← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§139.1-140.10

第三格中通过换位得出必然结论

论述第三格中的必然模态三段论,解释了在全称肯定组合中小前提为必然命题时为何需经由两次换位得出必然结论(31a31),随后探讨了大前提为必然否定命题的组合(31a34)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

" Ὁμοίως δὲ δειχθήσεται καὶ εἰ τὸ Β Γ ἐστὶν ἀναγκαῖον· ἀντιστρέφει γὰρ τὸ Γ τῷ Α τινί, ὥστ’ εἰ παντὶ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει, καὶ τῷ Α τινὶ ὑπάρξει ἐξ ἀνάγκης." Τὴν ἑτέραν ἐκ δύο καταφατικῶν τίθησιν ἔχουσαν δὲ πρὸς τῷ ἐλάττονι τὸ ἀναγκαῖον, καὶ φησὶ καὶ αὐτὴν τὸ ἀναγκαῖον συνάγειν. δείκνυσι δὲ τοῦτο διὰ δύο ἀντιστροφῶν, τῆς τε μείζονος προτάσεως καὶ τοῦ συμπεράσματος. ὑπαρχέτω γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ ὑπαρχόντως· οὐκοῦν καὶ τῷ Α τινὶ τὸ Γ ὑπάρχει· εἰ τοίνυν τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Α ὑπάρχει μόνον, δῆλον ὅτι συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρώτῳ σχήματι. ἀλλ’ ἐζητοῦμεν ἡμεῖς εἰ τὸ Α τινὶ τῷ Β. τοῦτο οὖν δείκνυται διὰ τῆς ἀντιστροφῆς τοῦ συμπεράσματος· εἰ γὰρ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. ἐπιστάσεως δὲ ἄξιον τί δήποτε δυνάμενος ὁ φιλόσοφος τὴν ἐλάττονα ἀντιστρέψαι πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα,1 μιᾶς δεηθεὶς ἀντιστροφῆς, τὴν μείζονα ἀντιστρέφει, καὶ δεῖται δύο ἀντιστροφῶν, ἵνα ποιήσῃ ἀναγκαῖον τὸ συμπέρασμα. ὅτι γὰρ ἠδύνατο ἀντιστρέψαι τὴν ἐλάττονα πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα, πρόδηλον· εἰ γὰρ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· ὥστε εἰ τὸ μὲν Α παντὶ τῷ Γ ὑπάρχει, τὸ δὲ Γ τινὶ τῷ Β ὑπάρχει ἐξ ἀνάγκης, συνάγεται τὸ Α τινὶ τῷ Β ὑπάρχειν, ὡς δέδεικται ἐν τοῖς ἔμπροσθεν. τί οὖν λέγομεν; ὅτι εἰ καὶ ἠδύνατο τοῦτο ποιῆσαι, ἀλλ’ οὖν τὸ ἀεὶ ἀκολουθοῦν συνήγαγεν· ἀμφοτέρων γὰρ οὐσῶν καθόλου καταφατικῶν, πρὸς ὁποτέρῳ ἂν ᾖ ἄκρῳ τὸ ἀναγκαῖον, ἠδύνατο τὸ ἀναγκαῖον συνάγεσθαι· οὐκέτι δὲ καὶ τὸ ὑπάρχον ἀεί. ὥστε τὸ ἀεὶ ὑπάρχον εἶπεν.

“同样,如果 Β Γ 是必然的,也将得到证明;因为 Γ 与某个 Α 换位,因此如果 Β 必然属于所有 Γ,它也将必然属于某个 Α。” 他提出了由两个肯定前提构成的组合中的另一个组合,即在小前提处具有必然性的组合,并说它自身也得出必然[结论]。他是通过两次换位来证明这一点的,即通过大前提的换位和结论的换位。因为设 Β 必然属于所有 Γ,而 Α 实事地属于所有[Γ];因此 Γ 也实事地属于某个 Α。那么,如果 Β 必然属于所有 Γ,而 Γ 仅仅实事地属于某个 Α,显然可以得出 Β 必然属于某个 Α;因为这已经在第一格中得到了证明。但是我们所探求的是 Α 是否属于某个 Β。因此这一点是通过结论的换位来证明的;因为如果 Β 必然属于某个 Α,那么 Α 也必然属于某个 Β。然而值得注意的是,哲学家本可以通过换位小前提并得出实事结论,从而只需要一次换位,究竟为何换位大前提并需要两次换位,以便得出必然结论。因为他原本能够换位小前提并得出实事结论是显而易见的:因为如果 Β 必然属于所有 Γ,那么 Γ 也必然属于某个 Β;因此如果 Α 属于所有 Γ,而 Γ 必然属于某个 Β,便得出 Α 实事地属于某个 Β,正如在前面的论述中所证明的那样。那么我们该说什么呢?应当说,即使他原本能够这样做,但他还是得出了始终随从的结论;因为在两前提皆为全称肯定的情况下,无论必然性位于哪一个极端项,都能够得出必然[结论],但却不再始终能够得出实事[结论]。因此他陈述了始终成立的情况。

§2.28

"Πάλιν ἔστω τὸ μὲν Α Γ στερητικόν, τὸ δὲ Β Γ καταφατικόν, ἀναγκαῖον δὲ τὸ στερητικόν." Εἴπομεν ὅτι ἐπὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μιᾶς ἀποφατικῆς τῆς δὲ ἑτέρας καταφατικῆς τοῦ ἀποφατικοῦ καθόλου ὄντος αὐτῷ ἀεὶ ἀκολουθεῖ τὸ συμπέρασμα ἐν πᾶσι τοῖς σχήμασιν, ἐν μὲν τῷ πρώτῳ, διότι ἀποφατικὴ οὖσα μείζων πάντως ἐστίν, ὡς ἂν δὲ εἶχεν ἡ μείζων, οὕτως εἶχε καὶ τὸ συμπέρασμα, ἐν δὲ τοῖς λοιποῖς, διότι ἡ ἀντιστροφὴ εἰς τὸ πρῶτον σχῆμα ἀνῆγε καὶ τὴν ἀποφατικὴν πάντως μείζονα ἐποίει. πρώτην οὖν ἐκτίθεται συζυγίαν τὴν ἔχουσαν τὴν μείζονα ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ὑπάρχουσαν. ἐπειδὴ τοίνυν τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχει, καὶ τὸ Γ τινὶ τῷ Β ὑπάρχει· ἐπεὶ οὖν τὸ μὲν Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπάρχει, γίνεται τὸ πρῶτον σχῆμα, καὶ συνάγεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν· μέρος γὰρ τοῦ Γ τὸ τὶ Β, ᾧ τὸ Α οὐδενὶ ὑπάρχει ἐξ ἀνάγκης. οἱ δὲ αὐτοὶ ὅροι τοῦ δεῖξαι ὅτι ὑπάρχον συνάγεται καὶ οὐκ ἀναγκαῖον, οἵπερ καὶ ἐν τῷ πρώτῳ ἡμῖν παρελήφθησαν σχήματι.2

“再次,设 Α Γ 是否定命题,Β Γ 是肯定命题,且设否定命题是必然的。” 我们说过,在由一否定命题和另一肯定命题构成的诸组合中,当否定命题是全称时,在所有的格中结论都始终随从它:在第一格中,是因为作为否定命题它无论如何都是大前提,而大前提处于何种状态,结论也就处于何种状态;而在其余诸格中,是因为换位还原到第一格,并且无论如何都使否定命题成为大前提。因此,他首先提出大前提为必然否定命题、小前提为全称肯定实事命题的组合。既然 Β 实事地属于所有 Γ,那么 Γ 也实事地属于某个 Β;因此,既然 Α 必然不属于任何 Γ,而 Γ 实事地属于某个 Β,便构成了第一格,从而得出 Α 必然不属于某个 Β;因为某个 Β 是 Γ 的一部分,而 Α 必然不属于其任何部分。为了证明得出的是实事结论而非必然结论,所适用的相同词项正是我们在第一格中所采用的那些词项。

语法注2 条
  1. 2.27ἐπιστάσεως δὲ ἄξιον τί δήποτε δυνάμενος ὁ φιλόσοφος τὴν ἐλάττονα ἀντιστρέψαι πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα, μιᾶς δεηθεὶς ἀντιστροφῆς, τὴν μείζονα ἀντιστρέφει, καὶ δεῖται δύο ἀντιστροφῶν, ἵνα ποιήσῃ ἀναγκαῖον τὸ συμπέρασμα.

    句子的核心骨架是非人称结构 ἐπιστάσεως ἄξιον[ἐστί]引导间接疑问从句 τί δήποτε...。在疑问从句内部,主语 ὁ φιλόσοφος 带有让步分词 δυνάμενος(“尽管能够……”)及插入的状语分词 δεηθείς,随后连接主谓动词 τὴν μείζονα ἀντιστρέφει 和 δεῖται,并后接目的从句 ἵνα ποιήσῃ。

  2. 2.28οἱ δὲ αὐτοὶ ὅροι τοῦ δεῖξαι ὅτι ὑπάρχον συνάγεται καὶ οὐκ ἀναγκαῖον, οἵπερ καὶ ἐν τῷ πρώτῳ ἡμῖν παρελήφθησαν σχήματι.

    主语 οἱ αὐτοὶ ὅροι 省略了系动词(εἰσίν)。带冠词的属格不定式 τοῦ δεῖξαι 表示目的(“为了证明……”)。关系代词 οἵπερ 的先行词是 οἱ αὐτοὶ ὅροι,在关系从句中与被动动词 παρελήφθησαν 以及施事与格 ἡμῖν(“由我们”)搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:139.1-140.10