← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§143.1-144.28

第三格否定与肯定混合的三种有效组合

菲洛波庞论述了第三格中模态三段论(否定与肯定混合)余下的三种有效组合,对照亚里士多德的文本,阐明如何通过换位法或具体词项证明其结论是实事的而非必然的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35

" Ὅταν δὲ τὸ καταφατικὸν ἀναγκαῖον τεθῇ ἢ καθόλου ὂν ἢ ἐν μέρει ἢ τὸ στερητικὸν κατὰ μέρος, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον." Τεσσάρων γινομένων συλλογιστικῶν συζυγιῶν1 τῆς μὲν τῶν προτάσεων ἀποφατικῆς οὔσης τῆς δὲ καταφατικῆς καὶ τῆς μὲν καθόλου τῆς δὲ μερικῆς (τῆς γὰρ μείζονος καθόλου οὔσης καὶ ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς γίνονται δύο συζυγίαι, μία μὲν τῆς μείζονος ἀναγκαίας οὔσης τῆς δὲ ἐλάττονος ὑπαρχούσης, δευτέρα δὲ τῆς μείζονος ὑπαρχούσης 〈οὔσης〉 τῆς δὲ ἐλάττονος ἀναγκαίας· πάλιν τῆς μείζονος μερικῆς οὔσης ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς γίνονται ἄλλαι δύο ἢ τῆς μείζονος πάλιν οὔσης ἀναγκαίας τῆς δὲ ἐλάττονος ὑπαρχούσης ἢ ἀνάπαλιν τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἀναγκαίας· αἱ δ’ ἄλλαι τέσσαρες αἱ ἔχουσαι τὴν μείζονα καταφατικὴν ἢ μερικὴν ἢ καθόλου ἀσυλλόγιστοί εἰσι), τούτων οὖν τῶν τεσσάρων συλλογιστικῶν παραδοὺς τὴν μίαν τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ὑπαρχούσης καὶ δείξας ταύτην ἀναγκαῖον συνάγουσαν συμπέρασμα διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος προτάσεως, νῦν τὰς λοιπὰς τρεῖς διὰ τούτων παραδίδωσι, καὶ δείκνυσιν αὐτὰς ὑπάρχον συναγούσας συμπέρασμα. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ὅταν δὲ τὸ καταφατικὸν ἀναγκαῖον τεθῇ ἢ καθόλου ἢ ἐν μέρει τὰς δύο σημαίνει συζυγίας, τήν τε ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας καὶ τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ἀναγκαίας· διὰ δὲ τοῦ εἰπεῖν ἢ τὸ στερητικὸν κατὰ μέρος, προσυπακουομένου τοῦ ἀναγκαίου, σημαίνει τὴν λοιπὴν συζυγίαν τὴν ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης. ταύτας οὖν τὰς τρεῖς φησι τὸ ὑπάρχον συνάγειν.

“但当肯定命题被设定为必然的,无论是全称还是特称,或者否定命题是特称时,结论将不是必然的。” 当诸前提中一为否定而另一为肯定,且一为全称而另一为特称时,有四种有效的推论组合(因为当大前提为全称否定而小前提为特称肯定时,产生两种组合:一种是大前提为必然的而小前提为实事的,第二种是大前提为实事的而小前提为必然的;再次,当大前提为特称否定而小前提为全称肯定时,又产生另外两种:或者大前提再次为必然的而小前提为实事的,或者相反大前提为实事的而小前提为必然的;而大前提为肯定命题的其他四种组合,无论是特称还是全称,都是不能构成推论的),因此在这四种推论组合中,在讲授了由大前提全称否定必然命题和小前提特称肯定实事命题组成的一种,并通过小前提的换位证明了它得出必然结论之后,现在他通过这些话讲授其余的三种组合,并证明它们得出实事结论。因为通过说“但当肯定命题被设定为必然的,无论是全称还是特称”,他指明了两种组合:即大前提为特称否定实事命题而小前提为全称肯定必然命题的组合,以及大前提为全称否定实事命题而小前提为特称肯定必然命题的组合;而通过说“或者否定命题是特称”,在附加领会“必然的”一词的情况下,他指明了剩下的一种组合,即大前提为特称否定必然命题而小前提为全称肯定实事命题的组合。因此他说,这三种组合得出的是实事结论。

§2.36

"Τὰ μὲν γὰρ ἄλλα τὰ αὐτὰ ἃ καὶ ἐπὶ τῶν πρότερον ἐροῦμεν." Τὰ ἄλλα φησὶ δι’ ὧν ἐδείκνυμεν καὶ τὰς ἄλλας συζυγίας, λέγω δὲ τῆς ἀντιστροφῆς.2 δεῖ μέντοι γε ἐπιστῆσαι ὅτι οὐ περὶ τῶν τριῶν τοῦτό φησιν (οὐδὲ γὰρ αἱ τρεῖς δι’ ἀντιστροφῆς δείκνυνται) ἀλλὰ περὶ τῆς μιᾶς μόνης τῆς ἐχούσης τὴν μείζονα καθόλου ἀποφατικὴν ὑπάρχουσαν τὴν δὲ ἐλάττονα μερικὴν καταφατικὴν ἀναγκαίαν· αὕτη γὰρ τῆς μερικῆς καταφατικῆς ἀντιστραφείσης, τῆς ἐλάττονος λέγω καὶ ἀναγκαίας, ἀνάγεται εἰς τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος. ἔστω γὰρ τὸ μὲν Α τῷ Γ μηδενὶ ὑπαρχόντως, τὸ δὲ Β τῷ Γ τινὶ ἐξ ἀνάγκης· συνάγεται ὅτι τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως. ἐπεὶ γὰρ ἀντιστρέφει τὸ μερικὸν καταφατικὸν ἀναγκαῖον, ἔσται ἐξ ἀνάγκης καὶ τὸ Γ τινὶ τῷ Β· ἐπεὶ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπαρχόντως· γίνεται γὰρ ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος. οὕτω μὲν οὖν αὕτη δι’ ἀντιστροφῆς δείκνυται. αἱ δὲ ἄλλαι δύο οὐ δύνανται δι’ ἀντιστροφῆς δειχθῆναι διὰ τὸ τὴν ἐλάττονα εἶναι ἐν ἀμφοτέραις καθόλου καταφατικήν· ἐὰν γὰρ αὐτὴν ἀντιστρέψωμεν, πρὸς τὴν μερικὴν ἀντιστρέψει καὶ ἀσυλλόγιστον ποιήσει τὴν συζυγίαν· ἀλλ’ οὐδὲ ἡ μείζων δύναται ἀντιστραφῆναι μερικὴ οὖσα ἀποφατική.

“因为至于其他方面,我们将说出与在前面的情况中也〔说过的〕相同的话。” 他说“其他方面”,是指我们用来证明其他组合的手段,我指换位法。然而应当注意,他并不是关于所有这三种组合说这句话的(因为并非所有三种组合都能通过换位法证明),而是仅仅关于在大前提处具有全称否定实事命题而在小前提处具有特称肯定必然命题的这唯一一种组合说的;因为在这个组合中,当特称肯定命题(我指小前提且为必然命题)被换位后,便归约为第一格的第四式。因为设 Α 实事地不属于任何 Γ,而 Β 必然属于某个 Γ;从而得出 Α 实事地不属于所有 Β。因为既然特称肯定必然命题可以换位,Γ 也将必然属于某个 Β;那么,既然 Α 实事地不属于任何 Γ,而 Γ 必然属于某个 Β,因此 Α 就实事地不属于所有 Β;因为这构成了第一格的第四式。因此,这一组合是通过换位法得到证明的。但另外两种组合不能通过换位法证明,这是因为在两种组合中小前提都是全称肯定命题;因为如果我们对它进行换位,它将换位为特称命题并使该组合成为不能构成推论的;但是大前提作为特称否定命题,也是不能换位的。

§2.37

"Ὅροι δέ, ὅταν μὲν ᾖ τὸ καθόλου κατηγορικὸν ἀναγκαῖον, ἐγρήγορσις, ζῷον, ἄνθρωπος, μέσον ἄνθρωπος." Τὴν ἐκ τῆς ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας τῆς δὲ μείζονος μερικῆς ἀποφατικῆς ὑπαρχούσης διὰ τῶν ὅρων πιστοῦται· ἐγρήγορσις μὴ παντὶ ἀνθρώπῳ ὑπαρχέτω, ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ζῴῳ ὑπαρχόντως.

“而诸词项,当全称肯定是必然的时,为清醒、动物、人,中项是人。” 他通过词项确证由小前提全称肯定必然命题和大前提特称否定实事命题构成的组合:设清醒不属于所有人,动物必然属于所有人,从而得出清醒实事地不属于所有动物。

§2.38

"Ὅταν δὲ ἐν μέρει τὸ κατηγορικὸν ἀναγκαῖον, ἐγρήγορσις, ζῷον, λευκόν." Οὗτοι τῆς ἑτέρας συζυγίας οἱ ὅροι τῆς ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ἀναγκαίας. αὕτη δὲ ἐδείχθη διὰ τῆς ἀντιστροφῆς τὸ μερικὸν ἀποφατικὸν ὑπάρχον συνάγουσα. δείκνυται δὲ καὶ διὰ τῶν ὅρων οὕτως· ἐγρήγορσις οὐδενὶ λευκῷ ὑπαρχόντως, ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ζῴῳ ὑπαρχόντως καὶ οὐκ ἀναγκαίως.

“而当肯定命题在特称上是必然的时,为清醒、动物、白。” 这些是由大前提全称否定实事命题和小前提特称肯定必然命题构成的另一组合的词项。而这一组合已通过换位法被证明得出特称否定实事结论。通过词项它也被如下证明:清醒实事地不属于任何白色物,动物必然属于某个白色物,从而得出清醒实事地不属于所有动物,且不是必然地不属于。

语法注2 条
  1. 2.35Τεσσάρων γινομένων συλλογιστικῶν συζυγιῶν

    句首的属格绝对结构(Τεσσάρων γινομένων...)经过长插入句的中断后,并未直接接续主句,而是通过复述性的 τούτων οὖν τῶν τεσσάρων συλλογιστικῶν παραδοὺς... 与主句动词 νῦν... παραδίδωσι 形成呼应连接。

  2. 2.36λέγω δὲ τῆς ἀντιστροφῆς

    插入语 λέγω δέ 之后的名词短语 τῆς ἀντιστροφῆς 采用属格,这是顺承前面的介词短语 δι’ ὧν(διά 加属格,即[διὰ] τῆς ἀντιστροφῆς)而取属格,而非作为 λέγω 的宾语(或与 Τὰ ἄλλα 同格)采用宾格(τὴν ἀντιστροφήν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:143.1-144.28