- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:130.13-131.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了第一格中必然与实事混合推论中大前提为全称、小前提为特称的组合(肯定与否定)。亚里士多德主张若全称大前提是必然的则结论亦为必然,而菲洛波庞则通过提供具体反例词项进行反驳,主张结论只能是实事结论。
" Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν, εἰ μὲν τὸ καθόλου ἐστὶν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δὲ τὸ κατὰ μέρος, οὐκ ἀναγκαῖον, οὔτε στερητικῆς οὔτε κατηγορικῆς οὔσης τῆς καθόλου προτάσεως.1" Παραδοὺς τὰς ἐκ δύο καθόλου τέσσαρας συλλογιστικὰς προτάσεις περὶ τῶν ἀσυλλογίστων οὐδέν φησι· διὰ τῶν αὐτῶν γὰρ δείκνυνται δι’ ὧν καὶ αἱ τοῦ ὑπάρχοντος ἀσυλλόγιστοι προτάσεις. μέτεισιν οὖν ἐπὶ τὰς συζυγίας τὰς ἐκ τῆς μιᾶς καθόλου τῆς δὲ ἑτέρας μερικῆς, καὶ φησὶν ὅτι, ὅπως ἂν ἔχῃ ἡ μείζων πρότασις, τοιοῦτον ἔσται καὶ τὸ συμπέρασμα. εἴπομεν γὰρ ὅτι ἐν πρώτῳ σχήματι τῇ μείζονι βούλεται ἀκολουθεῖν τὸ συμπέρασμα ἐπὶ τῶν ἐκ τῆς μιᾶς ἀναγκαίας τῆς δὲ ἑτέρας ὑπαρχούσης· ἐφ’ ὧν δὲ ἡ μὲν ἑτέρα ἐστὶ καθόλου ἡ δὲ ἑτέρα μερική, πάντως ἡ μείζων καθόλου ἐστὶν ἐν πρώτῳ σχήματι, εἴγε μέλλοι συλλογιστικὴ εἶναι ἡ συζυγία. διὰ τοῦτό φησιν ὅτι τῇ καθόλου προτάσει τὸ συμπέρασμα ἀκολουθεῖ· ταὐτὸν γάρ ἐστι πάλιν εἰπεῖν ‘τῇ μείζονι’.
“在特称推论中,如果全称命题是必然的,结论也将是必然的;但如果特称命题是必然的,无论全称前提是否定还是肯定,结论都不会是必然的。” 传授了由两个全称前提组成的四个推论性前提[组合]之后,关于非推论性的前提组合他未加说明;因为它们是通过与展示实事前提的非推论性组合相同的词项来证明的。于是,他过渡到由一个全称前提和一个特称前提组成的那些组合,并说,无论大前提处于何种状态,结论也将是如此。因为我们曾说,在第一格中,在由一个必然前提和一个实事前提构成的组合中,他主张结论跟随大前提;而在其中一个是全称、另一个是特称的组合中,若该组合要是推论性的,第一格中的大前提在任何情况下都必定是全称的。因此他说结论跟随全称前提;因为这与再次说“跟随大前提”是同一回事。
"Ἔστω δὴ πρῶτον τὸ καθόλου ἀναγκαῖον, καὶ τὸ μὲν Α παντὶ τῷ Β ὑπαρχέτω ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχέτω μόνον· ἀνάγκη δὴ τὸ Α τινὶ τῷ Γ ὑπάρχειν ἐξ ἀνάγκης· τὸ γὰρ Γ ὑπὸ τὸ Β ἐστί, τῷ δὲ Β παντὶ τὸ Α ὑπῆρχεν ἐξ ἀνάγκης." Πρώτην πάλιν τίθησι τὴν 〈τὸ〉 καθόλου ἀναγκαῖον ἔχουσαν ἐν τῇ μείζονι προτάσει ἐν δὲ τῇ ἐλάττονι τὸ μερικὸν ὑπάρχον, ἀμφοτέρας δὲ καταφατικάς, καὶ τῇ αὐτῇ πάλιν δείξει τὸ ἀναγκαῖον δείκνυσι συναγόμενον. εἰ γὰρ τὸ Α, φησί, παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, συνάγεται ὅτι τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει· εἰ γὰρ παντὶ τῷ Β τὸ Α ἐξ ἀνάγκης, τὸ δὲ τῶν Γ μέρος ἐστὶ τοῦ Β, καὶ τὸ Α ἄρα τινὶ τῶν Γ ὑπάρξει ἐξ ἀνάγκης μέρει ὄντι τοῦ Β.2 ἐροῦμεν δὲ καὶ πρὸς τοῦτο τὰ αὐτὰ πάλιν ἅπερ καὶ ἐπὶ τῆς ἐκ δύο καθόλου καταφατικῶν, ὅτι ὑπαρχόντως ὑπὸ τὸ Β τι τῶν Γ ἐστὶ καὶ διὰ τοῦτο δύναται καὶ μὴ εἶναι ὑπ’ αὐτό, τὸ δὲ Α τῷ Β ὑπῆρχεν ἐξ ἀνάγκης, τουτέστιν ἀεὶ τοῖς ἀεὶ αὐτοῦ μέρεσιν οὖσιν, ὥστε οὐκ ἐξ ἀνάγκης ἀλλ’ ὑπαρχόντως τινὶ τῷ Γ ὑπάρξει. ἔστωσαν δὲ ὅροι ἐπιστήμη, γραμματική, ἄνθρωπος· ἐπιστήμη πάσῃ γραμματικῇ ἐξ ἀνάγκης ὑπάρχει, γραμματικὴ δὲ ὑπαρχόντως τινὶ ἀνθρώπῳ, καὶ συνάγεται ἐπιστήμη ὑπαρχόντως τινὶ ἀνθρώπῳ.
“那么首先设全称是必然的,且设 Α 必然属于所有 Β,而 Β 仅实事地属于某个 Γ;那么 Α 必然属于某个 Γ 便是必然的;因为 Γ 在 Β 之下,而 Α 曾必然属于所有 Β。” 他再次把大前提中含有全称必然前提、小前提中含有特称实事前提者置于第一位,二者皆为肯定命题,并再次通过相同的证明表明得出必然结论。因为他说,如果 Α 必然属于所有 Β,而 Β 实事地属于某个 Γ,那么便得出 Α 必然属于某个 Γ;因为如果 Α 必然属于所有 Β,而 Γ 中的某部分是 Β 的部分,那么 Α 也将必然属于作为 Β 的一部分的某个 Γ。但对此我们也将再次陈述与在由两个全称肯定前提构成的推论中相同的观点:即 Γ 中的某物是实事地在 Β 之下,因此也有可能不在它之下,而 Α 曾必然属于 Β,即总是属于那些始终是其部分的事物,因而它将不是必然地、而是实事地属于某个 Γ。设词项为知识、语法、人:知识必然属于所有语法,而语法实事地属于某个人,得出的结论是知识实事地[属于]某个人。
"Ὁμοίως δὲ καὶ εἰ στερητικὸς εἴη ὁ συλλογισμός· ἡ γὰρ αὐτὴ ἔσται ἀπόδειξις." Πάλιν, φησίν, εἰ στερητικὸν ἀναγκαῖον τεθείη τὸ καθόλου, ἀναγκαῖον ὡσαύτως τὸ συμπέρασμα συναχθήσεται. εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει· ἐπειδὴ γὰρ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης τὸ Α, τὶ δὲ τῶν Γ τοῦ Β ἐστί, καὶ τὸ Α ἄρα τινὶ τῶν Γ οὐχ ὑπάρξει ἐξ ἀνάγκης. τὰ αὐτὰ δὲ πάλιν λεχθήσεται καὶ πρὸς τοῦτο, ὅτι τὸ ὑπάρχον καὶ οὐ τὸ ἀναγκαῖον συνάγεται, ἅπερ καὶ ἐπὶ τῆς ἐκ δύο καθόλου 〈οὔσης〉 τῆς μείζονος ἀποφατικῆς ἐλέχθη. ὅροι δὲ τοῦ τὸ ὑπάρχον συνάγεσθαι3 ἐγρήγορσις, ὑπνοῦν, ἄνθρωπος· ἐγρήγορσις οὐδενὶ ὑπνοῦντι ἐξ ἀνάγκης, ὑπνοῦν τινὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ συνάγεται ἐγρήγορσις τινὶ ἀνθρώπῳ ὑπαρχόντως. καὶ ἁπλῶς τὰ ἀντιδιῃρημένα δεῖ λαμβάνειν καὶ τὸ μὲν μείζονα ὅρον τιθέναι τὸ δὲ μέσον, ἐλάττονα δὲ ἄλλο τι ᾧ ὁ μείζων ὑπάρχει οὐκ ἐξ ἀνάγκης.
“同样,如果推论是否定的,也是如此;因为证明将是相同的。” 他又说,如果全称命题被设定为否定必然命题,结论同样将被引申为必然的。因为如果 Α 必然不属于任何 Β,而 Β 实事地属于某个 Γ,那么 Α 也将必然不属于某个 Γ;因为既然 Α 必然不属于任何 Β,而 Γ 中的某物属于 Β,那么 Α 也将必然不属于某个 Γ。但对此也将再次提出与在由两个全称命题构成且大前提为否定命题的推论中所说的相同的论点,即得出的是实事结论而非必然结论。得出实事结论的词项是清醒、睡眠、人:清醒必然不属于任何睡眠,睡眠实事地属于某个人,得出的结论是清醒实事地[不属于]某个人。一般而言,应当取互相对立划分的事物,将其中之一作为大项,另一个作为中项,并把大项并非必然属于的另一事物作为小项。
- 2.10οὔτε στερητικῆς οὔτε κατηγορικῆς οὔσης τῆς καθόλου προτάσεως
此为独立属格结构,相对于前置的条件句“εἰ δὲ τὸ κατὰ μέρος [ἐστὶν ἀναγκαῖον], οὐκ ἀναγκαῖον [ἔσται τὸ συμπέρασμα]”具有让步意味(“无论全称前提是否定还是肯定”)。关联词 οὔτε... οὔτε 直接修饰并连接 στερητικῆς 和 κατηγορικῆς。
- 2.11μέρει ὄντι τοῦ Β
分词 ὄντι 在与格上与前面的短语 τινὶ τῶν Γ 一致,表示伴随状况或原因(“作为 Β 的一部分/因其是 Β 的一部分”)。在句法上,它表明了亚里士多德论证必然性传递的依据(即只要 Γ 是 Β 的一部分,Α 就必然归属于它)。
- 2.12ὅροι δὲ τοῦ τὸ ὑπάρχον συνάγεσθαι
带冠词不定式 τοῦ ... συνάγεσθαι 为属格,起限定或同位语属格的作用,修饰名词 ὅροι(“用于得出实事[结论]的词项”)。不定式短语内部的宾格 τὸ ὑπάρχον 充当被动不定式 συνάγεσθαι 的逻辑主语。
