← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§150.12-152.9

偶然前提的质的换位与偶然性的二分

注解亚里士多德《前分析篇》32a31–32b4,解释偶然前提的质的换位(保持肯定形式而具有否定效力的换位)的逻辑结构,并阐明为何偶然性被区分为两类:绝大多数情况下发生的(确定的)与均等或极少数情况下发生的(不确定的)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.49

" Λέγω δὲ οὐ τὰς ἀποφατικὰς ταῖς καταφατικαῖς, ἀλλ’ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα κατὰ τὴν ἀντίθεσιν.1" Ἐπειδὴ εἶπε πάσας τὰς τοῦ ἐνδεχομένου προτάσεις ἀντιστρέφειν, ἐπισημειοῦται ἐνταῦθα ὅτι τὰς ἀποφάσεις λέγει ἀντιστρέφειν ταῖς καταφάσεσιν οὐ τὰς κατὰ τὸ σχῆμα ἀποφατικάς, οἷον τὴν ‘ἐνδέχεται παντί’ τῇ ‘οὐκ ἐνδέχεται παντί’ (αὗται γὰρ μάχονται ἀλλήλαις), ἀλλ’ ὅσαι, φησί, σχῆμα μὲν ἔχουσι καταφατικόν, ἀποφάσεως δὲ δύναμιν ἔχουσιν, οἷον ἡ ‘ἐνδέχεται παντί’ τῇ ‘ἐνδέχεται μηδενί’ καὶ ἡ ‘ἐνδέχεται τινί’ τῇ ‘ἐνδέχεται μὴ παντί’, αἵτινες, φησί, κατὰ τὴν ἀντίθεσιν τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι τεταγμέναι εἰσίν· τὸ μὲν γὰρ ‘ἐνδέχεται εἶναι’ κατὰ τὸ εἶναι τέτακται, τὸ δὲ ‘ἐνδέχεται μὴ εἶναι’ κατὰ τὸ μὴ εἶναι. ἀντιτίθησι δὲ πρῶτον τὰς ἀπροσδιορίστους ἀλλήλαις, ἔπειτα τὰς κατὰ τὸ καθόλου διωρισμένας. ἀντιτίθησι δὲ τῷ παντὶ τὸ μηδενὶ καὶ τὸ μὴ παντί, διότι, ὡς ἤδη εἴπομεν, αἱ μὲν μερικαὶ καὶ πρὸς τὰς καθόλου δύνανται ἀντιστρέφειν. αἱ δὲ καθόλου οὐκέτι καὶ πρὸς τὰς μερικάς· διὰ τοῦτο τὸ τινὶ τῷ μὴ τινὶ μόνον ἀντιτίθησι.

“但我指的并不是否定前提与肯定前提[换位],而是指那些按照对立而具有肯定形式的前提[换位]。” 因为他说过所有偶然的前提都会换位,所以他在这里指出,他说与肯定前提换位的否定前提,并不是指在形式上是否定的前提,例如“可能属于所有”与“并非可能属于所有”(因为这些前提彼此冲突),而是指那些形式上肯定、却具有否定效力的前提,例如“可能属于所有”与“可能不属于任何”,以及“可能属于某个”与“可能不属于所有”,他说,这些前提是按照存在与不存在的对立来排列的;因为“可能存在”是按照存在排列的,而“可能不存在”则是按照不存在排列的。他首先将无定命题彼此对立,接着是将按照全称而限定的命题[彼此对立]。他将“不属于任何”以及“不属于所有”都与“属于所有”相对立,因为正如我们已经说过的,特称前提也可以与全称前提换位,而全称前提不再能与特称前提换位;因此,他只将“不属于某个”与“属于某个”相对立。

§2.50

"Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων· ἐπεὶ γὰρ τὸ ἐνδεχόμενον οὐκ ἔστιν ἀναγκαῖον, τὸ δὲ μὴ ἀναγκαῖον ἐγχωρεῖ μὴ ὑπάρχειν, φανερὸν ὅτι, εἰ ἐνδέχεται τὸ Α τῷ Β ὑπάρχειν, ἐνδέχεται καὶ μὴ ὑπάρχειν." Εἰπὼν ἀντιστρέφειν ἀλλήλαις τὰς τοῦ ἐνδεχομένου προτάσεις, τὴν πᾶς πρὸς τὴν οὐδεὶς καὶ τὴν τὶς πρὸς τὴν οὐ πᾶς, αὐτὸ τοῦτο διὰ τούτων κατασκευάζει δι’ αὐτῆς τῆς τοῦ ἐνδεχομένου φύσεως. εἰ γὰρ τοῦτό ἐστι, φησίν, ἐνδεχόμενον ὅπερ, οἷς ἂν ὑπάρχῃ, μὴ ἐξ ἀνάγκης ὑπάρχει, ἀλλὰ δύναται αὐτοῖς τούτοις καὶ μὴ ὑπάρχειν, εἰκότως εἴπομεν ὅτι ἐφ’ ὧν λέγομεν τὴν κατάφασιν, ἐπὶ τούτων ἀληθὲς εἰπεῖν καὶ τὴν ἀπόφασιν· εἰ γὰρ ἐνδεχομένως πάντες ἄνθρωποι κινοῦνται, οἱ αὐτοὶ οὗτοι καὶ οὐ κινηθήσονται ἐνδεχομένως. καλῶς ἄρα εἴρηται πρὸς ἀλλήλας ἀντιστρέφειν τὰς τοῦ ἐνδεχομένου προτάσεις.

“在其他前提上也是以同样的方式;因为既然偶然的事物不是必然的,而并非必然的事物可以不属于,显然,如果Α可能属于Β,那么它也可能不属于。” 在说过偶然的前提彼此换位,即“每一个”与“没有一个”换位、“某一个”与“并非每一个”换位之后,他通过这些话,依靠偶然事物本身的本性来确证这一点。因为他说,如果偶然的事物是指它无论属于什么事物都不是出于必然性而属于,而是能够对这些相同的事物也不属于,那么我们曾说凡是我们说肯定的地方,在这些地方说否定也是真的,就是合乎情理的;因为如果一切人都在偶然的意义上运动,那么正是这些人也将偶然地不运动。因此,说偶然前提彼此换位是妥当的。

§2.51

"Εἰσὶ δ’ αἱ τοιαῦται προτάσεις κατηγορικαὶ καὶ οὐ στερητικαί· τὸ γὰρ ἐνδέχεσθαι τῷ εἶναι ὁμοίως τάττεται, καθάπερ ἐλέχθη πρότερον." Ὅπερ εἶπεν ἀνωτέρω, ὅτι ἀντιστρέφουσιν ἀλλήλαις “οὐχ αἱ ἀποφατικαὶ ταῖς καταφατικαῖς, ἀλλ’ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα”, τοῦτο καὶ νῦν φησιν. ὥσπερ γὰρ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου τὸ τηνικαῦτα μόνως ἐγίνοντο ἀποφατικαὶ αἱ προτάσεις, ὅταν τῷ ‘ἔστιν’ ἡ ἄρνησις συνετάττετο, οὕτω, φησί, καὶ ἐπὶ τῶν μετὰ τρόπου μόνως τῷ τρόπῳ συνταττομένης τῆς ἀρνήσεως γίνεται ἀπόφασις, ἄλλως δὲ οὐδαμῶς. εἰ τοίνυν ἐπὶ τῆς ‘ἐνδέχεται μὴ εἶναι’ καὶ τῶν τοιούτων ἀκέραιος μένει,2 δῆλον ὅτι καταφατικαί εἰσι τῷ σχήματι, ὡς πολλάκις εἴρηται.

“而此类前提是肯定的,而非剥夺性的;因为正如先前所说,可能与存在具有相似的排列。” 他在上面所说的,即彼此换位的“不是否定前提与肯定前提,而是具有肯定形式的前提”,现在也正是这样说的。因为正如在带有第三项附加谓项的命题中,只有当否定词与‘是’连用时前提才成为否定前提一样,他说,在模态命题中,也只有当否定词与模态词连用时才产生否定,而在其他情况下则绝非如此。因此,如果在‘可能不存在’及类似前提中[模态词]保持完整,那么显然,正如屡次说过的那样,它们在形式上是肯定的。

§2.52

"Διωρισμένων δὲ τούτων πάλιν λέγομεν ὅτι τὸ ἐνδέχεσθαι κατὰ δύο λέγεται τρόπους." Εἰπὼν τίς ἡ φύσις τοῦ ἐνδεχομένου καὶ πῶς ἀντιστρέφουσιν αὐτοῦ αἱ προτάσεις, νῦν φησι ποσαχῶς λέγεται καὶ ἐπὶ τίνων τὸ κυρίως ἐνδεχόμενον. διχῶς οὖν, φησί, λέγεται· ἢ γὰρ ὡρισμένον ἐστὶν ἢ ἀόριστον. καὶ φησὶν ὡρισμένον μὲν τὸ ὡς ἐπὶ τὸ πολύ, περὶ ὃ ἥ τε φύσις καὶ ἡ τέχνη καταγίνεται, λέγω δὴ τὸ μᾶλλον πενταδάκτυλον γίνεσθαι ἢ μὴ καὶ ὑγιάζειν τὸν ἰατρὸν ἢ μή. ἀόριστον δέ φησι τό τε ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον, τὸ μὲν ἐπ’ ἴσης περὶ ὃ ἡ προαίρεσις ἔχει, βαδίζειν ἢ μὴ βαδίζειν καὶ τὰ ὅμοια, ἐπ’ ἔλαττον δὲ περὶ ὃ ἡ τύχη, ὡς τὸ ὀρύττοντα θησαυρὸν εὑρεῖν. ἀόριστον δὲ εἶπε διὰ τὸ ἐπ’ ἴσης δύνασθαι τὰ τοιαῦτα εἶναι καὶ μὴ εἶναι· καίτοι τὸ ἐπ’ ἔλαττον δοκεῖ ὡρίσθαι τῷ μᾶλλον μὴ εἶναι ἢ εἶναι. πῶς οὖν ἀόριστον καὶ αὐτό φησι; λέγομεν οὖν ὅτι ἀόριστον αὐτὸ εἶπε κατὰ τὸ εἶναι·3 οὐχ ὥρισται γὰρ αὐτοῦ ἡ ὕπαρξις, ὥσπερ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἀλλ’ ἡ ἀνυπαρξία μᾶλλον. καὶ παρατίθεται ἑκάστου παράδειγμα.

“在这些规定之后,我们再次说明,可能是在两种意义上被言说的。” 在说明了偶然的本性是什么以及其前提如何换位之后,他现在说明在严格意义上的可能是在多少种意义上、并且是就哪些事物而言被言说的。因此他说,它是在两种意义上被言说的:因为它或者是确定的,或者是不确定的。他将自然与技艺所从事的“在绝大多数情况下发生的事情”称为确定的——我指的当然是长出五指多于不长出五指,以及医生治愈多于不治愈。而他将“以均等机会发生的事情”和“在极少数情况下发生的事情”都称为不确定的;以均等机会发生的,是与抉择相关的事情,例如散步或不散步及类似的事情;而以极少数情况发生的,则是与运气相关的事情,例如掘地时发现宝藏。他说这是不确定的,是因为此类事物能够均等地存在和不存在;尽管在极少数情况下发生的事情似乎由于更倾向于不存在而非存在而是确定的。那么,他为什么说它也是不确定的呢?因此我们说,他是就在存在方面而言称它为不确定的;因为它的存在并不像绝大多数情况下发生的事情那样是确定的,倒是它的不存在更为确定。接着他为每一种情况举出了例子。

语法注3 条
  1. 2.49ἀλλ’ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα κατὰ τὴν ἀντίθεσιν

    关于 κατὰ τὴν ἀντίθεσιν(按照对立)的修饰关系,存在两种可能的语法解说:直接修饰前面的 καταφατικὸν ἔχουσι τὸ σχῆμα(按照对立而具有肯定形式);或者作为副词性短语修饰省略的主句动词(ἀντιστρέφουσιν,即“按照对立关系发生换位”)。鉴于菲洛波诺斯紧接着用 κατὰ τὴν ἀντίθεσιν τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι τεταγμέναι εἰσίν(按照存在与不存在的对立来排列)来进行解释,采取前者将其理解为命题形式的对立特征是合理的。

  2. 2.51ἀκέραιος μένει

    ἀκέραιος μένει(保持完整/未受影响)的主语在原文中被省略。从上下文(模态命题只有在否定词与模态词结合时才成为否定命题)来看,所补足的主语是未加否定词的“模态”(ὁ τρόπος)或“肯定形式”(τὸ σχῆμα)。

  3. 2.52ἀόριστον αὐτὸ εἶπε κατὰ τὸ εἶναι

    这是对“极少数发生的事情既然倾向于不发生,难道不是确定的吗”这一疑问的解答。κατὰ τὸ εἶναι 是关系宾格短语(就存在而言)。它指明了其不确定性所针对的领域,与接下来的 οὐχ ὥρισται γὰρ αὐτοῦ ἡ ὕπαρξις... ἀλλ’ ἡ ἀνυπαρξία μᾶλλον(因为它的存在并不确定,倒是其不存在更确定)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:150.12-152.9