- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:144.29-146.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯考察了第三格混合必然推论的最后一种组合,讨论了关于中项的手抄本异文,对亚里士多德关于前提与结论模态一致性的概括性论述的适用范围进行了推敲与限定,并对迄今为止的必然推论学说作了总结。
" Ὅταν δὲ τὸ στερητικὸν ἐν μέρει ὂν ἀναγκαῖον ᾖ, δίπουν, κινούμενον, ζῷον, ζῷον μέσον." Διὰ τούτων τὴν λοιπὴν τῶν τριῶν παραδίδωσι συζυγιῶν τῶν τὸ ὑπάρχον συναγουσῶν τὴν ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης. δείκνυσι δὲ διὰ τῆς τῶν ὅρων παραθέσεως τὸ συμπέρασμα· δίπουν οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης, κινούμενον παντὶ ζῴῳ ὑπαρχόντως, καὶ συνάγεται δίπουν οὐ παντὶ κινουμένῳ ὑπαρχόντως. εἰδέναι δὲ δεῖ ὅτι τινὰ τῶν παλαιοτέρων βιβλίων ἔχει μέσον δίπουν. λέγουσι δὲ τοῦτο γραφικὸν εἶναι σφάλμα· οὐ γὰρ συνάγεται διὰ τούτων τῶν ὅρων μέσου λαμβανομένου τοῦ δίποδος ὑπάρχον συμπέρασμα ἀλλ’ ἀναγκαῖον, ὡς ἐκ τῶν προειρημένων δῆλόν ἐστιν. ὅτι δὲ οὐ τὸ δίπουν τίθησι μέσον ἀλλὰ τὸ ζῷον, δῆλον ἐξ ὧν πρώτου τοῦ δίποδος ἐμνημόνευσεν,1 ὕστερον δὲ τοῦ ζῴου· ἐπὶ γὰρ τοῦ τρίτου σχήματος ἔθος ἔχει ὕστερον τιθέναι τὸ μέσον· καὶ νῦν δὲ τὸ ζῷον ὕστερον ἔθηκε.
“而当否定命题是特称且是必然的时,为两足的、运动的、动物,动物是中项。” 通过这些话,他讲授了得出实事结论的三种组合中剩下的一种,即由大前提特称否定必然命题和小前提全称肯定实事命题构成的组合。他通过列举词项来证明结论:两足的必然不属于所有动物,运动的实事地属于所有动物,从而得出两足的实事地不属于所有运动的。但应当知道,某些较古老的手抄本以“两足的”为中项。但人们说这是抄写错误;因为若取两足的为中项,通过这些词项得出的就不是实事结论而是必然结论,正如从前面所说的内容中已经清楚的那样。而他并不是把两足的而是把动物设定为中项,这一点从他首先提及两足的而随后提及动物便很清楚;因为在第三格中,他习惯于把中项放在最后,而在这里他也把动物放在了最后。
"Φανερὸν οὖν ὅτι τοῦ μὲν ὑπάρχειν οὐκ ἔστι συλλογισμός, ἐὰν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ἐν τῷ ὑπάρχειν, τοῦ δ’ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης." Δοκεῖ ὁ Ἀριστοτέλης τὸ συμπέρασμα τοῦτο ἐπαγαγεῖν ἐπὶ τῶν τριῶν εἰρημένων σχημάτων. οὐ δεῖ δὲ τοῦτο νομίζειν, ἐπεὶ ἀτοπίᾳ τινὶ περιπεσεῖται ὁ φιλόσοφος φάσκων ὅτι φανερὸν ἐκ τῶν εἰρημένων, ὡς ἐὰν μὴ ἀμφότεραι αἱ προτάσεις ὦσιν ὑπάρχουσαι, οὐ συνάγεται ὑπάρχον συμπέρασμα· ἀπέδειξε γὰρ ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι ὅτι καὶ τῆς μείζονος μόνης καθόλου ἀποφατικῆς οὔσης ὑπαρχούσης ὑπάρχον γίνεται τὸ συμπέρασμα. δεῖ οὖν λέγειν ὅτι οὐ τῶν τριῶν σχημάτων ἐστὶ τὸ εἰρημένον συμπέρασμα ἀλλὰ τοῦ τρίτου μόνου. δόξει δὲ μηδὲ ἐπὶ τοῦ τρίτου ἀληθῆ τὸν λόγον τοῦτον εἶναι· δέδεικται γὰρ καὶ ἐπὶ τούτου ὅτι καὶ τῆς μιᾶς μόνης προτάσεως ὑπαρχούσης οὔσης ὑπάρχον γίνεται τὸ συμπέρασμα. ῥητέον οὖν ὅτι οὐδὲ τοῦ τρίτου σχήματος ὅλου τὸ εἰρημένον ἐστὶ συμπέρασμα ἀλλὰ τῶν τεσσάρων συζυγιῶν τῶν ἐξ ἀμφοτέρων καθόλου προτάσεων· ἐπειδὴ γὰρ ἐπὶ τούτων ἀπέδειξεν ὅτι αἱ τρεῖς ἐξ αὐτῶν συζυγίαι τὸ ἀναγκαῖον συνάγουσι συμπέρασμα οἱασδήποτε ἀναγκαίας λαμβανομένης προτάσεως, κἂν τῆς μείζονος κἄν τῆς ἐλάττονος, ὡς πρὸς τὴν ἑαυτοῦ νῦν δεῖξιν τὰ ἀκόλουθα συμπεραινόμενος ταῦτά φησιν,2 ὅτι οὐχ ὥσπερ ἐπὶ τούτων τῶν συζυγιῶν ἀληθὲς ἦν ἁπλῶς φάναι ὅτι οἱασδήποτε τῶν προτάσεων ἀναγκαίας οὔσης ἀναγκαῖον πάντως συνάγεται τὸ συμπέρασμα, οὕτω δὴ καὶ ἐπὶ τῶν τὸ ὑπάρχον συναγουσῶν ἀληθές ἐστιν ἁπλῶς εἰπεῖν ὅτι ὑπάρχον πάντως συνάγεται τὸ συμπέρασμα, ἀλλ’ ἀμφοτέρων μὲν οὐσῶν ὑπαρχουσῶν πάντως ὑπάρχον γίνεται τὸ συμπέρασμα, τῆς δὲ μιᾶς ὑπαρχούσης οὐ πάντως ὑπάρχον.
“因此显然,若非两个前提都在实事之中,就没有关于实事的推论;而关于必然的推论,即使两个前提中只有一个是必然的,也是存在的。” 亚里士多德似乎是对所说的三个格引出这个结论的。但不应当这样认为,因为如果这位哲学家声称从所说内容中显然可知若非两个前提都是实事的便得不出实事结论,他就会陷入某种荒谬;因为他在第一格和第二格中证明过,即使只有大前提是全称否定实事命题,结论也会成为实事的。因此应当说,所说的结论并非针对三个格,而仅仅针对第三格。然而甚至在第三格上,这个说法也将显得不是真的;因为在这一格上也已经证明过,即使只有一个前提是实事的,结论也会成为实事的。所以必须说,所说的结论甚至不是针对整个第三格,而是针对由两个全称前提构成的四种组合;因为既然在这些组合上他证明了其中的三种组合无论哪个前提被取为必然的(无论是大前提还是小前提)都得出必然结论,那么作为与他自己现在的证明相应的推断,他便说了这样的话:并不是正如在这些组合中可以简单地断言无论哪个前提是必然的都必然得出必然结论那样,在得出实事结论的组合中也可以简单地说必然得出实事结论;相反,在两个前提都是实事命题时,必然得出实事结论,而当只有一个是实事命题时,并非必然得出实事结论。
"Ἐν ἀμφοτέροις δὲ καὶ καταφατικῶν καὶ στερητικῶν ὄντων τῶν συλλογισμῶν ἀνάγκη τὴν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι· λέγω δὲ τὸ ὁμοίαν, εἰ μὲν ὑπάρχον, ὑπάρχουσαν, εἰ δ’ ἀναγκαῖον, ἀναγκαίαν." Ἐν ἀμφοτέροις, φησί, τοῖς εἰρημένοις τρόποις, τῷ τε ὑπάρχοντι καὶ τῷ ἀναγκαίῳ, καὶ ἀποφατικῶν καὶ καταφατικῶν ὄντων τῶν συμπερασμάτων ἢ ἀναγκαίων ἢ ὑπαρχόντων ἀνάγκη μίαν τῶν προτάσεων ὁμοίαν εἶναι τῷ συμπεράσματι, καὶ εἰ μὲν ὑπάρχον εἴη τὸ συμπέρασμα, τὴν μίαν τῶν προτάσεων πάντως εἶναι ὑπάρχουσαν, εἰ δὲ ἀναγκαῖον, ἀναγκαίαν.
“在两类推论中,无论推论是肯定的还是否定的,其中一个前提都必须与结论相似;我所说的相似是指,如果结论是实事的,前提就是实事的,如果是必然的,就是必然的。” 他说,在所说的两种模态中,即实事与必然中,无论结论是否定的还是肯定的,是必然的还是实事的,前提之一都必须与结论相似;并且如果结论是实事的,前提之一就必须一概是实事的,如果是必然的,就必须是必然的。
"Περὶ μὲν οὖν τοῦ ἀναγκαίου, πῶς γίνεται καὶ τίνα διαφορὰν ἔχει πρὸς τὸ ὑπάρχον, εἴρηται σχεδὸν ἱκανῶς." Ὅτι ἐκ δύο, φησίν, ἀναγκαίων τὸ συμπέρασμα γίνεται ἀναγκαῖον, καὶ ὅτι, κἂν μόνη ἡ μείζων ἀναγκαία ᾖ, πάλιν ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ ὅτι ταῖς ὑπαρχούσαις ὁμοίως αἱ ἀναγκαῖαι συμπλεκόμεναι γίνονται συλλογιστικαί, καὶ ὅτι τὸ ἀναγκαῖον τῷ ἀεὶ εἶναι διαφέρει τοῦ ὑπάρχοντος.
“因此,关于必然的,它如何产生以及它相对于实事的有何区别,差不多已经说得足够了。” 他说,从两个必然命题出发结论成为必然的,并且即使只有大前提是必然的结论也会再次成为必然的,以及正如实事命题一样,必然命题结合起来也能够构成推论,还有必然的由于‘始终存在’而与实事的相区别,这些都已经被谈论过了。
- 2.39ἐξ ὧν πρώτου τοῦ δίποδος ἐμνημόνευσεν
短语 ἐξ ὧν 是包含先行项的关系代词结构,相当于 ἐκ τούτων ὅτι...(“从……这一事实出发”),引导前述断言的理据。πρώτου 作表语性/副词性用法,表示提及的先后顺序。
- 2.40ὡς πρὸς τὴν ἑαυτοῦ νῦν δεῖξιν τὰ ἀκόλουθα συμπεραινόμενος ταῦτά φησιν
该分句的骨干是 ταῦτά φησιν(“他说这些话”),分词 συμπεραινόμενος(“作为结论引出/总结”)修饰主语(亚里士多德)。τὰ ἀκόλουθα 是 συμπεραινόμενος 的直接宾语(“后承/伴随的事项”)。ὡς 限制说明分词短语,随后的 ὅτι 从句构成 ταῦτα 的同位语说明。
