← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§155.22-157.10

第一格中全称可能前提的三段论

在解释亚里士多德将“在……的事物上”等同于“在所有的……上”(32b29–35)之后,注疏考察了第一格中两个前提均为全称偶然命题的三段论,并根据“关于所有”和“关于无一”的定义论证了第一式(双肯定得出全称肯定)和第二式(大否定小肯定得出全称否定)的完全性与有效性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.62

" Τὸ δὲ καθ’ οὗ τὸ Β τὸ Α ἐνδέχεσθαι ἢ παντὶ τῷ Β τὸ Α ἐγχωρεῖν οὐδὲν διαφέρει." Ἐπειδὴ εἶπε τὸ καθ’ οὗ τὸ Β τὸ Α καὶ καθ’ οὗ λέγεται τὸ Β, ἑρμηνεύων τοῦτό φησιν ὅτι οὐδὲν ἄλλο σημαίνει τὸ καθ’ οὗ ἢ τὸ παντί.

“在Β所[属于]的事物上Α是可能的,与在所有的Β上Α是可能的,并无分别。” 由于他说了“在Β所[属于]的事物上Α”以及“在Β被述及的事物上”,他在解释这一点时说,“在……的事物上”所指的无非是“在所有的……上”。

§2.63

"Πρῶτον οὖν εἴπωμεν, εἰ καθ’ οὗ τὸ Γ τὸ Β ἐνδέχεται, καὶ καθ’ οὗ τὸ Β τὸ Α, τίς ἔσται καὶ ποῖος συλλογισμός." Δῆλα ταῦτα ἐκ τῶν εἰρημένων· οὐδὲν γὰρ ἄλλο φησὶν ἢ τοῦτο, ὅτι δεῖ πρῶτον περὶ τῶν ἐξ ἐνδεχομένων προτάσεων διαλαβεῖν συζυγιῶν καὶ ἰδεῖν ποῖον συνάγουσι συμπέρασμα.

“那么首先让我们来说明,如果Γ所[属于]的事物上Β是可能的,且Β所[属于]的事物上Α是可能的,将会有怎样的、何种性质的三段论。” 从所说过的话中这些事情是显而易见的;因为他所说的无非是这一点:必须首先探讨由偶然前提构成的组合,并看它们得出怎样的结论。

§2.64

"Ὅταν δὲ καθ’ οὗ τὸ Β ὑπάρχει τὸ Α ἐνδέχηται, ἡ μὲν ὑπάρχουσα ἡ δ’ ἐνδεχομένη." Ἐάν, φησίν, οὕτως * * * ὅτι τὸ Α ἐνδέχεται1 ὑπάρχειν πᾶσιν οἷς ὑπάρχει τὸ Β, μικτὰς τὰς προτάσεις ποιοῦμεν ἐξ ὑπαρχουσῶν καὶ ἐνδεχομένων. δεῖ δέ, ὡς εἴρηται, πρῶτον περὶ τῶν ἁπλῶν διαλαβεῖν, ἃς αὐτός φησιν ὁμοιοσχήμονας, τουτέστιν ἀμφοτέρας ἐνδεχομένας.

“但当Β实际属于的事物上Α是可能的,则一个是实属的,另一个是偶然的。” 他说,如果以这样的方式[……]即在Β实际属于的一切事物上Α可能属于,我们就使前提成为混合的,由实属前提和偶然前提构成。但正如所说,必须首先探讨单纯的前提,他自己称之为‘同形的’,也就是说两者都是偶然的。

§2.65

"Ὅταν οὖν τὸ Α παντὶ τῷ Β ἐνδέχηται καὶ τὸ Β παντὶ τῷ Γ, συλλογισμὸς ἔσται τέλειος ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν." Ἄρχεται λοιπὸν περὶ αὐτῶν τῶν συλλογισμῶν ποιεῖσθαι τὸν λόγον τῶν ἐν τῷ πρώτῳ σχήματι, καὶ παραδίδωσι τὰς ἐξ ἀμφοτέρων καθόλου συζυγίας. τεσσάρων οὖν πάλιν γινομένων ἐκ τῆς συμπλοκῆς τῶν καθόλου προτάσεων (ἢ γὰρ ἀμφότεραι καταφατικαὶ ἢ ἀμφότεραι ἀποφατικαὶ ἢ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, καὶ τοῦτο διχῶς) αἱ μὲν δύο πάλιν συλλογιστικαί εἰσιν, ἥ τε ἐκ δύο καταφατικῶν καὶ ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς, αἱ δὲ λοιπαὶ δύο ἀσυλλόγιστοι. πρώτην οὖν παραδίδωσι τὴν ἐκ δύο καταφατικῶν συνάγουσαν καθόλου καταφατικὸν συμπέρασμα. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδέχεται ὑπάρχειν· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ἐνδέχεσθαι ὑπάρχειν·2 τὸ ἄρα Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν. τοῦτο γάρ, φησί, φανερὸν ἐκ τοῦ ὁρισμοῦ. ποίου ὁρισμοῦ; δῆλον ὅτι τοῦ κατὰ παντός· κατὰ παντὸς γὰρ ἦν, ὅταν μηδενὶ ὑπῆρχε τὸ ὑποκείμενον καθ’ οὗ οὐκ ἦν τὸ κατηγορούμενον.3 οὐκοῦν εἰ κατὰ παντὸς τοῦ Β τὸ Α ἐνδέχεται ὑπάρχειν, μέρος δὲ τοῦ Β τὸ Γ, καὶ κατὰ παντὸς ἄρα τοῦ Γ τὸ Α ἐνδέχεται ὑπάρχειν. ὅροι δὲ τούτου κίνησις, ἐγρήγορσις, ἄνθρωπος· κίνησις παντὶ ἐγρηγορότι ἐνδέχεται ὑπάρχειν, ἐγρήγορσις δὲ παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ τὸ συμπέρασμα ‘κίνησις παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν’.

“因此,当Α在所有的Β上是可能的,且Β在所有的Γ上也是可能的,就会有一个完全的三段论,即Α可能属于所有的Γ。” 他终于开始讨论第一格中的三段论本身,并传授由两个全称前提构成的组合。由于全称前提的结合再次产生四种情况(因为或者两者都是肯定的,或者两者都是否定的,或者一个是肯定的而另一个是否定的,且这有两种方式),其中两种再次是可推论的——即由两个肯定前提构成的组合,以及大前提是否定的组合——而其余两种则是不可推论的。因此,他首先传授由两个肯定前提构成、得出全称肯定结论的第一种式。因为如果Α可能属于所有的Β,那么它就可能属于它的所有部分;而Γ是Β的一个部分;因为假定了Β可能属于所有的Γ;因此Α可能属于所有的Γ。他说,这从定义上是显而易见的。从哪一个定义?显然是从‘关于所有’的定义;因为‘关于所有’曾是指主项不属于述项不在其上的任何事物。因此,如果Α可能属于所有的Β,而Γ是Β的一个部分,那么Α也就可能属于所有的Γ。其词项是运动、清醒、人:运动可能属于每一个清醒者,清醒可能属于每一个人,结论是‘运动可能属于每一个人’。

§2.66

"Ὁμοίως δὲ καὶ εἰ τὸ μὲν Α ἐνδέχεται μηδενὶ τῷ Β, τὸ δὲ Β ἐνδέχεται παντὶ τῷ Γ, ὅτι τὸ Α ἐνδέχεται μηδενὶ τῷ Γ." Δεύτερος τρόπος ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς συνάγων καθόλου ἀποφατικὸν ἐνδεχόμενον συμπέρασμα. ὅπερ καὶ αὐτό, φησίν, ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ μηδενὸς δῆλον· τοῦτο γὰρ ἦν τὸ κατὰ μηδενός, ὅταν μηδὲν ᾖ τοῦ ὑποκειμένου μέρος καθ’ οὗ τὸ κατηγορούμενον οὐκ ἀποφάσκεται. ὅροι δὲ οἱ αὐτοὶ πάλιν κἀπὶ τούτου· κίνησις μὲν γὰρ ἐνδέχεται μηδενὶ ἐγρηγορότι ὑπάρχειν, ἐγρήγορσις δὲ παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ συνάγεται κίνησις μηδενὶ ἀνθρώπῳ ἐνδέχεσθαι ὑπάρχειν.

“同样地,如果Α可能不〔属于〕任何Β,而Β在所有的Γ上是可能的,那么Α可能不〔属于〕任何Γ。” 第二种式是由否定的大前提和肯定的小前提构成,得出全称否定的偶然结论。他说,这也同样从‘关于无一’的定义上是显然的;因为‘关于无一’曾是指主项中没有任何部分是述项不被否定的。就此而言再次使用相同的词项:因为运动可能不属于任何清醒者,清醒可能属于每一个人,于是推导出运动可能不属于任何人。

语法注3 条
  1. 2.64Ἐάν, φησίν, οὕτως * * * ὅτι τὸ Α ἐνδέχεται

    指示手稿流传中的文句脱漏(lacuna)。在句法上,条件连词 ἐάν 统领后续的主句 μικτὰς τὰς προτάσεις ποιοῦμεν(“我们使前提成为混合的”),脱漏处原本应包含类似“如果我们理解为……”等补全条件从句的动词短语。

  2. 2.65ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ἐνδέχεσθαι ὑπάρχειν

    ὑπόκειται 用作非人称被动态,意为“被假定/设定”,并以带宾格的不定式短语 τὸ Β ἐνδέχεσθαι ὑπάρχειν(“Β可能属于”)作为其真正主语。παντὶ τῷ Γ 是依附于不定式 ὑπάρχειν 的补足与格。

  3. 2.65κατὰ παντὸς γὰρ ἦν, ὅταν μηδενὶ ὑπῆρχε τὸ ὑποκείμενον καθ’ οὗ οὐκ ἦν τὸ κατηγορούμενον

    未完成过去时 ἦν 指代已确立的定义或已知事实(哲学上的未完成过去时)。ὅταν 从句中的双重否定(μηδενὶ... καθ’ οὗ οὐκ)表达了全称性,即“主项不属于述项不在其上的任何事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:155.22-157.10