← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§148.23-150.11

偶然命题的等价性与偶然换位规则

对亚里士多德《前分析篇》32a27–32a29的注解。菲洛波庞斯借助排中律公理论证了偶然命题与非必然性、非不可能性的等价关系,随后阐释了保持词项顺序而仅转变质的偶然换位的规则及其限制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.47

" Κατὰ παντὸς γὰρ ἡ φάσις ἢ ἡ ἀπόφασις. ἔσται ἄρα τὸ ἐνδεχόμενον οὐκ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον ἐνδεχόμενον." Πιστούμενος τὰ περὶ τῆς ἀκολουθήσεως τῶν ἐκτεθεισῶν προτάσεων προσκέχρηται τῷ ἀξιώματι τῆς ἀντιφάσεως· ὅτι γάρ, φησί, καλῶς εἰρήκαμεν ἀκολουθεῖν ἤτοι ἰσοδυναμεῖν ταύτας ἀλλήλαις τὰς προτάσεις, δῆλον ἐξ ὧν· ἐπὶ παντὸς πράγματος ἀνάγκη ἢ τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν τὰς ἀντιφατικῶς ἀντικειμένας. τῷ γὰρ ἐνδέχεσθαι ὑπάρχειν πᾶσα ἀνάγκη ἢ τὸ ἀναγκαῖον μὴ ὑπάρχειν συναληθεύειν ἢ τὸ οὐκ ἀναγκαῖον μὴ ὑπάρχειν· εἰ τοίνυν, φησί, τὸ αὐτὸ ἐνδέχεσθαι ὑπάρχειν καὶ ἀναγκαῖον μὴ ὑπάρχειν ψεῦδός ἐστι λέγειν, ἀληθὲς ἄρα τὸ ἀντικείμενον τῷ ἑτέρῳ ὑπάρχειν1 τῷ ἄλλῳ, λέγω δὴ τῷ ἐνδέχεσθαι ὑπάρχειν τὸ οὐκ ἀνάγκη μὴ ὑπάρχειν. ὁμοίως καὶ ἐπὶ τοῦ ἀδυνάτου· εἰ γὰρ τῷ ἐνδέχεσθαι ὑπάρχειν μὴ δύναται συναληθεύειν τὸ ἀδύνατον ὑπάρχειν, δῆλον ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον συναληθεύσει τὸ οὐκ ἀδύνατον ὑπάρχειν· ὃ γὰρ ἐνδέχεται ὑπάρχειν, τοῦτο οὐκ ἀδύνατον ὑπάρχειν. εἰ τοίνυν τῷ ἐνδεχομένῳ ἀνάγκη ἢ τὸ ἀναγκαῖον ἢ τὸ μὴ ἀναγκαῖον ὑπάρχειν, οὐ δύναται δὲ τὸ ἀναγκαῖον ὑπάρχειν (πῶς γὰρ τὸ αὐτὸ ἐνδεχόμενόν τε ἅμα εἴη καὶ ἀναγκαῖον;), τὸ ἄρα μὴ ἀναγκαῖον ὑπάρξει· καλῶς ἄρα εἴρηται ὅτι ἐνδεχόμενον τοῦτό ἐστιν “οὗ μὴ ὄντος ἀναγκαίου”. καὶ πάλιν εἰ ἀνάγκη τὸ ἐνδεχόμενον ἢ ἀδύνατον εἶναι ἢ οὐκ ἀδύνατον, ἀδύνατον δὲ οὐκ ἔστι (πῶς γὰρ τὸ αὐτὸ ἐνδεχόμενόν τε ἅμα εἴη καὶ ἀδύνατον;), οὐκ ἀδύνατον ἄρα ἔσται· καλῶς οὖν εἴρηται ὅτι τεθέντος ὑπάρχειν τοῦ ἐνδεχομένου οὐδὲν ἀδύνατον συμβαίνει.

“因为对任何事物而言,或者断言或者否定成立。因此偶然的事物将是并非必然的,而并非必然的事物将是偶然的。” 在证实所列出前提的随从关系时,他援用了矛盾律的公理。因为他说,我们适当地说过这些前提彼此随从即等价,这从以下事实是清楚的:对于每一件事物,在矛盾对立的项中,或者肯定为真,或者否定为真,这是必然的。因为在‘可能是存在的’之后,或者‘必然不存在’共同为真,或者‘并非必然不存在’共同为真,这是完全必然的;因此他说,如果说同一事物既可能是存在的又是必然不存在的是假的,那么与另一者对立的事物属于这一者就是真的——我指的当然是‘并非必然不存在’属于‘可能是存在的’。同样在不可能的事物上也是如此:因为如果在‘可能是存在的’之后‘是不可能存在的’不能共同为真,显然矛盾对立的‘并非不可能存在的’将共同为真;因为可能存在的事物,并非不可能存在。因此,如果对偶然的事物而言,或者必然的事物或者并非必然的事物必然属于它,而必然的事物不可能属于它(因为同一事物怎能同时既是偶然的又是必然的呢?),那么并非必然的事物就将属于它;因此,说偶然的事物是“并非必然的事物”是妥当给出的。又如,如果偶然的事物必然或者是不可能的或者不是不可能的,而它并不是不可能的(因为同一事物怎能同时既是偶然的又是不可能的呢?),那么它就将不是不可能的;因此,说设定了偶然的事物实事地存在决不会产生任何不可能的事物,也是妥当给出的。

§2.48

"Συμβαίνει δὲ πάσας τὰς κατὰ τὸ ἐνδέχεσθαι προτάσεις ἀντιστρέφειν ἀλλήλαις." Περὶ τῆς ἀντιστροφῆς τοῦ ἐνδεχομένου ἐντεῦθεν ποιεῖται τὸν λόγον, ἀντιστροφῆς δέ, ὡς εἴρηται, τῆς ἐνδεχομένης, ἥτις τὴν μὲν τάξιν τῶν ὅρων φυλάττει τὴν αὐτήν, τὴν δὲ ποιότητα μόνην ἀμείβει. φησὶν οὖν ὅτι ἀντιστρέφουσιν ἀλλήλαις αἱ προτάσεις τοῦ ἐνδεχομένου, αἱ μὲν καθόλου καταφατικαὶ πρὸς τὰς καθόλου ἀποφατικάς, αἱ δὲ μερικαὶ καταφατικαὶ πρὸς τὰς μερικὰς ἀποφατικάς, οὐκέτι δὲ ἀντιστρέφουσιν αἱ καθόλου πρὸς τὰς μερικάς. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἐνδεχόμενόν ἐστιν ὃ δύναται ὡσαύτως εἶναί τε καὶ μὴ εἶναι, δῆλον ὅτι, ἐφ’ ὧν τὴν κατάφασιν ἔστιν εἰπεῖν, ἐπὶ τούτων καὶ τὴν ἀπόφασιν· εἰ γὰρ ἐνδέχεται πάντα ἄνθρωπον κινεῖσθαι, ἐνδέχεται καὶ μηδένα κινεῖσθαι, καὶ εἰ τινὰ ἐνδέχεται μὴ κινεῖσθαι, καὶ τινὰ ἐνδέχεται κινεῖσθαι. ἀλλ’ οὐκέτι ταῖς μερικαῖς αἱ καθόλου δύνανται ἀκολουθεῖν, ἀντικειμένως δηλονότι κατὰ τὸ ποιὸν ἔχουσαι·2 οὐδὲ γὰρ εἰ τινὰ ἐνδέχεται μὴ εἶναι λευκόν, δυνατὸν λέγειν ὅτι καὶ πάντα ἐνδέχεται εἶναι λευκόν· τινὰ μὲν γὰρ ἐνδέχεται, οὐκέτι δὲ καὶ πάντα, οἷον τὸν Αἰθίοπα. ἀλλ’ εἰ καὶ μὴ πρὸς τὰς μερικὰς αἱ καθόλου ἀντιστρέφειν δύνανται, ἀλλ’ αἱ μερικαὶ δύνανται πρὸς τὰς καθόλου ἀντιστρέφειν· εἰ γὰρ ἐνδέχεται πάντα ἄνθρωπον κινεῖσθαι, ἐνδέχεται τινὰ μὴ κινεῖσθαι. τοῦτο δὲ διὰ τὸ καθόλου συμβαίνει· διότι γὰρ τὸ μηδένα κινεῖσθαι ἐνδέχεται (αὕτη δὲ ἀντέστρεφε πρὸς τὴν καθόλου καταφατικήν), διὰ τοῦτο καὶ τινὰ μὴ κινεῖσθαι ἐνδέχεται· τὸ γὰρ μερικὸν ἀκολουθεῖ τῷ καθόλου.

“而且,结果是所有按照可能性而言的前提都彼此换位。” 从这里开始,他论述关于偶然命题的换位——正如已经说过的,这是一种偶然的换位,它保持词项的排列相同,而仅改变质。因此他说,偶然的诸前提彼此换位,全称肯定前提与全称否定前提换位,特称肯定前提与特称否定前提换位,但全称前提不再与特称前提换位。这是合乎情理的:因为如果偶然的事物是同样能够存在也能够不存在的事物,显然,凡是可以言说肯定的地方,在这些地方也可以言说否定;因为如果所有人都可能运动,那么没有人运动也是可能的;如果某个人可能不运动,那么某个人运动也是可能的。但全称前提不再能够随从特称前提(显然是在质上具有对立关系的情况下);因为即便某个人可能不是白的,也不能说所有人都可能是白的(因为对于某些人而言是可能的,但不再对所有人都是可能的,例如埃塞俄比亚人)。但是,即使全称前提不能与特称前提换位,特称前提却能与全称前提换位;因为如果所有人都可能运动,那么某个人可能不运动也是可能的。而这是通过全称前提发生的:因为既然没有人运动是可能的(而这个命题与全称肯定前提换位),因此某个人不运动也是可能的;因为特称随从全称。

语法注2 条
  1. 2.47ἀληθὲς ἄρα τὸ ἀντικείμενον τῷ ἑτέρῳ ὑπάρχειν τῷ ἄλλῳ, λέγω δὴ τῷ ἐνδέχεσθαι ὑπάρχειν τὸ οὐκ ἀνάγκη μὴ ὑπάρχειν

    结构上,ἀληθές 为述语形容词(省略 ἐστί),冠词加不定式短语 τὸ ... ὑπάρχειν 作主语。在不定式结构中,宾格短语 τὸ ἀντικείμενον τῷ ἑτέρῳ(“与另一者对立者”)作 ὑπάρχειν 的主语,与格 τῷ ἄλλῳ(“属于另一者”)表示归属。随后的 λέγω δὴ... 是对这两个成分的具体同位说明:与格 τῷ ἐνδέχεσθαι ὑπάρχειν 对应 τῷ ἄλλῳ,宾格 τὸ οὐκ ἀνάγκη μὴ ὑπάρχειν 对应主语 τὸ ἀντικείμενον。

  2. 2.48ἀντικειμένως δηλονότι κατὰ τὸ ποιὸν ἔχουσαι

    分词 ἔχουσαι 修饰前面的主语 αἱ καθόλου(全称前提)。ἔχω 搭配副词(ἀντικειμένως)表示“处于对立状态”,κατὰ τὸ ποιόν 则限定其方面(“在质上”)。该分词短语作为伴随或限制性条件,说明全称前提何以不能随从特称前提,即它们在质(肯定与否定)上保持着对立关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:148.23-150.11