← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§137.18-138.29

第二格特称否定小前提与第三格全称肯定论证

斐洛庞努斯讨论了第二格混合三段论的剩余组合(大前提为全称肯定,小前提为特称否定),随后转向第三格,阐释了两前提皆为全称肯定且大前提为必然命题时的情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24

" Ἀλλ’ οὐδ’ εἰ τὸ στερητικὸν ἀναγκαῖόν ἐστιν ἐν μέρει ληφθέν, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον· διὰ γὰρ τῶν αὐτῶν ὅρων ἡ ἀπόδειξις." Τρίτην ἐφεξῆς ἔθηκε τὴν τὸ καθόλου καταφατικὸν ὑπάρχον τάττουσαν πρὸς τῷ μείζονι πρὸς δὲ τῷ ἐλάττονι 〈τὸ〉 μερικὸν ἀποφατικὸν ἀναγκαῖον. καὶ τοὺς αὐτοὺς ὅρους ἁρμόζειν φησὶ κἀπὶ τούτων, πλὴν μετατιθεμένης τῆς τάξεως· τὸν γὰρ ἐλάττονα μείζονα δεῖ ποιῆσαι, τὸν δὲ μείζονα μέσον οὕτως· βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, κινήσει δὲ οὐ πάσῃ ἐξ ἀνάγκης, καὶ συνάγεται ἄνθρωπος οὐ πάσῃ κινήσει ὑπαρχόντως. καὶ οὐκ ἀντίκειται τὸ τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχειν ἐνίοτε ἐπί τινων ὅρων·1 τὸ γὰρ ἀεὶ συναγόμενον τὸ ὑπάρχον ἐστί, διότι καὶ τὸ ἐξ ἀνάγκης ὑπάρχον ἢ μὴ τοῦτο καὶ ἁπλῶς ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν λέγεται. οὐδὲ αὕτη δὲ δείκνυται δι’ ἀντιστροφῆς διὰ τὸ μηδεμίαν μερικὴν στερητικὴν ἀντιστρέφειν πρὸς ἑαυτήν. τὴν δὲ λοιπὴν συζυγίαν παραλέλοιπε τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ἀναγκαίας, ὡς δήλου γεγονότος ὅτι μερικὸν ἀποφατικὸν ὑπάρχον συνάγει συμπέρασμα διὰ τῆς ἀντιστροφῆς δεικνύμενον.

“但即使特称选取的否定前提是必然的,结论也不会是必然的;因为证明是通过相同的词项进行的。” 他接着把将全称肯定实事前提排在大前提、而将特称否定必然前提排在小前提的组合设定为第三种组合。并且他说相同的词项在这些情况下也适用,只是词序发生了置换;因为必须将小项置为大项,将大项置为中项,如下所示:行走实事地属于所有人,但必然地不属于所有运动,从而得出人实事地不属于所有运动。而在某些词项上,偶尔存在[谓项]必然不属于某物的情况,这并不构成反驳;因为始终得出的是实事结论,这是由于必然属于或不属于的事物,也被无条件地说成是属于或不属于。但这一组合也不能通过换位来证明,因为任何特称否定命题都不能与自身换位。另一方面,他略去了由大前提为全称否定实事命题、小前提为特称肯定必然命题构成的剩余组合,因为已经显而易见的是,它得出了通过换位来证明的特称否定实事结论。

§2.25

"Ἐν δὲ τῷ τελευταίῳ σχήματι καθόλου μὲν ὄντων τῶν ὅρων πρὸς τὸ μέσον2 καὶ κατηγορικῶν ἀμφοτέρων τῶν προτάσεων, ἐὰν ὁποτερονοῦν ᾖ ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον." Πληρώσας τὸν περὶ τοῦ δευτέρου σχήματος λόγον ἐντεῦθεν τὸν περὶ τοῦ τρίτου ποιεῖται, καὶ παραδίδωσι τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου συζυγίας. καὶ φησὶν ὅτι ἐν μὲν ταῖς ἐξ ἀμφοτέρων τῶν προτάσεων καταφατικῶν, ὁποία ἂν ᾖ πρότασις ἡ τὸ ἀναγκαῖον ἔχουσα, εἴτε ἡ ἐλάττων εἴτε ἡ μείζων, πάντως ἕπεται ταύτῃ τὸ συμπέρασμα, καὶ καθόλου εἰπεῖν ἐν ταῖς ἐξ ἀμφοτέρων καταφατικῶν προτάσεων συζυγίαις πάντως ἀναγκαῖον ἔσται τὸ συμπέρασμα. ἐφ’ ὧν δὲ ἡ μέν ἐστι καταφατικὴ ἡ δὲ ἀποφατική, τῇ ἀποφατικῇ πάντως ἕπεται τὸ συμπέρασμα, εἰκότως· πάλιν γὰρ ἀντιστρεφομένης τῆς καταφατικῆς καὶ ποιούσης τὸ πρῶτον σχῆμα μείζων εὑρεθήσεται ἡ ἀποφατική· ἐν δὲ τῷ πρώτῳ σχήματι τῇ μείζονι ἀεὶ εἵπετο τὸ συμπέρασμα.

“在最后的格中,当各项相对于中项是全称的且两前提都是肯定命题时,若无论哪一个前提是必然的,结论也将是必然的。” 在结束了关于第二格的论述之后,他由此开始关于第三格的论述,并传授由两前提皆为全称所构成的诸组合。他说,在两前提皆为肯定的诸组合中,无论具有必然性的是哪一个前提,无论是小前提还是大前提,结论无论如何都随从它,并且普遍地说,在由两肯定前提构成的组合中,结论无论如何都将是必然的。而在其中一前提为肯定而另一前提为否定的组合中,结论无论如何都随从否定前提,这是理所当然的;因为当肯定命题再次被换位并构成第一格时,否定命题将被发现是大前提;而在第一格中,结论始终随从大前提。

§2.26

"Ἔστωσαν γὰρ ἀμφότεραι κατηγορικαὶ πρῶτον αἱ προτάσεις, καὶ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπαρχέτω, ἀναγκαῖον δ’ ἔστω τὸ Α Γ." Πρώτην παραδίδωσι τὴν ἐκ δύο καθόλου καταφατικῶν τῆς μείζονος οὔσης ἀναγκαίας, καὶ φησὶ συνάγειν ἀναγκαῖον τὸ συμπέρασμα, μερικὸν δηλονότι, ἐπεὶ καὶ πάντα ἐν τρίτῳ σχήματι μερικὰ συνάγεται τὰ συμπεράσματα. εἰ γὰρ τὸ Α, φησί, παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ αὐτῷ παντὶ ὑπαρχόντως, ἀντιστραφείσης τῆς ἐλάττονος γίνεται τὸ πρῶτον σχῆμα· τὸ γὰρ Γ τινὶ τῷ Β. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπαρχόντως, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, ὅπερ μέρος ἐστὶ τοῦ Γ·3 δέδεικται γὰρ τοῦτο ἐν τῷ πρώτῳ σχήματι. οἱ αὐτοὶ δὲ ὅροι ἁρμόσουσι δεῖξαι αὐτὴν ὑπάρχουσαν οἵπερ καὶ ἐν τῷ πρώτῳ σχήματι.

“因为首先设两前提都是肯定命题,且设 Α 与 Β 都属于所有 Γ,并设 Α Γ 是必然的。” 他将由两个全称肯定命题且大前提为必然命题所构成的组合传授为第一种组合,并说它得出一个必然结论,显然是特称结论,因为在第三格中所有得出的结论都是特称的。他说,因为如果 Α 必然属于所有 Γ,而 Β 实事地属于同一个[Γ]的全体,随着小前提被换位,便产生了第一格;因为 Γ 属于某个 Β。因此,如果 Α 必然属于所有 Γ,而 Γ 实事地属于某个 Β,那么 Α 必然属于某个 Β,也就是属于作为 Γ 的一部分的事物;因为这已经在第一格中得到了证明。而为了证明它是实事命题,与第一格中相同的词项在此处也将适用。

语法注3 条
  1. 2.24καὶ οὐκ ἀντίκειται τὸ τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχειν ἐνίοτε ἐπί τινων ὅρων

    主语是带冠词不定式短语 τὸ τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχειν,动词 ἀντίκειται 意为“构成反驳”或“相矛盾”。句式表明,在某些特定词项上偶然出现的必然不属于,并不构成对结论作为实事命题这一本性的反驳。

  2. 2.25καθόλου μὲν ὄντων τῶν ὅρων πρὸς τὸ μέσον

    带有 πρὸς τὸ μέσον(相对于中项)的属格独立结构,表条件,指出在第三格中两个端项相对于中项都构成全称前提的情况。

  3. 2.26ὅπερ μέρος ἐστὶ τοῦ Γ

    中性关系代词 ὅπερ 在性上与先行词“某个 Β”(τινὶ τῷ Β,词项字母 τὸ Β 为中性)一致,指代其所指示的外延,即构成中项 Γ 之一部分的那一部分事物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:137.18-138.29