- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:134.18-135.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注疏了第二格中肯定前提为必然、否定前提为实事命题的组合,通过换位法阐明了结论为何是实事命题而非必然命题(§2.17)。随后,他注疏了亚里士多德通过归谬法论证假定必然结论会导致荒谬矛盾的过程(§2.18)。
" Εἰ δὲ ἡ κατηγορικὴ πρότασίς ἐστιν ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον." Εἴπομεν τὴν αἰτίαν τί δήποτε τῇ στερητικῇ ἐν τούτῳ τῷ σχήματι ἀκολουθεῖ τὸ συμπέρασμα. ἐκθέμενος τοίνυν τὰς δύο προτάσεις τὰς πρὸς τῷ στερητικῷ ἐχούσας τὸ ἀναγκαῖον νῦν τὸ ἀνάπαλιν τίθησι τὰς πρὸς μὲν τῷ κατηγορικῷ τὸ ἀναγκαῖον ἐχούσας πρὸς δὲ τῷ ἀποφατικῷ τὸ ὑπάρχον. τίθησι δὲ ἐν τούτοις τὴν ἔχουσαν πρὸς τῷ μείζονι τὸ καθόλου καταφατικὸν ἀναγκαῖον πρὸς δὲ τῷ ἐλάττονι τὸ καθόλου ἀποφατικὸν ὑπάρχον. τὴν δὲ ἑτέραν παραλιμπάνει τὴν πρὸς μὲν τῷ μείζονι τὸ ἀποφατικὸν ὑπάρχον ἔχουσαν πρὸς δὲ τῷ ἐλάττονι τὸ καταφατικὸν ἀναγκαῖον· ἡ γὰρ αὐτὴ δεῖξις ἐπ’ ἀμφοτέρων, πλὴν ὅτι ἡ μὲν δύο δεῖται ἀντιστροφῶν, ἣν παρατίθεται, ἡ δὲ μιᾶς, ἣν παρέλιπε. συνάγουσιν οὖν καθόλου ἀποφατικὸν ὑπάρχον συμπέρασμα· εἰ γὰρ τὸ Α παντὶ μὲν τῷ Β ἐξ ἀνάγκης οὐδενὶ δὲ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Γ οὐδενὶ τῷ Α ὑπαρχόντως, ἐπειδὴ ἀντιστρέφει· τὸ δὲ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· τὸ ἄρα Γ οὐδενὶ τῷ Β ὑπαρχόντως. γέγονε γὰρ τὸ πρῶτον σχῆμα ἐκ τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης· ἐδείχθη δὲ ἐν τῷ πρώτῳ σχήματι ὅτι, ὁποῖος ἂν ᾖ ὁ μείζων ὅρος,1 τοιοῦτον συνάγεται καὶ τὸ συμπέρασμα. ἀντιστρεφομένης οὖν τῆς στερητικῆς καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως, ὅπερ ἔδει δεῖξαι.
“但若肯定前提是必然的,结论将不是必然的。” 我们已经说明了在此格中结论为何随从否定前提的缘由。因此,在阐述了否定前提带有必然性的那两个组合之后,他现在反过来设定那些肯定前提带有必然性而否定前提带有实事模态的组合。在这些组合中,他给出了大前提带有全称肯定必然命题、小前提带有全称否定实事命题的那一个组合。而他省略了另一个组合,即大前提带有否定实事命题、小前提带有肯定必然命题的组合;因为两者的证明是相同的,只不过他所提出的组合需要两次换位,而他省略的组合需要一次换位。因此,它们得出全称否定实事结论;因为如果 Α 必然属于所有 Β,但实事地不属于任何 Γ,那么 Β 也实事地不属于任何 Γ。因为如果 Α 实事地不属于任何 Γ,由于能够换位,Γ 也实事地不属于任何 Α;而 Α 必然属于所有 Β;因此 Γ 实事地不属于任何 Β。因为由大前提为否定实事命题形成了第一格;并且在第一格中已经证明,大项是何种性质,得出的结论也就是何种性质。因此,随着否定命题的换位,Β 也实事地不属于任何 Γ,这正是所要证明的。
"Ἔτι δ’ εἰ τὸ συμπέρασμά ἐστιν ἀναγκαῖον, συμβαίνει τὸ Γ τινὶ τῷ Α μὴ ὑπάρχειν ἐξ ἀνάγκης." Δείξας τὴν προκειμένην συζυγίαν δι’ ἀντιστροφῆς τὸ ὑπάρχον καὶ οὐ τὸ ἀναγκαῖον συνάγουσαν νῦν αὐτὸ τοῦτο δείκνυσι καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ. εἰ γὰρ ὑποθώμεθα, φησίν, ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα, ἕψεταί τι ἄτοπον τῇ ὑποθέσει ταύτῃ· ᾗ δὲ ὑποθέσει ἄτοπον ἀκολουθεῖ, ψεῦδός ἐστι· ψεῦδος ἄρα τὸ ὑποτίθεσθαι ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα. εἰ γάρ τις εἴποι συνάγεσθαι τὸ Β μηδενὶ τῷ Γ ἐξ ἀνάγκης, ἀντιστρέψει δῆλον ὅτι καὶ τὸ Γ οὐδενὶ τῷ Β ὑπάρξει ἐξ ἀνάγκης· πάλιν ἐπειδὴ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπῆρχε, καὶ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης ὑπάρξει· εἰ τοίνυν τὸ μὲν Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, ἐκ δύο δὲ ἀναγκαίων ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ τὸ Γ ἄρα ἐξ ἀνάγκης τινὶ τῷ Α οὐχ ὑπάρξει. ἀλλ’ ἐπεὶ ὑπέκειτο τὸ Α μηδενὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Γ ἄρα οὐδενὶ τῷ Α ὑπαρχόντως· ἐδείχθη δὲ τὸ ὑπάρχον τοιοῦτον ὂν ὡς δύνασθαι ὃ μηδενὶ ὑπάρχει, τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν·2 δύναται ἄρα τὸ Γ παντὶ τῷ Α ὑπάρχειν. συνάγεται δὲ νῦν ἐκ τῆς ὑποθέσεως καὶ τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχειν· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ παντὶ ὑπάρχει καὶ τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, ὅπερ ἄτοπον. δῆλον [ἄρα] ὅτι τὸ ἄτοπον ἠκολούθησεν ἐκ τοῦ ὑποθέσθαι ἐξ ἀνάγκης μηδενὶ τῷ Γ τὸ Β· ἀληθὲς ἄρα τὸ ὑπαρχόντως μηδενί, ὅπερ ἔδει δεῖξαι.
“此外,若结论是必然的,便会得出 Γ 必然不属于某个 Α。” 在证明了摆在面前的组合通过换位得出实事结论而非必然结论之后,现在他通过归谬法也证明了这一点。他说,因为如果我们假定得出的结论是必然的,就会从这一假定中随之产生某种荒谬的结果;凡随之产生荒谬结果的假定都是虚妄的;因此假定得出的结论是必然的乃是虚妄的。因为若有人主张得出 Β 必然不属于任何 Γ,显而易见换位后 Γ 也必然不属于任何 Β;再次,既然 Α 必然属于所有 Β,Β 也将必然属于某个 Α;那么,如果 Γ 必然不属于任何 Β,而 Β 必然属于某个 Α,且从两个必然前提得出必然结论,因此 Γ 也将必然不属于某个 Α。但既然此前设定了 Α 实事地不属于任何 Γ,因此 Γ 也实事地不属于任何 Α;并且已经证明,实事模态具有这样的性质:不属于任何事物的,能够属于相同事物的全部;因此 Γ 能够属于所有 Α。然而现在从假定中却得出了必然不属于某个;因此相同的事物既属于相同事物的全部,又必然不属于某个,这是荒谬的。显而易见,这一荒谬结果源于假定了 Β 必然不属于任何 Γ;因此实事地不属于任何事物是真实的,这正是所要证明的。
- 2.17ὁποῖος ἂν ᾖ ὁ μείζων ὅρος
名词 ὅρος(项)在此换喻指称大前提(ἡ μείζων πρότασις)。它指第一格中结论的模态随从大前提的模态(此处为实事模态)这一通则。
- 2.18ἐδείχθη δὲ τὸ ὑπάρχον τοιοῦτον ὂν ὡς δύνασθαι ὃ μηδενὶ ὑπάρχει, τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν
由 ὡς 加不定式(ὡς δύνασθαι)构成的表结果与性质的句式,其中嵌入了关系分句 ὃ μηδενὶ ὑπάρχει(“不属于任何事物的”)作为不定式 δύνασθαι 的逻辑主语,其后接补充不定式 ὑπάρχειν(主语为 τὸ αὐτό,与格补足语为 τῷ αὐτῷ)。该结构表述了实事否定的本质属性:事实上不属于任何事物的,在潜能上能够属于相同事物的全部。
