- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:152.10-154.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德所区分的两种偶然模式:首先从主项和谓项两方面解释了“在绝大多数情况下发生的事情”为何缺乏必然性;接着结合具体例证解释了包含“等几率发生”与“罕见发生”的“不确定偶然”;最后论述了这几种偶然在前提换位上的表现差异。
" Ἕνα μὲν τὸ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι καὶ διαλείπειν τὸ ἀναγκαῖον.1" Διαλείπει γὰρ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐπί τε τῆς φύσεως καὶ τῆς τέχνης· οὐ γὰρ ἀεὶ ἡ φύσις τοῦ οἰκείου ἐφικνεῖται τέλους οὔτε ἡ τέχνη, ἀλλὰ καὶ ἡ φύσις διαμαρτοῦσα τέρας ἐποίησε καὶ ὁ τεχνίτης διήμαρτε τοῦ σκοποῦ. ἐπειδὴ τοίνυν διαλείμματα ἐν τούτοις γίνεται, διὰ τοῦτο τὸ ἀναγκαῖον αὐτῶν ἀφῄρηται· οὔτε γὰρ πάντως ἐν γήρᾳ πολιοῦται ἄνθρωπος οὔτε ὁ ἰατρὸς ὑγίασεν, οὐδ’ ὅλως τῶν φυσικῶν τι, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ, οὔτε τῶν τεχνητῶν τὸ ἀναγκαῖον ἔχει, ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ.
“一种是在绝大多数情况下发生并且中断必然性。” 因为在绝大多数情况下发生的事情,无论在自然中还是在技艺中都会发生中断;因为自然既不总是达到其特有的目的,技艺也是如此,相反,自然也会由于出错而产生怪胎,工匠也会偏离其目标。因此,既然在这些事情中会发生中断,由于这个缘故,必然性就从它们那里被除去了;因为人并非在任何情况下都在老年时头发变白,医生也并非必然治愈,并且总的来说,自然事物中(我指的是处于生灭之中的事物)没有任何事物,技艺所成之物中也没有任何事物具有必然性,而是具有在绝大多数情况下发生的情况。
"Τοῦτο γὰρ οὐ συνεχὲς μὲν ἔχει τὸ ἀναγκαῖον διὰ τὸ μὴ ἀεὶ εἶναι ἄνθρωπον, ὄντος μέντοι ἀνθρώπου ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ ἐστι." Τὴν αἰτίαν διὰ τούτων ἀποδίδωσι δι’ ἣν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον οὐκ ἔχει τὸ ἀναγκαῖον. δύο δέ φησι τούτου αἰτίας, μίαν μὲν ἐκ τοῦ ὑποκειμένου, ἑτέραν δὲ ἐκ τοῦ κατηγορουμένου. καὶ ἡ μὲν ἐκ τοῦ ὑποκειμένου αὕτη· ἔχει ἡ φύσις ἐν γήρᾳ πολιοῦσθαι τὸν ἄνθρωπον,2 συμβαίνει δὲ τοῦτο πολλάκις μὴ γενέσθαι τοῦ ἀνθρώπου πρὶν εἰς γῆρας ἀφικέσθαι τελευτήσαντος· πάλιν πέφυκεν ὁ ἄνθρωπος περὶ εἰκοστὸν ἔτος ἐκφῦσαι γένειον, καὶ συμβαίνει πρὶν εἰς τοῦτο ἱκέσθαι τελευτῆσαι τὸν ἄνθρωπον. καὶ αὕτη μὲν ἐκ τοῦ ὑποκειμένου μία αἰτία τοῦ διαλιμπάνειν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον. ἑτέρα δὲ ἐκ τοῦ κατηγορουμένου· πολλάκις μὲν γὰρ εἰς τὸ γῆρας ἀφίκετο ἄνθρωπος, πολιὰς δὲ οὐκ ἐποίησεν, ἢ εἰς εἰκοστὸν ἔτος ἐλθὼν οὐκ ἐβλάστησε γένειον καὶ ὅσα τοιαῦτα.
“因为这并非连续地具有必然性,这是由于人并不总是存在,然而当人存在时,它或者出于必然,或者在绝大多数情况下存在。” 他通过这些话给出了在绝大多数情况下发生的偶然事物为何不具有必然性的原因。他说这有两个原因,一个来自主项,另一个来自谓项。来自主项的原因是这样的:自然规定了人在老年时头发变白,但常常发生由于人在到达老年之前死亡而导致这并未发生的情况;同样,人天生在二十岁左右长出胡须,但会发生人在到达这一年龄之前死亡的情况。这就是在绝大多数情况下发生的偶然事物出现中断的、来自主项的一个原因。另一个原因是来自谓项的;因为常常有人到达了老年,却没有长出白发,或者到了二十岁却没有长出胡须,以及诸如此类的事情。
"Οἷον τὸ βαδίζειν ζῷον ἢ τὸ βαδίζοντος γενέσθαι σεισμὸν ἢ ὅλως τὸ ἀπὸ τύχης γινόμενον." Εἰπὼν ὅτι ἄλλος τρόπος ἐνδεχομένου ἐστὶ τὸ ἀόριστον, ἐπειδή, ὡς εἴπομεν, ἑνὶ ὀνόματι τῷ τοῦ ἀορίστου καλεῖ τό τε ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον, παραδείγματα ἑκάστου παρατίθεται, τοῦ μὲν ἐπ’ ἴσης τὸ βαδίζειν τὸ ζῷον (τοῦτο γὰρ ἐπ’ ἴσης δύναται εἶναι καὶ μὴ εἶναι), τοῦ δὲ ἐπ’ ἔλαττον τὸ βαδίζοντος γενέσθαι σεισμόν· τοῦτο γὰρ σπανιάκις καὶ ἐπ’ ἔλαττον γίνεται. ὅπερ κοινῷ λόγῳ σημαίνων ἐπήγαγεν ἢ ὅλως τὸ ἀπὸ τύχης· καὶ γὰρ σπάνια καὶ ἐπ’ ἔλαττον τὰ ἀπὸ τύχης γινόμενα, ὡς τὸ προσελθόντα ἐπ’ ἄλλο περιτυχεῖν ᾧ ἐκ πολλοῦ ἐντυχεῖν τις ἐβούλετο, ἢ τὸ ἀδικηθέντα καὶ τῆς οὐσίας ἀφαιρεθέντα φιλοσοφῆσαι, ἢ σκάπτοντα θησαυρῷ περιτυχεῖν καὶ τὰ τοιαῦτα. εἰ δὲ ἐπάγει τὸ οὐδὲν γὰρ μᾶλλον οὕτως ἢ ἐναντίως πέφυκεν, οὐ πρὸς τὸ ἐπ’ ἔλαττον ἀλλὰ πρὸς τὸ ἐπ’ ἴσης αὐτὸ ἐξακούειν δεῖ.3
“例如动物行走,或者在行走时发生地震,或者总的来说出于偶然发生的事情。” 在说明了偶然的另一种方式是不确定的之后,正如我们所说,既然他用“不确定”这一单一名称来称呼以均等机会发生的偶然事物和在极少数情况下发生的偶然事物,他就为每一种情况举出了例子:对于以均等机会发生的事情,举的是动物行走(因为这能够均等地存在和不存在);而对于在极少数情况下发生的事情,举的是人在行走时发生地震;因为这很少并且在极少数情况下发生。他用一个通用的表述来指明这一点,接着写道:“或者总的来说出于偶然发生的事情”;因为出于偶然发生的事情是稀少的且属于极少数情况,例如为了另一件事前去却碰巧遇到了久已想见的人,或者遭受不公并被剥夺财产后从事哲学,或者在掘地时碰巧发现宝藏以及诸如此类的事。如果他接着写道“因为本性并不倾向于这样多于相反的情况”,那么应当理解为这不是针对极少数情况下发生的事情,而是针对以均等机会发生的事情。
"Ἀντιστρέφει μὲν οὖν καὶ κατὰ τὰς ἀντικειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων, οὐ μὴν τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν πεφυκὸς εἶναι τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν." Εἰ καὶ κατὰ διαφόρων, φησί, σημαινομένων φέρεται τὸ ἐνδεχόμενον τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον, ἀλλ’ οὖν ἕκαστον τούτων ὁμοίως ἕξει κατὰ τὰς ἀντιστροφάς. διαφέρουσι δὲ τοῦ μὲν πεφυκότος εἶναι,4 φησί, τουτέστι τοῦ ὡς ἐπὶ τὸ πολύ, τῷ τὴν κατάφασιν μᾶλλον ἢ τὴν ἀπόφασιν ὑπάρχειν, ἐπὶ δὲ τοῦ ἐπ’ ἴσης τῷ μηδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, τοῦ δὲ ἐπ’ ἔλαττον τῷ μᾶλλον τὴν ἀπόφασιν ἢ τὴν κατάφασιν.
“因此,两种偶然事物也都按照对立的前提换位,然而并非以同样的方式,而是那自然倾向于存在的事物由于并非出于必然性地属于[而换位]。” 他说,即使偶然被用于不同的含义——在绝大多数情况下发生、以均等机会发生以及在极少数情况下发生——但是这些之中的每一个在换位方面都将处于相似的状态。他说,它们之间的差异在于:就那自然倾向于存在的事物而言,即就绝大多数情况下发生的事物而言,在于肯定多于否定属于;在以均等机会发生的事物上,在于肯定绝不多于否定属于;而就极少数情况下发生的事物而言,则在于否定多于肯定属于。
- 2.53διαλείπειν τὸ ἀναγκαῖον
διαλείπειν 通常作为不及物动词表示“中断”或“间隔”,但在此处带宾格 τὸ ἀναγκαῖον,作及物动词用,意为“缺乏必然性”或“中断必然性”。下文注疏中出现的 διαλείμματα(中断、缺陷)以及 τὸ ἀναγκαῖον αὐτῶν ἀφῄρηται(必然性已从它们中除去)证实了这一句法理解。
- 2.54ἔχει ἡ φύσις ἐν γήρᾳ πολιοῦσθαι τὸν ἄνθρωπον
ἔχει 在此具有“具有……的性质”或“安排使……”之意,后接带宾格的不定式结构(τὸν ἄνθρωπον 为逻辑主语,πολιοῦσθαι 为不定式)作其宾语。这与下文的 πέφυκεν ὁ ἄνθρωπος ... ἐκφῦσαι(人天生……长出)在意义上构成平行对构。
- 2.55οὐ πρὸς τὸ ἐπ’ ἔλαττον ἀλλὰ πρὸς τὸ ἐπ’ ἴσης αὐτὸ ἐξακούειν δεῖ
非人称动词 δεῖ 后接不定式 ἐξακούειν(意为“理解”、“领会为适用”),指示代词 αὐτό 指代前文引述的分句 οὐδὲν γὰρ μᾶλλον...(因为并不多于……)。介词短语 πρὸς... 表示适用的对象(“针对……”)。
- 2.56διαφέρουσι δὲ τοῦ μὲν πεφυκότος εἶναι
动词 διαφέρουσι(“它们有区别”)的主语是前句提到的各种偶然类型(绝大多数情况、均等机会、极少数情况)。接下来的属格 τοῦ μὲν πεφυκότος εἶναι(就自然倾向于存在的事物而言)作为表示论题或范围的属格,与伴随的方式/方面与格分句 τῷ... ὑπάρχειν(由于……属于)相配合。
