← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§135.27-137.17

第二格全称的条件必然性与特称前提的探讨

本段注解亚里士多德《前分析篇》30b31–31a10,通过具体词项说明第二格全称组合中结论的必然性并非绝对必然性,而是基于假设的条件必然性,进而将讨论推演至包含特称前提的四种组合,并具体考察了前两种组合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19

" Ἔτι κἂν ὅρους ἐκθέμενον εἴη δεῖξαι1 ὅτι τὸ συμπέρασμα οὐκ ἔστιν ἀναγκαῖον ἁπλῶς ἀλλὰ τούτων ὄντων ἀναγκαῖον.2" Οὐ μόνον, φησί, τοῖς καθόλου λόγοις τὸ προκείμενον πιστωσόμεθα ἀλλὰ καὶ τῇ διὰ τῶν παραδειγμάτων δείξει, ὅτι τὸ συμπέρασμα ὑπάρχον συνάγεται καὶ οὐχὶ κυρίως ἀναγκαῖον, ἀλλ’ εἴγε ἄρα, ἐξ ὑποθέσεως· τοῦτο γὰρ αὐτῷ βούλεται τὸ οὐχ ἁπλῶς ἀλλὰ τούτων ὄντων ἀναγκαῖον. τίθησιν οὖν ὅρους ζῷον, ἄνθρωπος, λευκόν· τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, τὸ ζῷον οὐδενὶ λευκῷ ὑπαρχόντως, καὶ συνάγεται ἀντιστραφείσης τῆς ἀποφατικῆς καὶ τοῦ συμπεράσματος ὅτι ὁ ἄνθρωπος οὐδενὶ λευκῷ ὑπαρχόντως· οὐ γάρ ἐστιν ἐξ ἀνάγκης τὸ μηδένα λευκὸν εἶναι ἄνθρωπον, ἀλλ’ εἰ ἄρα, ἐξ ὑποθέσεως, ἕως ἂν ὑποκέηται τὸ ζῷον μηδενὶ λευκῷ ὑπάρχειν. σαφεστέρα δὲ ἔσται ἡ δεῖξις, ἐὰν κίνησιν καὶ βάδισιν καὶ ἄνθρωπον λάβωμεν ἢ ἁπλῶς καθολικώτερόν τι καὶ μερικώτερον καὶ ἕτερόν τι ᾧ ὑπάρχουσι ταῦτα οὐκ ἐξ ἀνάγκης· κίνησις γὰρ πάσῃ μὲν βαδίσει ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ οὐδενὶ ὑπαρχόντως, καὶ συνάγεται βάδισις οὐδενὶ ἀνθρώπῳ ὑπαρχόντως.

“此外,通过列举词项,也可以证明结论并非无条件地是必然的,而是在这些前提存在时才是必然的。” 他说,我们不仅将通过普遍的论证来证实面前的论题,而且还将通过实例的证明来证实:得出的结论是实事命题,而非本义上的必然命题,即使是,也只是出于假设;因为对他而言,“并非无条件地、而是在这些前提存在时才是必然的”指的就是这个意思。因此,他设定了动物、人、白这些词项:动物必然属于所有人,动物实事地不属于任何白,随着否定前提和结论的换位,得出人实事地不属于任何白;因为没有任何白是人并非必然的,即使是,也只是出于假设,只要假设了动物不属于任何白。如果我们取运动、行走和人,或者无条件地取某种更普遍者、某种更特殊者以及这些属性非必然属于的另一事物,证明将会更加清晰;因为运动必然属于所有行走,但实事地不属于任何人,进而得出行走实事地不属于任何人。

§2.20

"Ὥστε τούτων μὲν ὄντων ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, ἁπλῶς δ’ οὐκ ἀναγκαῖον." Ἕως, φησίν, ἡ μὲν τῶν προτάσεων ἀναγκαία ὄντως ὑπάρχει ἡ δὲ ἐξ ὑποθέσεως,3 καὶ τὸ συμπέρασμα ἐξ ὑποθέσεως ἔσται ἀναγκαῖον καὶ οὐχ ἁπλῶς ἀναγκαῖον, τουτέστι κυρίως. δῆλον ἄρα ὅτι καὶ ἐν οἷς τὸ ἀναγκαῖον συνάγεσθαι ἐβούλετο, τὸ ἐξ ὑποθέσεως καὶ οὐ τὸ κυρίως ἔλεγεν.

“因此,在这些前提存在时结论将是必然的,但无条件地却不是必然的。” 他说,只要诸前提中有一条真正是必然的,而另一条是出于假设的,结论也将出于假设是必然的,而非无条件地必然,也就是非本义上的必然。因此显而易见,即使在他意图得出必然结论的那些情况中,他所说的也是出于假设的必然,而非本义上的必然。

§2.21

"Ὁμοίως δ’ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν." Τουτέστι τῇ ἀποφατικῇ ἀκολουθεῖ τὸ συμπέρασμα καθόλου οὔσῃ, κἂν μείζων ᾖ κἂν ἐλάττων· μερικῆς δὲ οὔσης τῆς ἀποφατικῆς οὐκέτι. γίνονται δὲ συζυγίαι τέσσαρες τῆς μὲν μιᾶς οὔσης μερικῆς τῆς δὲ ἑτέρας καθόλου.4 τῆς γὰρ μείζονος καθόλου ἀποφατικῆς οὔσης ἀναγκαίας ἡ ἐλάττων μερικὴ ἔσται καταφατικὴ ὑπάρχουσα· ὑπαρχούσης δὲ οὔσης τῆς μείζονος ἡ ἐλάττων ἔσται ἀναγκαία. πάλιν τῆς μείζονος οὔσης καθόλου καταφατικῆς ἀναγκαίας ἡ ἐλάττων ἔσται μερικὴ ἀποφατικὴ ὑπάρχουσα· εἰ δὲ ἡ μείζων ᾖ ὑπάρχουσα, ἡ ἐλάττων ἔσται ἀναγκαία.

“在特称三段论中情况也是类似的。” 这就是说,当否定前提是全称时,无论它是大前提还是小前提,结论都随从否定前提;但当否定前提是特称时,则不再随从。在一前提为特称而另一前提为全称时,产生四种组合。因为当大前提为全称否定必然命题时,小前提将是特称肯定实事命题;而当大前提为实事命题时,小前提将是必然命题。再次,当大前提为全称肯定必然命题时,小前提将是特称否定实事命题;而若大前提是实事命题,小前提将是必然命题。

§2.22

"Ἔστω δὴ πρῶτον ἡ στερητικὴ καθόλου τε καὶ ἀναγκαία." Πρώτην τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ὑπαρχούσης φησί. καὶ συνάγει κατ’ αὐτὸν μερικὸν ἀποφατικὸν ἀναγκαῖον συμπέρασμα. ἔστω γὰρ τὸ Α, φησίν, οὐδενὶ μὲν τῷ Β ἐξ ἀνάγκης, τῷ δὲ Γ τινὶ ὑπαρχόντως· λέγω, φησίν, ὅτι τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει. εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης οὐδενὶ τῷ Β, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α τινὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρώτῳ σχήματι. οἱ δὲ αὐτοὶ ὅροι ἁρμόσουσι κἀνταῦθα πρὸς τὸ δεῖξαι ὑπάρχον συναγόμενον τὸ συμπέρασμα οἵπερ καὶ ἐν τῷ πρώτῳ σχήματι ἐν τούτῳ τῷ τρόπῳ.

“首先,设否定前提既是全称的又是必然的。” 他把由大前提为全称否定必然命题、小前提为特称肯定实事命题构成的组合称为第一种组合。并且照他看来,这得出了特称否定必然结论。他说,因为设 Α 必然不属于任何 Β,但实事地属于某个 Γ;他说,我主张 Β 将必然不属于某个 Γ。因为如果 Α 必然不属于任何 Β,Β 也必然不属于任何 Α;而 Α 属于某个 Γ;因此 Β 将必然不属于某个 Γ;因为这已经在第一格中得到了证明。而为了证明得出的结论是实事命题,在第一格中该式所适用的相同词项在此处也将适用。

§2.23

"Πάλιν ἔστω ἡ κατηγορικὴ καθόλου τε καὶ ἀναγκαία." Δευτέραν τίθησι τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς ὑπαρχούσης, καὶ φησὶ συνάγειν ὑπάρχον τὸ συμπέρασμα. δείκνυται δὲ αὕτη ἡ συζυγία διὰ τῶν αὐτῶν ὅρων, δι’ ὧν καὶ τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας ἔδειξε τῆς δὲ ἐλάττονος ὑπαρχούσης καθόλου ἀποφατικῆς· κίνησις γὰρ πάσῃ μὲν βαδίσει ἐξ ἀνάγκης ὑπάρχει, ἀνθρώπῳ δὲ οὐ παντὶ ὑπαρχόντως,5 καὶ συνάγεται ὅτι βάδισις τινὶ ἀνθρώπῳ οὐχ ὑπάρχει μόνον· αἱ γὰρ αὐταὶ ἁρμόσουσι κἀνταῦθα δείξεις αἵπερ καὶ ἐπὶ τῶν καθόλου.

“再次,设肯定前提既是全称的又是必然的。” 他把由大前提为全称肯定必然命题、小前提为特称否定实事命题构成的组合设定为第二种组合,并说它得出实事结论。而这个组合是通过与他证明大前提为全称肯定必然命题、小前提为全称否定实事命题的组合时相同的词项来证明的;因为运动必然属于所有行走,但实事地并非属于所有人,从而得出行走只是不属于某个人;因为在全称命题上的相同证明在此处也将适用。

语法注5 条
  1. 2.19κἂν ὅρους ἐκθέμενον εἴη δεῖξαι

    潜在式结构 ἂν εἴη 支配不定式 δεῖξαι,分词 ἐκθέμενον 作为不定式的逻辑主语(宾格,泛指人称)出现。κἂν 是 καὶ ἄν 的缩合,表示在普遍论证之外,“通过列举词项也能够证明”。

  2. 2.19ἀλλὰ τούτων ὄντων ἀναγκαῖον

    独立属格 τούτων ὄντων 作为表条件的独立属格,限定述语形容词 ἀναγκαῖον 的成立条件,表示假言必然性:“唯当这些前提成立时才是必然的”。

  3. 2.20Ἕως, φησίν, ἡ μὲν τῶν προτάσεων ἀναγκαία ὄντως ὑπάρχει ἡ δὲ ἐξ ὑποθέσεως

    连词 ἕως 引导时间/条件从句(“只要……”),其中 μέν...δέ 对比了两条前提(一条确实必然,另一条出于假设)。主句动词 ἔσται 与之相呼应,规定了结论的模态。

  4. 2.21τῆς μὲν μιᾶς οὔσης μερικῆς τῆς δὲ ἑτέρας καθόλου

    此为并列的独立属格结构,用以解释前述名词短语 συζυγίαι τέσσαρες(“四种组合”)的具体内涵。μέν...δέ 对比了两条前提在量上的分布。

  5. 2.23ἀνθρώπῳ δὲ οὐ παντὶ ὑπαρχόντως

    此句承前省略了动词 ὑπάρχει。否定词 οὐ 直接否定全称量词 παντί,构成部分否定(“并非属于全部”,即等同于特称否定“不属于某个”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:135.27-137.17