← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§154.4-155.21

绝大多数的偶然与偶然前提的含义

斐洛庞诺解释了为何科学与证明性三段论只涉及绝大多数情况下发生的偶然事物而排除不确定的偶然事物(因其中项无秩序),并在转向偶然三段论之际,阐明偶然前提中述谓关系的双重含义(现实具有与潜能具有)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.57

" Ἐπιστήμη δὲ καὶ συλλογισμὸς ἀποδεικτικὸς τῶν μὲν ἀορίστων οὐκ ἔστι διὰ τὸ ἄτακτον εἶναι τὸ μέσον,1 τῶν δὲ πεφυκότων ἔστι." Διορισάμενος τὰ διάφορα τοῦ ἐνδεχομένου σημαινόμενα ἀφορίζεται λοιπὸν περὶ ποίου ἐστὶν αὐτῷ νῦν ἡ σκέψις, καὶ φησὶν ὅτι περὶ τοῦ ὡς ἐπὶ τὸ πολύ· αἱ γὰρ ἐπιστῆμαι περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα ἀναστρέφονται, διόπερ καὶ περὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ὡς συνεγγίζον μᾶλλον τῷ ἀναγκαίῳ. διὰ δὲ τὴν ἀοριστίαν τοῦ ἑτέρου οὐ καταγίνεται περὶ αὐτὸ ἐπιστήμη. ἀόριστον δέ ἐστι διὰ τὴν ἀταξίαν τοῦ μέσου· ὁ γὰρ μέσος ἐστὶν ὁ χαρακτηρίζων τὰ σχήματα. ἐπειδὴ τοίνυν οὗτος ἐπὶ μὲν τοῦ ἐπ’ ἴσης οὐδὲν μᾶλλον τῷ πρώτῳ ὑπόκειται ἢ οὐχ ὑπόκειται καὶ τοῦ ἐσχάτου οὐδὲν μᾶλλον κατηγορεῖται ἢ οὔ, ἐπὶ δὲ τοῦ ἐπ’ ἔλαττον μᾶλλον οὐχ ὑπόκειται τῷ πρώτῳ ἢ ὑπόκειται καὶ τοῦ ἐλάττονος μᾶλλον οὐ κατηγορεῖται ἢ κατηγορεῖται καὶ διὰ τοῦτο τῇ τοῦ ὑπάρχειν ἀοριστίᾳ περιπέπτωκε, διὰ τοῦτο ἐξοριζέσθω τῶν ἐπιστημονικῶν μεθόδων· ὡς γὰρ εἴρηται, περὶ τῶν ὡς ἐπίπαν ἡ σκέψις τοῖς ἐπιστήμοσι γίνεται.

“然而,对于不确定的事物并没有科学知识和证明性三段论,这是因为中项是无秩序的,但对于自然倾向于存在的事物则是有的。” 在规定了偶然的各种不同含义之后,他最终界定了他的探究现在所针对的是哪一种,并说这是关于在绝大多数情况下发生的事情;因为各门科学是围绕始终处于同样状态的事物展开的,因此也是围绕在绝大多数情况下发生的偶然事物展开的,因其更为接近必然事物。然而由于另一种事物的不确定性,科学知识并不致力于它。而它之所以不确定,是因为中项的无秩序;因为中项正是表征各格的东西。因此,既然这个[中项]在以均等机会发生的事物上,作为第一项的主项绝不多于不作为主项,被述及最后一项也绝不多于不被述及,而在极少数情况下发生的事物上,则更多地不作为第一项的主项而非作为主项,且更多地不被述及小项而非被述及,并因此陷入了属于的不确定性之中,所以让它被排除在科学方法之外;因为正如所说,对于科学家而言,探究是关于普遍适用的事物的。

§2.58

"Ἐκείνων δὲ ἐγχωρεῖ μὲν γενέσθαι συλλογισμόν, οὐ μὴν εἴωθέ γε ζητεῖσθαι." Εἰ καὶ δυνατόν, φησί, περὶ τοῦ ἀορίστου ἐνδεχομένου ἔστιν ὅτε συλλογίζεσθαι, ἀλλ’ οὖν διὰ τὸ μὴ ἐν πολλῇ εἶναι χρήσει ἀφείσθω ὁ περὶ τούτου λόγος.

“然而,对于那些事物也可能产生三段论,只不过习惯上并不去探求罢了。” 他说,即使有时可能就处于不确定状态的偶然事物进行推论,但由于它并不在频繁的使用中,关于它的讨论姑且置之不论。

§2.59

"Ταῦτα μὲν οὖν διορισθήσεται μᾶλλον ἐν τοῖς ἑπομένοις· νῦν δὲ λέγωμεν πότε καὶ πῶς καὶ τίς ἔσται συλλογισμὸς ἐκ τῶν ἐνδεχομένων προτάσεων." Διδάξας ὅσα ἐχρῆν καὶ προλαβὼν περὶ τοῦ ἐνδεχομένου ἐντεῦθεν ὁρμᾷ ἐπὶ τὴν τῶν ἐνδεχομένων συλλογισμῶν διδασκαλίαν. φησὶ δὲ τὸ ἐνδεχόμενον λέγεσθαι ἢ τὸ ἤδη ἐν ὑπάρξει ὄν, ὅπερ καὶ ἐλέγομεν ὂν αὐτὸ τοῦτο ὑπάρχειν, ἢ τὸ μήπω ὑπάρξαν δυνάμενον δὲ ὑπάρξαι. ἐπειδὴ οὖν περὶ τοῦ ὑπάρχοντος ἤδη διειλήφαμεν, δεῖ, φησίν, ἐνταῦθα πρῶτον περὶ τοῦ ἐνδεχομένου διαλαβεῖν τοῦ μήπω μὲν ὑπάρξαντος δυναμένου δὲ ὑπάρξαι, ἔπειτα μῖξαι τοῦτο τῷ ὑπάρχοντι2 καὶ γνῶναι τίνες γίνονται ἐκ τούτων συλλογισμοί· δεῖ γάρ, ὡς πολλάκις εἴρηται, τὰ ἁπλᾶ τῶν συνθέτων προηγεῖσθαι. αὕτη μὲν οὖν ἡ τῶν ἑξῆς ῥητῶν διάνοια. ἴδωμεν δὲ αὐτὰ καὶ ἐπ’ αὐτῆς τῆς λέξεως· ἔχει γάρ τινα ἀσάφειαν.

“那么,这些事情将在接下来的内容中得到进一步的规定;但现在让我们来谈谈,由偶然前提出发,何时、如何以及将会有怎样的三段论。” 在传授了应当传授的一切并预先探讨了偶然事物之后,他从这里开始转向关于偶然三段论的讲授。他说,“偶然”或者是就那已经实际属于者而言的(这正是我们所说的,它作为存在本身实际属于),或者是就那尚未属于但能够属于者而言的。因此,既然我们已经探讨了实际属于的情况,他说,在这里应当首先探讨那尚未属于但能够属于的偶然事物,然后再将它与实际属于的情况相混合,并认识由它们会产生怎样的三段论;因为正如屡次所说,单纯者必须先于复合者。这便是接下来文句的旨趣;但让我们也在具体的措辞中来看它们,因为它带有某种晦涩之处。

§2.60

"Ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι τόδε τῷδε ὑπάρχειν διχῶς ἔστιν ἐκλαβεῖν." Ἢ γὰρ ᾧ ὑπάρχει τόδε, τουτέστι τὸ ἤδη ἐκβεβηκὸς εἰς ἐνέργειαν καὶ διὰ τοῦτο ὑπάρχον καλούμενον, ἢ ᾧ ἐνδέχεται τὸ αὐτὸ ὑπάρχειν, τουτέστι τὸ μήπω μὲν ἐκβεβηκὸς εἰς ἐνέργειαν δυνάμενον δὲ ἐκβῆναι.

“由于说这能够属于那可以有两种理解。” 因为这或者是就这所属于的事物而言,即已经进入现实活动并由于这个缘故被称为‘实际属于’的事物;或者是就同一事物可能属于的事物而言,即尚未进入现实活动但能够进入的事物。

§2.61

"Τὸ γὰρ καθ’ οὗ τὸ Β τὸ Α ἐνδέχεσθαι τούτων σημαίνει θάτερον,3 ἢ καθ’ οὗ λέγεται τὸ Β ἢ καθ’ οὗ ἐνδέχεται λέγεσθαι." Ὃ βούλεται εἰπεῖν διὰ τούτων, τοῦτό ἐστιν· ὅταν, φησίν, εἴπωμεν ὅτι τὸ Α κατὰ παντὸς τοῦ Β ἐνδέχεται, ἢ τοῦτό φαμεν, ὅτι ὅσοις ἤδη ὑπάρχει τὸ Β, ἐνδέχεται τὸ Α ὑπάρχειν, ἢ ὅτι ὅσοις δύναται τὸ Β ὑπάρξαι νῦν μὴ ὑπάρχον, τούτοις καὶ τὸ Α ἐνδέχεται ὑπάρξαι, ὡς ὅταν εἴπωμεν ὅτι ἐνδέχεται κίνησιν παντὶ λευκῷ ὑπάρχειν· ἢ γὰρ ὅτι πᾶσιν οἷς ἤδη τὸ λευκὸν ὑπάρχει, ἢ οἷς ὑπάρξει νῦν μὴ ὑπάρχον.

“因为在Β所[属于]的事物上Α是偶然的,意味着这两者之一:或者是在Β被述及的事物上,或者是在Β可能被述及的事物上。” 他通过这些话想要说明的是:他说,当我们说“Α可能属于所有的Β”时,我们或者是说,对于Β已经属于的一切事物,Α可能属于它们;或者是说,对于虽然现在不属于但Β能够属于的一切事物,Α也可能属于它们。正如当我们说“运动可能属于一切白色的事物”时:因为这或者是指白已经在其中属于的一切事物,或者是指虽然现在不属于但白将会属于的事物。

语法注3 条
  1. 2.57διὰ τὸ ἄτακτον εἶναι τὸ μέσον

    带冠词不定式结构(διὰ τὸ ... εἶναι),宾格 τὸ μέσον 作不定式 εἶναι 的逻辑主语,ἄτακτον 作表语形容词,意为“因为中项是无秩序的”。

  2. 2.59δεῖ, φησίν, ἐνταῦθα πρῶτον περὶ τοῦ ἐνδεχομένου διαλαβεῖν τοῦ μήπω μὲν ὑπάρξαντος δυναμένου δὲ ὑπάρξαι, ἔπειτα μῖξαι τοῦτο τῷ ὑπάρχοντι

    无人称动词 δεῖ 支配由 πρῶτον ... ἔπειτα 连接的两个不定式 διαλαβεῖν 与 μῖξαι。属格分词短语 τοῦ μήπω μὲν ὑπάρξαντος δυναμένου δὲ ὑπάρξαι 对前面的 περὶ τοῦ ἐνδεχομένου 起同位限定作用。

  3. 2.61Τὸ γὰρ καθ’ οὗ τὸ Β τὸ Α ἐνδέχεσθαι τούτων σημαίνει θάτερον

    全句主语是带冠词不定式短语 Τὸ ... ἐνδέχεσθαι,谓语动词是 σημαίνει,宾语是 θάτερον。在不定式结构内部,τὸ Α 是主格性宾格,καθ’ οὗ τὸ Β [λέγεται/ὑπάρχει](“在Β被述及/所属的事物上”)是省略了动词的介词短语修饰成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:154.4-155.21