← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§140.11-141.22

第三格的否定混合与肯定全称的必然性

在第三格中,注解者结合具体词项证明了全称否定实事与全称肯定必然的组合仅得出实事结论(31a37),随后论述了在两前提皆为肯定但量不同(一全称一特称)的组合中,只要全称前提是必然的,结论便亦为必然,并分别阐明了小前提或大前提为全称的两种情形(31b12, 31b19)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.29

" Εἰ δὲ τὸ κατηγορικὸν ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον." Ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας ὑπάρχον φησὶ συνάγεσθαι τὸ συμπέρασμα. εἰ γὰρ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, τὸ ἄρα Α τινὶ τῷ Β οὐχ ὑπάρχει· δέδεικται γὰρ ἐν τῷ πρώτῳ. ἔτι καὶ διὰ τῶν ὅρων πάνυ ἂν εἴη φανερόν. ἔστω γὰρ τὸ μὲν Α ἀγαθόν, τὸ δὲ Β ζῷον, τὸ δὲ Γ ἵππος· ἀγαθὸν μὲν οὐδενὶ ἵππῳ ὑπαρχόντως, ζῷον δὲ παντὶ ἵππῳ ἐξ ἀνάγκης, καὶ συνάγεται ἀγαθὸν τινὶ ζῴῳ μὴ ὑπάρχειν μόνον·1 δύναται γὰρ καὶ πᾶν ζῷον εἶναι ἀγαθόν, δηλονότι κατὰ τὸ φυσικὸν ἀγαθόν. εἰ δέ τις, φησί, πρὸς τοῦτο ἐνίσταται μὴ συγχωρῶν τῇ μείζονι προτάσει (εἶναι γάρ τι ζῷον ἐξ ἀνάγκης οὐκ ἀγαθόν, οἷον τὰ ἰοβόλα), ληπτέον ἀντὶ τοῦ ἀγαθοῦ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν· ἐγρήγορσις μὲν γὰρ οὐδενὶ ἵππῳ ὑπαρχόντως, ζῷον δὲ παντὶ ἀναγκαίως, καὶ συνάγεται ‘ἐγρήγορσις τινὶ ζῴῳ οὐχ ὑπάρχει μόνον’. ὥστε δῆλον ὅτι τὸ ὑπάρχον καὶ οὐ τὸ ἀναγκαῖον συνάγεται.

“但如果肯定命题是必然的,结论将不是必然的。” 他说,在大前提为全称否定实事命题、小前提为全称肯定必然命题的情况下,得出的是实事结论。因为如果 Β 必然属于所有 Γ,那么 Γ 也必然属于某个 Β;那么,如果 Α 实事地不属于任何 Γ,而 Γ 必然属于某个 Β,因此 Α 就不属于某个 Β;因为这已经在第一格中得到了证明。此外,通过具体词项这也完全是清楚的。因为设 Α 为善,Β 为动物,Γ 为马:善实事地不属于任何马,而动物必然属于所有马,从而得出善仅仅不属于某个动物;因为所有动物也有可能是善的,这显然是按照自然的善而言的。但是他说,如果有人对此提出异议,不同意大前提(因为有某种动物必然不是善的,例如有毒的动物),就应当取“清醒”或“睡眠”来代替“善”;因为清醒实事地不属于任何马,而动物必然属于所有[马],从而得出“清醒仅仅不属于某个动物”。因此显然,得出的是实事结论而非必然结论。

§2.30

"Εἰ δ’ ὁ μὲν καθόλου ὁ δ’ ἐν μέρει, κατηγορικῶν μὲν ὄντων ἀμφοτέρων, ὅταν τὸ καθόλου γένηται ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον." Ἐπὶ τῶν τὴν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν μερικὴν καταφατικῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων2 τῇ καθόλου ἕπεται τὸ συμπέρασμα· τῆς γὰρ μερικῆς ἀντιστρεφομένης τῇ ἀναγωγῇ τῇ εἰς τὸ πρῶτον σχῆμα ἡ καθόλου μείζων γίνεται· ἐκεῖ δὲ τῇ μείζονι ἠκολούθει τὸ συμπέρασμα. καλῶς ἄρα εἴρηται ἐπὶ τούτων τῇ καθόλου ἀκολουθεῖν τὸ συμπέρασμα. τίθησι δὲ ἐν τούτοις πρώτην τὴν ἔχουσαν τὴν μὲν μείζονα μερικὴν καταφατικὴν ὑπάρχουσαν τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἀναγκαίαν συνάγουσαν δι’ ἀντιστροφῆς τῆς μείζονος καὶ τοῦ συμπεράσματος ἀναγκαῖον συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Α, φησί, τινὶ τῷ Γ ὑπάρχον, τὸ δὲ Β παντὶ ἐξ ἀνάγκης· συνάγει οὖν τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. πῶς; εἰ γὰρ τὸ Α τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Α ὑπάρχει· οὐκοῦν εἰ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Α ὑπάρχει, συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης. ἀντιστρέψας δὲ τὸ συμπέρασμα ἔχεις τὸ ζητούμενον· εἰ γὰρ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης, ὅπερ ἔδει δεῖξαι.

“如果一为全称而另一为特称,当二者皆为肯定命题时,只要全称成为必然的,结论也将是必然的。” 在那些两前提皆为肯定命题、一为全称而另一为特称的组合中,结论随从全称前提;因为当特称前提换位时,通过还原到第一格,全称前提变成了大前提;而在那里,结论是随从大前提的。因此,在这些组合中说结论随从全称前提是说得很好的。他在这些组合中首先提出大前提为特称肯定实事命题、小前提为全称肯定必然命题的组合,它通过大前提和结论的换位得出必然结论。因为他说,设 Α 实事地属于某个 Γ,而 Β 必然属于所有[Γ];因此它得出 Α 必然属于某个 Β。如何得出?因为如果 Α 属于某个 Γ,那么 Γ 也属于某个 Α;因此,如果 Β 必然属于所有 Γ,而 Γ 实事地属于某个 Α,就得出 Β 必然属于某个 Α。将结论换位,你就得到了所探求的结论;因为如果 Β 必然属于某个 Α,那么 Α 也必然属于某个 Β,这正是所要证明的。

§2.31

"Ὁμοίως δὲ καὶ εἰ τὸ ΑΓ εἴη ἀναγκαῖον καθόλου ὄν· τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστίν." Ὑποθέμενος πρότερον τὴν πρὸς τῷ ἐλάττονι ἔχουσαν τὸ καθόλου καταφατικὸν ἀναγκαῖον πρὸς δὲ τῷ μείζονι τὸ μερικὸν καταφατικὸν ὑπάρχον νῦν τὸ ἀνάπαλιν ὑποτίθεται, καὶ πάλιν ἀναγκαῖόν φησι συνάγεσθαι συμπέρασμα. εἰ γὰρ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β ὑπάρχει μόνον τινὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῷ Β ὑπάρχει· οὐκοῦν εἰ τὸ μὲν Α τῷ Γ παντὶ ἐξ ἀνάγκης, τὸ δὲ Γ τῷ Β τινὶ ὑπάρχει, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει· δέδεικται γὰρ ἤδη πρότερον.

“同样,如果 Α Γ 是全称且是必然的;因为 Β 是在 Γ 之下的。” 在先前假定了在小前提处具有全称肯定必然命题、在大前提处具有特称肯定实事命题的组合之后,他现在假定相反的情形,并且再次说得出必然结论。因为如果 Α 必然属于所有 Γ,而 Β 仅属于某个 Γ,那么 Γ 也属于某个 Β;因此,如果 Α 必然属于所有 Γ,而 Γ 实事地属于某个 Β,因此 Α 就必然属于某个 Β;因为这一点在此前已经得到了证明。

语法注2 条
  1. 2.29ἀγαθὸν τινὶ ζῴῳ μὴ ὑπάρχειν μόνον

    否定词 μή 否定不定式 ὑπάρχειν,副词 μόνον 则修饰整个不定式短语,表示模态上的限制(“仅仅不属于”,即仅为实事否定而非必然否定)。

  2. 2.30Ἐπὶ τῶν τὴν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν μερικὴν καταφατικῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων

    这是一个复合句式结构:介词 ἐπί 支配属格阴性复数(省略了诸组合/συζυγιῶν),由分词 ἐχουσῶν 修饰,并与属格绝对结构 καταφατικῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων 重叠,在句首提出论述的对象范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:140.11-141.22