- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:146.23-148.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解了亚里士多德从实事和必然推论转向偶然推论的过渡段落(32a16–21),阐释了偶然概念的本义定义(既非必然,假定其存在亦不会导出不可能后果)、其同名异义的用法,以及通过对立命题图式对该定义的论证。
" Περὶ δὲ τοῦ ἐνδεχομένου μετὰ ταῦτα λέγωμεν, πότε καὶ πῶς καὶ διὰ τίνων ἔσται συλλογισμός." Διαλεχθεὶς περί τε τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων προτάσεων, ὅπως τε ἔχουσιν αὐταὶ καθ’ ἑαυτὰς καὶ ὅπως ἀλλήλαις συμπλεκόμεναι, νῦν λοιπὸν περὶ τῶν τοῦ ἐνδεχομένου προτάσεων ποιεῖται τὸν λόγον. πρὶν δὲ ἡμῖν τὸν περὶ τῶν προτάσεων τοῦ ἐνδεχομένου παραδοῦναι λόγον θεωρήματά τινα περὶ τούτου παραδίδωσι, πρῶτον μὲν τί ποτέ ἐστιν ὅλως τὸ ἐνδεχόμενον, ἔπειτα τὸν περὶ τῶν ἀντιστροφῶν τοῦ ἐνδεχομένου λόγον. ἐλέγομεν δὲ ὅτι τῶν ἀντιστροφῶν ἡ μέν ἐστιν ἁπλῆ, ἡ δὲ ἐκ μεταθέσεως, ἡ δὲ ἐνδεχομένη· διδάσκει οὖν ἡμᾶς ἐνταῦθα περὶ τῆς ἐνδεχομένης ἀντιστροφῆς, ἐπειδὴ καὶ ὅλως περὶ τοῦ ἐνδεχομένου ἐστὶν ὁ λόγος, ποῖαί εἰσιν αἱ ἀντιστρέφουσαι πρὸς ἀλλήλας προτάσεις. καὶ τρίτον ἐπὶ τούτοις παραδίδωσι τὴν διαίρεσιν τοῦ ἐνδεχομένου, ποσαχῶς λέγεται, ὅπερ καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἐποίησε. καὶ οὕτω λοιπὸν διδάσκει ὅπως τε ἔχουσιν αἱ τοῦ ἐνδεχομένου προτάσεις, καὶ τίνες τισὶ συμπλεκόμεναι ποιοῦσί τινας συλλογιστικὰς συζυγίας, ἔπειτα μίγνυσιν αὐτὰς τῷ τε ὑπάρχοντι καὶ τῷ ἀναγκαίῳ, καὶ μετὰ ταῦτα διδάσκει περὶ τῆς ἁπλῆς τοῦ ἐνδεχομένου ἀντιστροφῆς. σημαίνει δὲ αὐτῷ τὸ μὲν διὰ τίνων, ὡς καὶ ἄλλοτε εἴρηται, τὸ διὰ δύο τοὐλάχιστον προτάσεων, τὸ δὲ πῶς τὴν τῶν ὅρων τάξιν, ὅτι δεῖ τὸν μέσον ἢ τοῦ μὲν κατηγορεῖσθαι τῷ δὲ ὑποκεῖσθαι ἢ ἀμφοτέρων κατηγορεῖσθαι ἢ ἀμφοτέροις ὑποκεῖσθαι· διὰ δὲ τοῦ πότε ἐδήλωσεν ὅτι οὐχ ὡς ἔτυχε συμπλεκόμεναι αἱ προτάσεις ποιοῦσι συλλογισμόν.
“在此之后,让我们来谈谈关于偶然的事物,何时、如何以及通过何种〔事物〕推论才会成立。” 在论述了实事前提和必然前提本身如何以及它们彼此如何结合之后,现在接下来他论述关于偶然命题的内容。但在向我们传授关于偶然命题的论述之前,他传授了关于它的若干定理:首先是究竟什么是偶然的事物,其次是关于偶然命题换位的论述。我们曾说过,在换位中,一种是简单换位,另一种是通过换质的换位,还有一种是偶然的换位;因此,由于论述总体上是关于偶然的,他在这里教导我们关于偶然的换位,即哪些命题彼此可以换位。第三,除这些之外,他还传授了偶然的划分,即它在多少种意义上被言说,正如他在《解释篇》中所做的那样。随后,他接着教导偶然前提本身如何,哪些前提与哪些前提结合能构成某些有效的推论组合,然后将它们与实事命题和必然命题混合,在此之后他教导偶然命题的简单换位。对他而言,“通过何种”意味着(正如在其他地方也说过的那样)至少通过两个前提;“如何”意味着词项的排列,即中项必须或者为一个项作述语而作为另一个项的主语,或者为两个项作述语,或者作为两个项的主语;而通过“何时”,他表明前提并非任意结合就能构成推论。
"Λέγω δ’ ἐνδέχεσθαι καὶ τὸ ἐνδεχόμενον οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δ’ ὑπάρχειν1 οὐδὲν ἔσται διὰ τοῦτ’ ἀδύνατον." Ὁρίζεται διὰ τούτων τὸ ἐνδεχόμενον, καὶ φησὶ μὴ εἶναι μὲν ἐξ ἀνάγκης αὐτοῦ τὴν ὕπαρξιν, ἐὰν δέ τις καθ’ ὑπόθεσιν τὸ μήπω ἐκβεβηκὸς ὡς ἐκβεβηκὸς θῇ, μηδὲν ἀδύνατον ἀκολουθεῖν τῇ ὑποθέσει αὐτοῦ. οἷόν ἐστιν ἐνδεχόμενον τὸ νύκτωρ ἐσθίειν Σωκράτην· ἐὰν 〈γὰρ〉 ὑποθώμεθα νύκτωρ αὐτὸν ἐσθίοντα, οὐδὲν ἀδύνατον ἀκολουθήσει τῇ ὑποθέσει ταύτῃ, κἂν ψευδὴς ᾖ· εἴρηται γὰρ ὅτι τὸ μὲν ἀδύνατον πάντως καὶ ψεῦδος, οἷον τὸ τὸν ἄνθρωπον εἶναι πτερωτόν, τὸ δὲ ψεῦδος οὐ πάντως καὶ ἀδύνατον.
“而我所说的能够是以及偶然的事物是指:并非必然存在,但若设定其实事地存在,决不会因此产生任何不可能的事物。” 通过这些话定义了偶然的事物,并且他说,它的存在并非出于必然,但如果有人根据假设将尚未发生的事情设定为已经发生的事情,其假设决不会随之产生任何不可能的事物。例如苏格拉底在夜间进食是一件偶然的事;因为如果我们假设他在夜间进食,这个假设决不会产生任何不可能的事物,即使它是假的也是如此;因为已经说过,不可能的事物必然也是假的,例如人有翅膀,但假的事物并非必然也是不可能的。
"Τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν." Ἐπειδήπερ ἐν τῷ Περὶ ἑρμηνείας τὸ ἐνδεχόμενον καὶ ἐπὶ τοῦ ἀναγκαίου ἔταττεν, ἐνταῦθα δέ φησιν ὅτι ἐνδεχόμενόν ἐστιν “οὗ μὴ ὄντος ἀναγκαίου”, διὰ τοῦτό φησιν ὅτι τὸ ἐνδεχόμενον ὁμωνύμως ἐστὶ φερόμενον καὶ κατὰ ἀναγκαίου καὶ κατὰ τοῦ κυρίως ἐνδεχομένου καὶ ἐπὶ τῶν ἄλλων τρόπων.
“因为我们同名异义地把必然的也说成是可能的。” 既然他在《解释篇》中把偶然也归于必然的事物,而在这里他说偶然是“并非必然的事物”,因此他说偶然这一称呼是同名异义地既用于必然的事物,又用于本义上的偶然事物以及其他各种样态。
"Ὅτι δὲ τοῦτό ἐστι τὸ ἐνδεχόμενον, φανερὸν ἔκ τε τῶν ἀποφάσεων καὶ τῶν καταφάσεων τῶν ἀντικειμένων." Τὸν ἀποδεδομένον περὶ τοῦ ἐνδεχομένου λόγον πιστώσασθαι βούλεται, ὅτι καλῶς ἀποδέδωκεν εἰπών τε “οὗ μὴ ὄντος ἀναγκαίου” καὶ ὅτι “τεθέντος ὑπάρχειν” οὐδὲν ἀδύνατον συμβαίνει. πιστοῦται δὲ τοῦτο διὰ τῶν ἀντικειμένων, τῇ μὲν [οὖν] τοῦ ἐνδεχομένου καταφάσει δεικνὺς ἀκολουθοῦσαν τήν τε τοῦ ἀδυνάτου ἀπόφασιν καὶ τὴν τοῦ ἀναγκαίου, ὁμοίως καὶ τῇ ἀποφάσει τὰς ἀντικειμένας ταύταις, ὡς ἑξῆς ἐν τῷ διαγράμματι κεῖνται. ἐνδέχεται ὑπάρχειν οὐκ ἐνδέχεται ὑπάρχειν οὐκ ἀδύνατον ὑπάρχειν ἀδύνατον ὑπάρχειν οὐκ ἀναγκαῖον μὴ ὑπάρχειν ἀναγκαῖον μὴ ὑπάρχειν. Εἰ τοίνυν τῷ ‘ἐνδέχεται ὑπάρχειν’ ἀκολουθεῖ τὸ ‘οὐκ ἀνάγκη μὴ ὑπάρχειν’, καλῶς ἄρα εἴρηται τὸ “οὗ μὴ ὄντος ἀναγκαίου”. καὶ πάλιν εἰ ‘τῷ ἐνδέχεται ὑπάρχειν’ ἀκολουθεῖ τὸ ‘οὐκ ἀδύνατον ὑπάρχειν’, καλῶς ἄρα εἴρηται τὸ ‘τεθέντος τοῦ ἐνδεχομένου οὐδὲν ἀδύνατον ἀκολουθεῖ’· ὃ γὰρ ἐνδέχεται εἶναι, τοῦτο ἐδείχθη οὐκ ἀδύνατον εἶναι. αὗται δέ, φησίν, αἱ προτάσεις ἢ αἱ αὐταί εἰσιν ἢ ἀκολουθοῦσιν ἀλλήλαις·2 αἱ αὐταὶ μὲν γάρ εἰσι τῷ σημαινομένῳ· συναληθεύουσι γάρ· ἀκολουθοῦσι δὲ ἀλλήλαις μὴ πάντῃ οὖσαι αἱ αὐταί· διαφέρουσι γὰρ κατὰ τὴν τῆς φωνῆς προφοράν.
“而这正是偶然的事物,从对立的否定命题和肯定命题中也是显然的。” 他希望证实关于偶然所给出的定义,即他说“并非必然的事物”以及“若设定其实事地存在”不会发生任何不可能的事物是妥当给出的。他通过对立的事物来证实这一点,证明在偶然的肯定命题之后随之产生不可能的否定命题和必然的否定命题,同样在[偶然的]否定命题之后随之产生与这些对立的命题,正如在下面图表中所排列的那样: 可能是存在的;不是可能存在的;不是不可能存在的;是不可能存在的;不是必然不存在的;是必然不存在的。 因此,如果在‘可能是存在的’之后随之产生‘不是必然不存在的’,那么所说的“并非必然的事物”便是妥当的。再者,如果在‘可能是存在的’之后随之产生‘不是不可能存在的’,那么所说的‘设定了偶然的事物,决不会随之产生任何不可能的事物’也是妥当的;因为可能存在的事物,已经被证明不是不可能存在的。他说,这些命题或者彼此相同,或者彼此随之产生;因为它们在所指上是相同的(因为它们共同为真),而在并非完全相同的前提下彼此随之产生(因为它们在语音的发音上有所不同)。
- 2.44οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δ’ ὑπάρχειν
属格关系代词 οὗ 指向前行词 τὸ ἐνδεχόμενον(或 ἐνδέχεσθαι),其下由连词 δέ 引导并对照两个独立属格短语 μὴ ὄντος ἀναγκαίου 与 τεθέντος [αὐτοῦ] ὑπάρχειν,表达条件或让步关系:“它本身并非必然,但若被设定为存在”。
- 2.46αὗται δέ, φησίν, αἱ προτάσεις ἢ αἱ αὐταί εἰσιν ἢ ἀκολουθοῦσιν ἀλλήλαις
无主语的 φησίν 指亚里士多德,在本句中引出他对图表中各命题关系的论述。后文通过 αἱ αὐταὶ μὲν γάρ εἰσι... ἀκολουθοῦσι δέ... 的对比指明了双重标准:在所指意义/真值上是“相同的”,但在语言表述上存在差异因而只是“相互推导/随之产生”。
