换位,那么如果我们把否定前提取为肯定前提,这些组合也将成为可推论的。因为随着小前提被换位,不可推论之式中的第一种将被归结到可推论的第一种之下,而第二种将被归结到第二种之下;如果我们也将第二种式的大前提换位,它本身也将被归结到第一种之下。因此,他以此方式表明不可推论的式也能变成可推论的,这并非直接出于从一开始所设定的前提,而是通过换位,正如他在实属前提的情形中也曾表明,当前提被换位时,不可推论的式能够变成可推论的。所以由于这个原因,他说这些三段论甚至不是完全的,如果它们确实需要换位的话。不过应当知道,偶然前提的换位并非朝向偶然的同一种含义进行,而是显然大概率的偶然与小概率的偶然相互换位,反之小概率的也与大概率的相互换位;因为凡大概率可能属于一切的事物,小概率可能不属于任何事物;而等概率的偶然则具有肯定前提和否定前提以同等地位向其自身换位的特性。但在这里,他只是直接着眼于偶然的宽泛范围而说这些话的。

§2.68

"Ἐὰν δὲ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δ’ ἐν μέρει ληφθῇ, πρὸς μὲν τὸ μεῖζον ἄκρον κειμένης τῆς καθόλου συλλογισμὸς ἔσται τέλειος." Βούλεται ἐπὶ πασῶν τῶν συζυγιῶν τῶν ἐκ τῆς ἑτέρας μερικῆς τῆς δὲ ἑτέρας καθόλου πάσας μὲν τὰς συζυγίας τὰς ἐχούσας ἐν τῇ μείζονι τὸ καθόλου ἐν δὲ τῇ ἐλάττονι τὸ μερικὸν συλλογιστικὰς εἶναι,3 ὁποῖαι ἄν ὦσι κατὰ τὸ ποιόν. εἰσὶ δὲ αἱ πᾶσαι τέσσαρες, ἥ τε ἐξ ἀμφοτέρων καταφατικῶν καὶ ἡ ἐξ ἀμφοτέρων ἀποφατικῶν καὶ ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς καὶ ἡ ἐκ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς. καὶ αἱ μὲν τὴν ἐλάττονα ἔχουσαι καταφατικὴν πρόδηλον ὅτι δι’ ἑαυτῶν δείκνυνται συλλογιστικαὶ οὖσαι ἀντιστροφῆς μὴ δεηθεῖσαι. εἰ γὰρ τὸ Α παντὶ ἢ μηδενὶ τῷ Β ἐνδέχεται, τὸ δὲ Β τινὶ τῷ Γ ἐνδέχεται, δῆλον ὅτι καὶ τὸ Α ἢ τινὶ ἢ οὐ παντὶ ἐνδέχεται τῷ Γ ὑπάρχειν. ὅροι δὲ κίνησις, λευκόν, ζῷον· κίνησις γὰρ παντὶ λευκῷ ἐνδέχεται ὑπάρχειν, λευκὸν τινὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν, καὶ συνάγεται κίνησις τινὶ ζῴῳ ἐνδέχεσθαι ὑπάρχειν· πάλιν κίνησις ἐνδέχεται μηδενὶ λευκῷ ὑπάρχειν, λευκὸν τινὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν, καὶ συνάγεται κίνησις ἐνδέχεσθαι μὴ παντὶ ζῴῳ ὑπάρχειν. οὕτω μὲν αἱ ἔχουσαι τὴν ἐλάττονα καταφατικὴν δι’ ἑαυτῶν καὶ οὐ δι’ ἑτέρων τινῶν δείκνυνται. ἀντιστραφείσης δὲ πάλιν τῆς ἐν ἑκατέρᾳ ἐλάττονος καὶ μεταληφθείσης εἰς μερικὴν ἀποφατικὴν καὶ ποιούσης τοὺς εἰρημένους δύο μερικοὺς τρόπους οἱ αὐτοὶ ὅροι ἡμῖν κἀπὶ τούτων ἁρμόσουσιν.

“如果前提之一取为全称,而另一取为特称,当全称前提置于大端项时,就会有一个完全的三段论。” 他意在表明,在所有由一个特称和一个全称构成的组合中,凡是在大前提中具有全称、在小前提中具有特称的所有组合,无论其性质如何,都是可推论的。总共有四种组合:由两个肯定构成的组合、由两个否定构成的组合、由否定大前提和肯定小前提构成的组合,以及由肯定大前提和否定小前提构成的组合。而那些具有肯定小前提的组合,显然它们自身即被证明是可推论的,并不需要换位。因为如果Α可能〔属于〕所有的Β或不〔属于〕任何Β,而Β在某些Γ上是可能的,显然Α也可能属于某些Γ,或者可能不属于所有的Γ。词项是运动、白、动物:因为运动可能属于每一个白的事物,白可能属于某些动物,于是推导出运动可能属于某些动物;再次,运动可能不属于任何白的事物,白可能属于某些动物,于是推导出运动可能不属于所有的动物。这样,具有肯定小前提的组合是通过它们自身而不是通过任何其他事物被证明的。当各组合中的小前提再次被换位,并转变为特称否定,从而构成所提到的两种特称式时,相同的词项对我们而言也同样适用于它们。

语法注3 条
  1. 2.67λέγω δὲ τοῦ τὴν ἐλάττονα ἐν ἀμφοτέραις ἀποφατικὴν εἶναι

    属格冠词不定词短语 τοῦ ... εἶναι 起到同格或原因性解释的作用,具体说明前句中的 ὅσον ἐξ αὐτῶν τῶν προτάσεων(“就前提本身而言”)。

  2. 2.67ἐὰν λάβωμεν τὴν ἀποφατικὴν εἰς καταφατικήν

    短语 λαμβάνω εἰς ... 意为“把……转取/置换为……”,指在偶然命题的质的换位(互补换位)中,将否定前提转换为相应肯定前提的操作。

  3. 2.68Βούλεται ἐπὶ πασῶν τῶν συζυγιῶν τῶν ἐκ τῆς ἑτέρας μερικῆς τῆς δὲ ἑτέρας καθόλου πάσας μὲν τὰς συζυγίας τὰς ἐχούσας ἐν τῇ μείζονι τὸ καθόλου ἐν δὲ τῇ ἐλάττονι τὸ μερικὸν συλλογιστικὰς εἶναι

    动词 βούλεται 支配前置词短语 ἐπὶ πασῶν τῶν συζυγιῶν ...(界定整体范围:一全称一特称的所有组合),并带宾格加不定词结构 πάσας ... τὰς συζυγίας ... συλλογιστικὰς εἶναι 作为其宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:157.11-158.29