- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:133.12-134.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于第二格中当大前提或小前提为必然否定命题时得出必然结论的主张,斐洛庞奴斯通过举出反例词项,论证得出的只能是实事结论。
" Ἔστω γὰρ πρῶτον ἡ στερητικὴ ἀναγκαία." Πρώτην ἐκτίθεται τὴν ἐκ τῆς μείζονος ἀναγκαίας ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης, καὶ συνάγεσθαί φησι τὸ συμπέρασμα ἀναγκαῖον· ἀντιστραφείσης γὰρ τῆς ἀποφατικῆς γίνεται ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος. εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης1 μηδενὶ τῷ Β, τῷ δὲ Γ παντὶ ὑπάρχει, λέγω, φησίν, ὅτι καὶ τὸ Β ἐξ ἀνάγκης οὐδενὶ τῷ Γ ὑπάρξει· ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α παντὶ τῷ Γ ὑπάρχει· γίνεται τὸ πρῶτον σχῆμα· τὸ ἄρα Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. οὕτω μὲν οὖν ὁ φιλόσοφος. ὅτι δὲ οὐ συνάγεται τὸ ἀναγκαῖον, δῆλον ἐκ τῶν ὑποκειμένων ὅρων· ἀρετὴ οὐδεμιᾷ κακίᾳ ἐξ ἀνάγκης ὑπάρχει, ἀνθρώπῳ δὲ παντὶ ὑπαρχόντως, καὶ συνάγεται κακία οὐδενὶ ἀνθρώπῳ ὑπάρχειν· οὐ γὰρ ἐξ ἀνάγκης. πάλιν ὑγίεια, νόσος, ἄνθρωπος· ὑγίεια γὰρ νόσῳ μὲν οὐδεμιᾷ ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ παντὶ ὑπάρχει μόνον, καὶ συνάγεται νόσος ὑπαρχόντως οὐδενὶ ἀνθρώπῳ. εἰ γὰρ ὑγίεια μηδεμιᾷ νόσῳ ἐξ ἀνάγκης, καὶ νόσος οὐδεμιᾷ ὑγιείᾳ ἐξ ἀνάγκης· ὑγίεια δὲ παντὶ ἀνθρώπῳ ὑπαρχόντως· καὶ νόσος οὐδενὶ ἀνθρώπῳ ὑπαρχόντως. καὶ καθόλου εὐπορήσομεν προτάσεων λαμβάνοντες ἀντιδιῃρημένα ἀλλήλοις εἴδη καὶ τὸ ἕτερον ποιοῦντες μείζονα ὅρον τὸ δὲ ἕτερον μέσον, εἶτα ἕτερόν τι ἐλάττονα δυνάμενον μετέχειν ἑκατέρου ἀνὰ μέρος μὴ ἐξ ἀνάγκης.
“因为首先设否定前提为必然的。” 他首先阐述了大前提为必然否定命题、小前提为全称肯定实事命题的组合,并且说得出的结论是必然的;因为否定命题经换位之后,就形成了第一格的第二式。他说,因为如果 Α 必然不属于任何 Β,但实事地属于所有 Γ,我主张 Β 也必然不属于任何 Γ;因为既然 Α 必然不属于任何 Β,Β 也必然不属于任何 Α;而 Α 实事地属于所有 Γ;便形成了第一格;因此 Β 必然不属于任何 Γ。哲学家[亚里士多德]的观点便是如此。然而,并未得出必然结论,这一点从下列词项中便显而易见:美德必然不属于任何恶德,但实事地属于所有人,得出的结论是恶德实事地不属于任何人;因为这绝非出于必然。再如健康、疾病、人;因为健康必然不属于任何疾病,但仅仅实事地属于所有人,得出的结论是疾病实事地不属于任何人。因为如果健康必然不属于任何疾病,疾病也必然不属于任何健康;而健康实事地属于所有人;疾病也实事地不属于任何人。普遍而言,我们通过选取相互排斥区分的种,将其中一个作为大项,另一个作为中项,然后再将能非必然地轮流分有它们各自的另一个东西作为小项,就能获得充足的前提。
"Ὡσαύτως δὲ καὶ εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν." Τὴν ἐκ τῆς μείζονος καθόλου ὑπαρχούσης καταφατικῆς παραδίδωσι τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς ἀναγκαίας, καὶ δείκνυσι καὶ ταύτην τὸ ἀναγκαῖον συνάγουσαν διά τε τῆς ἀντιστροφῆς τῆς ἐλάττονος, τουτέστι τῆς ἀποφατικῆς, καὶ ἔτι τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως τῷ δὲ Γ οὐδενὶ ἐξ ἀνάγκης, καὶ τὸ Γ ἄρα οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ Γ οὐδενὶ τῷ Α ἐξ ἀνάγκης, τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ ἄρα Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης. ἀλλ’ οὐ τοῦτο προέκειτο δεῖξαι, ἀλλ’ εἰ τὸ Β μηδενὶ τῷ Γ ἐξ ἀνάγκης. ἐπεὶ τοίνυν ἀντιστρέφει ἡ καθόλου ἀποφατικὴ καὶ ἐπὶ τοῦ ἀναγκαίου, εἰ τὸ Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, καὶ τὸ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. δείξομεν οὖν καὶ ταύτην τοῖς αὐτοῖς λόγοις οὐ τὸ ἀναγκαῖον ἀλλὰ τὸ ὑπάρχον συνάγουσαν2 διὰ τῶν αὐτῶν ὅρων δι’ ὧν καὶ τὴν πρὸ ταύτης ἐδείξαμεν συζυγίαν, πλὴν ὅτι ὅνπερ ἐκεῖ παρελαμβάνομεν ἐλάττονα ὅρον, ἐνταῦθα μείζονα ποιοῦμεν· οἷον ὑγίεια ἀνθρώπῳ μὲν παντὶ ὑπαρχόντως, νόσῳ δὲ οὐδεμιᾷ ἐξ ἀνάγκης, καὶ συνάγεται ὅτι καὶ ἄνθρωπος οὐδεμιᾷ νόσῳ ὑπαρχόντως ἀντιστρεφομένης ὁμοίως τῆς ἐλάττονος προτάσεως καὶ τοῦ συμπεράσματος· εἰ γὰρ νόσος οὐδενὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ ἄνθρωπος οὐδεμιᾷ νόσῳ ὑπαρχόντως.
“同样,如果否定前提置于 Γ 上也是如此。” 他给出了大前提为全称肯定实事命题、小前提为全称否定必然命题的组合,并且通过小前提即否定前提的换位,以及进一步通过结论的换位,证明了这个组合也得出必然结论。因为如果 Α 实事地属于所有 Β,但必然不属于任何 Γ,那么 Γ 也必然不属于任何 Α;Γ 必然不属于任何 Α,而 Α 实事地属于所有 Β,因此 Γ 必然不属于任何 Β。但这并不是摆在他面前要证明的东西,而是 Β 是否必然不属于任何 Γ。既然全称否定命题在必然模态下也能换位,那么如果 Γ 必然不属于任何 Β,Β 也必然不属于任何 Γ。因此,我们将通过展示前一个组合时所用的相同词项,以相同的论述来证明这个组合得出的也不是必然结论而是实事结论,只不过我们在那里作为小项选取的词项,在此处作为大项:例如健康实事地属于所有人,但必然不属于任何疾病,随着小前提与结论同样被换位,得出的结论是人也实事地不属于任何疾病;因为如果疾病实事地不属于任何人,人也实事地不属于任何疾病。
- 2.15καθόλου εὐπορήσομεν προτάσεων λαμβάνοντες ἀντιδιῃρημένα ἀλλήλοις εἴδη καὶ τὸ ἕτερον ποιοῦντες μείζονα ὅρον τὸ δὲ ἕτερον μέσον, εἶτα ἕτερόν τι ἐλάττονα δυνάμενον μετέχειν ἑκατέρου ἀνὰ μέρος μὴ ἐξ ἀνάγκης
分词 λαμβάνοντες 和 ποιοῦντες 是修饰主动词 εὐπορήσομεν 的方式或手段副词性分词。在 ποιοῦντες 之后,τὸ ἕτερον 和 τὸ δὲ ἕτερον 作为直接宾语,分别与补足宾语 μείζονα ὅρον 和 μέσον 构成双宾格结构。紧随其后的 ἕτερόν τι 是另一个直接宾语,以 ἐλάττονα [ὅρον] 为补足宾语,分词 δυνάμενον 则作定语修饰 ἕτερόν τι。短语 ἀνὰ μέρος 是副词短语,意为“交替地 / 轮流地”。
- 2.16δείξομεν οὖν καὶ ταύτην τοῖς αὐτοῖς λόγοις οὐ τὸ ἀναγκαῖον ἀλλὰ τὸ ὑπάρχον συνάγουσαν
动词 δείκνυμι 支配代词宾语 ταύτην(指该推论组合),并带补充成分分词 συνάγουσαν,构成宾格加分词结构(“我们将证明这一组合得出的也不是必然结论而是实事结论”)。短语 οὐ τὸ ἀναγκαῖον ἀλλὰ τὸ ὑπάρχον 是分词 συνάγουσαν 的直接宾语。
