← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§131.28-133.11

第一格特称混合推论与向第二格的过渡

菲洛波庞论述了第一格中仅小前提为必然命题的特称推论(混合推论),通过归谬法和具体实例证明结论为实事命题而非必然命题;随后他转入第二格中实事命题与必然命题的混合,并基于向第一格的化归解释了为何结论跟随否定前提的样态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13

" Εἰ δὲ τὸ κατὰ μέρος ἐστὶν ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον· οὐδὲν γὰρ ἀδύνατον συμπίπτει, καθάπερ οὐδ’ ἐν τοῖς καθόλου συλλογισμοῖς." Ἐκθέμενος τὰς δύο προτάσεις τὰς ἐχούσας τὴν μείζονα, τουτέστι τὴν καθόλου, ἀναγκαίαν καὶ δείξας ἀναγκαῖον αὐταῖς ἕπεσθαι τὸ συμπέρασμα, νῦν τὰς λοιπὰς δύο τίθησι τὰς τὴν ἐλάττονα, τουτέστι τὴν μερικήν, ἀναγκαίαν ἐχούσας. καὶ φησὶν ὅτι, ὥσπερ ἐπὶ τῶν καθόλου συλλογισμῶν οἱ τὴν ἐλάττονα ἔχοντες ἀναγκαίαν οὐ συνῆγον ἀναγκαῖον συμπέρασμα ἀλλ’ ὑπάρχον, οὕτω καὶ ἐπὶ τῶν μερικῶν συζυγιῶν ὑπάρχον ἐστὶ τὸ συμπέρασμα. δῆλον δὲ ὅτι τοῦτο συνάγεται ἐξ ὧν τούτῳ μὲν τῷ συμπεράσματι οὐδὲν ἀδύνατον ἕπεται οὔτε ἐνταῦθα οὔτε ἐπὶ τῶν καθόλου προτάσεων, τῷ δὲ ἀναγκαίῳ ἀκολουθεῖ.1 εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει, καὶ τὸ Α τινὶ τῷ Γ ὑπάρξει. καὶ τὴν αἰτίαν προστιθείς φησιν· οὐδὲν γὰρ ἀδύνατον συμπίπτει καθάπερ οὐδ’ ἐν τοῖς καθόλου συλλογισμοῖς· ἡνίκα γὰρ ἐπ’ ἐκείνων ἐλαμβάνομεν τὴν ἐλάττονα ἐξ ἀνάγκης καὶ ὑπετιθέμεθα ὑπάρχον συνάγεσθαι τὸ συμπέρασμα, οὐδὲν ψεῦδος εἵπετο· εἰ δὲ ἀναγκαῖον ὑπεθέμεθα συνάγεσθαι συμπέρασμα, ψεῦδός τι εἵπετο, ὡς ἐν ἐκείνοις δεδείχαμεν. ὡς οὖν ἐπ’ ἐκείνων ἀναγκαίου μὲν ὑποτεθέντος τοῦ συμπεράσματος ψεῦδός τι συνήγετο, ὑπάρχοντος δὲ οὐκέτι, οὕτω, φησί, καὶ ἐπὶ τῶν ἐν μέρει, εἰ ὑποθώμεθα ἀναγκαῖον ἕπεσθαι τὸ συμπέρασμα, ψεῦδος ἕπεται, εἰ δὲ ὑπάρχον, οὔ. ὁμοίως δὲ καὶ εἰ στερητικὴ εἴη ἡ καθόλου ὑπάρχουσα, ἀναγκαία δὲ ἡ ἐλάττων, ὑπάρχον συνάγεται συμπέρασμα. καὶ τοῦτο πάλιν ἐπὶ ὅρων δείκνυσι· κίνησις παντὶ ζῴῳ ὑπαρχόντως, ζῷον δὲ τινὶ λευκῷ ἐξ ἀνάγκης, τῷ κύκνῳ, καὶ συνάγεται κίνησις κύκνῳ ὑπαρχόντως, οὐ μὴν ἀναγκαίως. ὁμοίως καὶ ἐπὶ τοῦ στερητικοῦ· κίνησις οὐδενὶ λευκῷ, ᾗ λευκόν ἐστι, λευκὸν τινὶ ζῴῳ ἐξ ἀνάγκης, καὶ συνάγεται κίνησις οὐ παντὶ ζῴῳ ὑπαρχόντως· ἢ κίνησις οὐδενὶ ζῴῳ ὑπαρχόντως, ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ κίνησις τινὶ λευκῷ οὐχ ὑπάρχει.

“但如果特称命题是必然的,结论将不是必然的;因为并不会出现不可能的情况,正如在全称推论中也没有一样。” 在阐述了大前提、即全称前提为必然的两个前提[组合],并证明了必然结论随之得出之后,他现在提出了其余两个小前提、即特称前提为必然的组合。并且他说,正如在全称推论中那些小前提为必然的推论得出的不是必然结论而是实事结论那样,在特称组合中结论也是实事的。而得出这一结论是显而易见的,其依据在于:无论在此处还是在全称前提中,对于这一[实事]结论而言都不会随之产生任何不可能的情况,而对于必然结论而言则会出现这种情况。因为如果 Α 实事地属于所有 Β,而 Β 必然属于某个 Γ,那么 Α 也将实事地属于某个 Γ。并且他补充了理由说:“因为并不会出现不可能的情况,正如在全称推论中也没有一样”;因为在那些推论中,当我们把小前提设为必然并假定得出的是实事结论时,并未随之产生任何虚假;但如果我们假定得出的是必然结论,就会随之产生某种虚假,正如我们在那些地方所展示的那样。他说,因此正如在那些推论中,当假定结论为必然时得出了某种虚假,而当假定为实事时则不再如此,在特称推论中也是这样,如果我们假定随之得出的是必然结论,就会随之产生虚假,但如果假定为实事,则不会。同样,如果全称命题是实事否定命题,而小前提是必然命题,得出的也是实事结论。他再次通过词项证明了这一点:运动实事地属于所有动物,动物必然属于某种白色的东西、即天鹅,得出的结论是运动实事地属于天鹅,绝非必然地属于。在否定推论中同样如此:就〔白色的东西〕是白色而言,运动不属于任何白色的东西,白色必然属于某种动物,得出的结论是运动实事地并非属于所有动物;或者,运动实事地不属于任何动物,动物必然属于某种白色的东西,运动不属于某种白色的东西。

§2.14

"Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος, εἰ μὲν ἡ στερητικὴ πρότασίς ἐστιν ἀναγκαία, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δ’ ἡ κατηγορική, οὐκ ἀναγκαῖον." Τὸν περὶ τοῦ πρώτου σχήματος πληρώσας λόγον ἐντεῦθεν ἐπισκέπτεται ὅπως ἔχουσι καὶ ἐν τῷ δευτέρῳ σχήματι αἱ μίξεις τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου. τῶν δὲ ἐν δευτέρῳ σχήματι ἀνομοιοσχημόνων οὐσῶν προτάσεων2 βούλεται ὁ Ἀριστοτέλης τῇ ἀποφατικῇ προτάσει ἀκολουθεῖν τὸ συμπέρασμα, καὶ εἰ μὲν ἀναγκαίου τρόπου ὑπάρχει ἡ ἀποφατική, ἀναγκαῖον ὑπάρχειν καὶ τὸ συμπέρασμα, εἰ δὲ ὑπάρχοντος, ὑπάρχον. ἐπειδὴ γὰρ οἱ ἐν δευτέρῳ σχήματι συλλογισμοὶ τελειοῦνται τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ, ἐν δὲ τῷ πρώτῳ σχήματι δεῖ πάντως τὴν ἀποφατικὴν μείζονα εἶναι, ἐδείκνυτο δὲ ὅτι, ὅπως ἂν ἔχῃ ἡ μείζων ἐν πρώτῳ σχήματι, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα, εἰκότως ἄρα, ὅπως ἂν ἔχῃ ἐν δευτέρῳ σχήματι ἡ ἀποφατικὴ πρότασις, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα· ἀναγομένου γὰρ τοῦ δευτέρου σχήματος εἰς τὸ πρῶτον πάντως ἡ ἀποφατικὴ μείζων εὑρίσκεται.

“在第二格中,如果否定前提是必然的,结论也将是必然的;但如果是肯定前提,则不是必然的。” 在完成了关于第一格的论述之后,他由此开始考察在第二格中实事命题与必然命题的混合处于何种状态。由于第二格中的前提质不相同,亚里士多德主张结论跟随否定前提:如果否定前提属于必然样态,结论也必然地成立,如果属于实事样态,结论也是实事的。因为第二格中的推论是通过化归到第一格来得到完满的,而在第一格中否定前提无论如何都必定是大前提,并且曾表明,在第一格中大前提处于何种状态,结论也必然处于何种状态,因此理所当然,在第二格中否定前提处于何种状态,结论也必然处于何种状态;因为当第二格被化归到第一格时,否定前提在任何情况下都被发现是大前提。

语法注2 条
  1. 2.13ἐξ ὧν τούτῳ μὲν τῷ συμπεράσματι οὐδὲν ἀδύνατον ἕπεται οὔτε ἐνταῦθα οὔτε ἐπὶ τῶν καθόλου προτάσεων, τῷ δὲ ἀναγκαίῳ ἀκολουθεῖ

    ἐξ ὧν 是由介词 ἐκ 与包含先行词的中性复数属格关系代词构成的短语,表示因果依据(“从……这一事实中可知”)。它引出前文 δῆλον ὅτι τοῦτο συνάγεται(得出这一结论是显而易见的)的论证理由,即后续对实事结论不产生不可能结果与对必然结论产生不可能结果(τούτῳ μὲν ... τῷ δὲ ἀναγκαίῳ ἀκολουθεῖ)的对比。

  2. 2.14τῶν δὲ ἐν δευτέρῳ σχήματι ἀνομοιοσχημόνων οὐσῶν προτάσεων

    属格独立结构(genitive absolute)。在逻辑学语境中,形容词 ἀνομοιοσχήμων 指前提的“质”不相同(即一肯一否)。由于第二格有效推论的前提必须质不相同,该独立结构作为背景和原因,表明“鉴于第二格中的前提质不相同”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:131.28-133.11