- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:141.23-142.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》31b20–31b33,论证在第三格中当肯定前提之一为全称实事且另一为特称必然时结论并非必然,以及当全称否定前提为必然时得出必然结论。
" Εἰ δὲ τὸ ἐν μέρει ἐστὶν ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον." Θεὶς πρότερον ἐν τῷ καθόλου τὸ ἀναγκαῖον, εἴτε μείζων ἦν ἡ καθόλου εἴτε ἐλάττων, καὶ δείξας τὸ ἀναγκαῖον συναγόμενον νῦν τὸ ἀνάπαλιν ποιεῖ· ὑποτίθεται γὰρ ἑτέρας δύο προτάσεις ἐξ ἀμφοτέρων πάλιν καταφατικῶν, τῆς μὲν καθόλου ὑπαρχούσης τῆς δὲ μερικῆς ἀναγκαίας, καὶ φησὶ τῇ καθόλου πάλιν ἀκολουθεῖν τὸ συμπέρασμα, κἂν μείζων γένηται κἂν ἐλάττων.1 δείκνυσι δὲ πάλιν τὴν μὲν πρὸς τῷ μείζονι ἔχουσαν τὸ ὑπάρχον διὰ μιᾶς τῆς ἐλάττονος ἀντιστροφῆς οὕτως· εἰ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· εἰ τοίνυν ὑπόκειται τὸ μὲν Α παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Γ διὰ τῆς ἀντιστροφῆς ἐξ ἀνάγκης τινὶ τῷ Β, καὶ τὸ Α ἄρα τινὶ τῷ Β ὑπάρχει μόνον· τοῦτο γὰρ δέδεικται ἐν τῷ πρώτῳ σχήματι. δείκνυσι δὲ καὶ διὰ τῶν ὅρων τοῦτο· λαμβάνει γὰρ μείζονα μὲν ὅρον ἐγρήγορσιν, μέσον δὲ ζῷον, ἐλάττονα δὲ δίπουν· ἐγρήγορσις γὰρ παντὶ ζῴῳ ὑπαρχόντως, δίπουν δὲ τινὶ ἐξ ἀνάγκης, καὶ συνάγεται ἐγρήγορσις τινὶ δίποδι ὑπαρχόντως.
“但如果特称命题是必然的,结论将不是必然的。” 在先前将必然命题置于全称前提中(无论全称是大前提还是小前提)并证明了得出必然结论之后,他现在做相反的处理;因为他假定另外两个前提(两者再次皆为肯定命题),全称为实事命题而特称为必然命题,并且他说结论再次随从全称前提,无论它成为大前提还是小前提。他再次通过小前提的一次换位,如下证明在大前提处具有实事命题的组合:如果 Β 必然属于某个 Γ,那么 Γ 也必然属于某个 Β;那么,如果假定 Α 实事地属于所有 Γ,而 Γ 通过换位必然属于某个 Β,因此 Α 就仅属于某个 Β;因为这已经在第一格中得到了证明。他也通过具体词项证明这一点;因为他取清醒为大项,动物为中项,二足为小项:因为清醒实事地属于所有动物,而二足必然属于某些[动物],从而得出清醒实事地属于某个二足。
"Ὁμοίως δὲ καὶ διὰ τῶν αὐτῶν ὅρων δειχθήσεται, καὶ εἰ τὸ ΑΓ εἴη ἐν μέρει τε καὶ ἀναγκαῖον." Δείκνυται αὕτη, λέγω δὴ ἡ τὸ μεῖζον μερικὸν ἀναγκαῖον ἔχουσα, καὶ διὰ δύο ἀντιστροφῶν, ὡς ἤδη εἴπομεν, τῆς τε μείζονος προτάσεως καὶ τοῦ συμπεράσματος. εἰ γὰρ τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῷ Α ἐξ ἀνάγκης· εἰ τοίνυν ὑπόκειται τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Γ διὰ τῆς ἀντιστροφῆς τινὶ τῷ Α ἐξ ἀνάγκης, συνάγεται δήπου τὸ Β τινὶ τῷ Α ὑπάρχειν μόνον· τοῦτο γὰρ δέδεικται· ἀντιστραφέντος δὲ τοῦ συμπεράσματος καὶ τὸ Α τινὶ τῷ Β ὑπάρχει μόνον. δείκνυται δὲ καὶ διὰ τῶν αὐτῶν ὅρων μόνον τῆς τάξεως αὐτῶν ἐναλλαττομένης· ὃν γὰρ ἐκεῖ ἐλάττονα ἐλαμβάνομεν, ἐνταῦθα μείζονα ποιοῦμεν, οἷον τὸ δίπουν· τὸ γὰρ δίπουν τινὶ ζῴῳ ἐξ ἀνάγκης, ἐγρήγορσις δὲ παντὶ ὑπαρχόντως, καὶ συνάγεται διὰ τῶν εἰρημένων δύο ἀντιστροφῶν δίπουν τινὶ ἐγρηγόρσει ὑπαρχόντως.
“同样,即使 Α Γ 是特称且是必然的,通过相同的词项也将得到证明。” 这个组合,我指在大前提处具有特称必然命题的组合,正如我们已经说过的,也是通过两次换位(即大前提和结论的换位)得到证明的。因为如果 Α 必然属于某个 Γ,那么 Γ 也必然属于某个 Α;那么,如果假定 Β 实事地属于所有 Γ,而 Γ 通过换位必然属于某个 Α,当然就得出 Β 仅属于某个 Α;因为这已经得到了证明;而当结论换位后,Α 也仅属于某个 Β。仅通过互换它们的次序,这也通过相同的词项得到了证明;因为我们在那里作为小项选取的,在这里作为大项,例如二足:因为二足必然属于某种动物,而清醒实事地属于所有[动物],通过上述的两次换位,从而得出二足实事地属于某种清醒。
"Εἰ δ’ ὁ μὲν εἴη κατηγορικὸς ὁ δὲ στερητικὸς τῶν ὅρων, ὅταν μὲν ᾖ τὸ καθόλου στερητικόν τε καὶ ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον." Τῆς μείζονος καθόλου ἀποφατικῆς οὔσης ἀναγκαίας τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ὑπαρχούσης συνάγεται μερικὸν ἀποφατικὸν ἀναγκαῖον συμπέρασμα. εἰ γὰρ τὸ Β τινὶ τῷ Γ ὑπάρχει, καὶ τὸ Γ τινὶ τῷ Β ὑπάρχει· ἐπεὶ οὖν τὸ μὲν Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, συνάγεται τὸ Α οὐ παντὶ τῷ Β ἐξ ἀνάγκης· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρώτῳ σχήματι. τοὺς αὐτοὺς δὲ κἀνταῦθα παραληψόμεθα ὅρους πρὸς τὸ δεῖξαι τὸ ὑπάρχον συναγόμενον,2 οὕσπερ καὶ ἐν τῷ πρώτῳ παρελαμβάνομεν σχήματι· ἐγρήγορσις, ὑπνοῦν, ἄνθρωπος· ἐγρήγορσις οὐδενὶ ὑπνοῦντι ἐξ ἀνάγκης, ὑπνοῦν τινὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ συνάγεται ἐγρήγορσις οὐ παντὶ ἀνθρώπῳ ὑπαρχόντως.
“如果词项中一为肯定而另一为否定,只要全称是否定且是必然的,结论也将是必然的。” 在大前提为全称否定必然命题、小前提为特称肯定实事命题的情况下,得出特称否定必然结论。因为如果 Β 属于某个 Γ,那么 Γ 也属于某个 Β;因此,既然 Α 必然不属于任何 Γ,而 Γ 实事地属于某个 Β,就得出 Α 必然不属于所有 Β;因为这已经在第一格中得到了证明。我们在这里也将采用与我们在第一格中采用过的完全相同的词项,以表明得出的是实事结论:清醒、睡眠、人;清醒必然不属于任何睡眠者,睡眠实事地属于某个人,从而得出清醒实事地不属于所有人。
- 2.32κἂν μείζων γένηται κἂν ἐλάττων
由连词 κἄν(καὶ ἐάν)引导的让步从句,其主语从上文语境推知为全称前提(ἡ καθόλου)。它表述的规则是:无论全称前提成为大前提还是小前提,结论始终随从其情态。
- 2.34πρὸς τὸ δεῖξαι τὸ ὑπάρχον συναγόμενον
由介词 πρός 搭配带冠词不定词 δεῖξαι 构成的目的结构,支配宾格分词结构 τὸ ὑπάρχον συναγόμενον(得出实事结论)。亚里士多德正文主张必然结论,而此处则是通过具体词项说明只能得出实事结论。
