← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§159.1-160.5

特称大前提全称小前提的不成立与换位疑难

菲洛波诺斯解释了大前提为特称而小前提为全称的组合全都是不可推论的,通过代入产生必然相互矛盾结论的词项排除一切结论,并引出了亚历山大关于换位规则单向应用所提出的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.69#1

" Ἐὰν δὲ ἡ μὲν πρὸς τὸ μεῖζον ἄκρον ἐν μέρει ληφθῇ, ἡ δὲ πρὸς τὸ ἔλαττον καθόλου, ἐάν τε ἀμφότεραι καταφατικαὶ τεθῶσιν ἐάν τε στερητικαὶ ἐάν τε μὴ ὁμοιοσχήμονες ἐάν τε ἀμφότεραι ἀδιόριστοι ἢ κατὰ μέρος, οὐδαμῶς ἔσται συλλογισμός." Αἱ μὲν οὖν ἔχουσαι πρὸς τῇ μείζονι προτάσει τὸ καθόλου πρὸς δὲ τῇ ἐλάττονι τὸ μερικὸν εἴρηται πῶς εἰσι πᾶσαι συλλογιστικαί, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιόν. αἱ δὲ τὸ ποσὸν ἀνάπαλιν ἔχουσαι, λέγω δὲ πρὸς μὲν τῷ μείζονι τὸ μερικὸν πρὸς δὲ τῷ ἐλάττονι τὸ καθόλου, πᾶσαι ἀσυλλόγιστοί εἰσιν, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιόν. δείκνυσι δὲ αὐτὰς ἀσυλλογίστους τοῦτον τὸν τρόπον· ἐπειδὴ τὸ Β, φησίν, ἐπὶ πλέον ἐστὶ τοῦ Α, * * * δείκνυται δὲ τούτῳ τὸ Α καὶ ἐξ ἀνάγκης παντὶ ὑπάρχον καὶ ἐξ ἀνάγκης οὐδενὶ τούτῳ. εἰ δὲ τοῦτο, οὐδὲν συναχθήσεται συμπέρασμα· εἰ γὰρ συνάγεται τὸ ἀνάγκη παντί, ἀναιρήσει τό τε ἀνάγκη μηδενὶ καὶ ἀνάγκη μὴ παντὶ καὶ τὸ ἐνδέχεται μηδενὶ καὶ τὸ ἐνδέχεται μὴ παντί· πάλιν εἰ συνάγεται τὸ ἀνάγκη μηδενί, ἀναιρήσει τό τε ἀνάγκη παντὶ καὶ τὸ τινὶ 〈καὶ τὸ ἐνδέχεται παντὶ καὶ τὸ τινί〉. εἰ τοίνυν πάντα ἀναιροῦνται, ἔοικε μηδὲν συνάγεσθαι ἐκ τούτων τῶν ὅρων. ἀσυλλόγιστοι ἄρα πᾶσαι αἱ τοιαῦται συζυγίαι ἐοίκασιν εἶναι. δειχθήσεται δὲ καὶ ἐπὶ τῶν ὅρων τὸ τοιοῦτον οὕτως ἔχον. οἱ μὲν οὖν ὅροι, οὓς αὐτὸς λαμβάνει, οὐ πάνυ σαφὲς ἡμῖν τὸ θεώρημα ποιοῦσιν. ἔστωσαν οὖν ὅροι τοῦ μὲν παντὶ ἐξ ἀνάγκης λευκόν, περιπατητικόν, κύκνος· λευκὸν γὰρ τινὶ περιπατητικῷ ἐνδέχεται ὑπάρχειν, περιπατητικὸν παντὶ κύκνῳ, καὶ λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης ὑπάρχει. τοῦ δὲ μηδενί, ἐὰν λάβωμεν ἀντὶ τοῦ κύκνου κόρακα· λευκὸν τινὶ περιπατητικῷ ἐνδέχεται ὑπάρχειν, περιπατητικὸν παντὶ κόρακι, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης. εἰ δὲ καὶ τὸ ἐξ ἀνάγκης παντὶ καὶ τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγεται, πάντα ἄρα ἀναιρεῖται τὰ συμπεράσματα, ὡς ἐδείξαμεν. εἰ δὲ πάντα ἀναιρεῖται, ἀσυλλόγιστοι ἔσονται πᾶσαι αἱ συζυγίαι αἱ τοιαῦται. τὰ δὲ αὐτὰ ἐροῦμεν καὶ ἐπὶ τῶν ἀποφατικῶν καὶ ἐπὶ τῶν ἀνομοιοσχημόνων καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἢ ἀπροσδιορίστων ἢ ὁπωσοῦν ἄλλως. Ἀπορεῖ δὲ ἐν τούτοις ὁ ἐξηγητὴς τί δήποτε ὁ Ἀριστοτέλης μὴ ὥσπερ τὰς ἀποφατικὰς μεταλαμβάνει εἰς καταφατικὰς καὶ οὕτως ποιεῖ συλλογιστικὰς τὰς συζυγίας, οὕτως καὶ τὰς καταφατικὰς μεταλαμβάνει εἰς ἀποφατικὰς καὶ δείκνυσιν ἀσυλλογίστους τὰς συλλογιστικὰς συζυγίας· εἰ γὰρ αἱ τοῦ ἐνδεχομένου προτάσεις πρὸς ἑαυτὰς ἰσοτίμως ἀντιστρέφουσι, τίς ἡ ἀποκλήρωσις τοῦ τὰς μὲν ἀποφατικὰς μεταλαμβάνειν εἰς καταφατικὰς μηκέτι δὲ καὶ τὰς καταφατικὰς εἰς ἀποφατικάς;1 καὶ ἐπιλύεται τοῦτο οὕτως.

“如果关于大端项的前提被取为特称,而关于小端项的前提被取为全称,无论两者被设定为肯定还是否定,或者形式不同,或者两者都是不定或特称的,都绝不会有三段论。” 在大前提中具有全称、在小前提中具有特称的那些组合,无论在质上如何,是怎样全部可推论的,这已经被说明了。而那些在量上相反的组合——我是指在大端项处具有特称而在小端项处具有全称——无论在质上如何都全部是不可推论的。他以下述方式表明它们是不可推论的:他说,既然Β的外延比Α更广[……]而且表明Α对这[小端项]既必然属于一切,又必然不属于任何。如果这样,就不会得出任何结论;因为如果得出‘必然属于一切’,它将排除‘必然不属于任何’和‘必然不属于一切’,以及‘可能不属于任何’和‘可能不属于一切’;再次,如果得出‘必然不属于任何’,它将排除‘必然属于一切’和‘[必然]属于某些’,〈以及‘可能属于一切’和‘可能属于某些’〉。因此,如果所有的都被排除,从这些词项中似乎得不出任何东西。那么,所有这类组合似乎都是不可推论的。这种情况在词项上也将被证明是如此的。他自己所取的词项并没有向我们把这条定理弄得完全清楚。因此,让用于‘必然属于一切’的词项为白、漫步的、天鹅;因为白可能属于某些漫步的事物,漫步的事物属于每一只天鹅,而白必然属于每一只天鹅。至于用于‘不属于任何’的词项,如果我们用乌鸦代替天鹅:白可能属于某些漫步的事物,漫步的事物属于每一只乌鸦,而白必然不属于任何乌鸦。如果既得出‘必然属于一切’又得出‘必然不属于任何’,那么正如我们所表明的,所有的结论都将被排除。如果所有的都被排除,所有这类组合都将是不可推论的。在否定前提的情形、不同形式的情形、由两个特称或不定前提构成的情形,或以任何其他方式的情形中,我们也将说同样的话。但解释者在这些地方提出疑难:究竟为什么亚里士多德不正如他把否定前提转变为肯定前提从而使组合成为可推论的那样,同样也把肯定前提转变为否定前提并证明可推论的组合是不可推论的呢?因为如果偶然前提彼此以同等地位换位,那么只把否定前提转变为肯定前提、却不再把肯定前提转变为否定前提的这种偏颇选择究竟是出于什么呢?他通过下述方式解决了这个问题。

语法注1 条
  1. 2.69τίς ἡ ἀποκλήρωσις τοῦ τὰς μὲν ἀποφατικὰς μεταλαμβάνειν εἰς καταφατικὰς μηκέτι δὲ καὶ τὰς καταφατικὰς εἰς ἀποφατικάς;

    带有定冠词属格的不定词短语 τοῦ ... μεταλαμβάνειν ... μηκέτι δὲ ... 作为说明性属格(同格属格)修饰名词 ἀποκλήρωσις(偏颇的抉择、恣意选择),具体说明了该项偏颇决定的内容(即“只把否定前提转为肯定,却不再把肯定转为否定”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:159.1-160.5