- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:129.7-130.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于必然否定大前提与实事肯定小前提得出必然否定结论的论述(30a32),菲洛波庞引用泰奥弗拉斯托斯等人的学说,利用具体词项(白、黑、马)论证了结论只能是实事否定而非必然否定。
" Ὁμοίως δὲ καὶ εἰ στερητικὸν εἴη τὸ Α Β· ἡ γὰρ αὐτὴ ἀπόδειξις." Εἴπομεν ὅτι ὀκτὼ γινομένων ἐνταῦθα τῶν καθόλου συζυγιῶν, τεσσάρων μὲν συλλογιστικῶν τεσσάρων δὲ ἀσυλλογίστων, τὰς μὲν δύο συλλογιστικὰς ἐξ ἀμφοτέρων καταφατικῶν παρέδωκεν. νῦν δὲ τὰς ἀποφατικὰς παραδίδωσι, καὶ φησὶ τὴν αὐτὴν καὶ ἐπὶ τούτων εἶναι δεῖξιν. ἔστω οὖν ἡ μείζων ἀναγκαία. εἰ τοίνυν τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, μέρος ἄρα τοῦ Β τὸ Γ· τὸ δὲ Α πάντων τῶν μερῶν τοῦ Β ἐξ ἀνάγκης κεχώρισται * * * * μέρους ὄντος τοῦ Β. οὕτω μὲν οὖν κατὰ Ἀριστοτέλην. τὰ αὐτὰ δὲ πάλιν φασὶ καὶ ἐπὶ τούτων οἱ περὶ Θεόφραστον καὶ Εὔδημον· ὁπότερος γὰρ ἂν ᾖ τῶν ὅρων ἀναγκαῖος,1 θατέρου ὄντος ὑπάρχοντος τὸ συμπέρασμα ὑπάρχον ἔσται. καὶ ἐπὶ μὲν τῆς πρὸς τῷ ἐλάττονι ἐχούσης τὸ ἀναγκαῖον καὶ αὐτὸς ὁ Ἀριστοτέλης συνομολογεῖ. ἐπὶ δὲ τῆς ἐχούσης τὴν μείζονα ἀναγκαίαν, δηλονότι καὶ στερητικὴν δέ, δείκνυται καὶ διὰ τῶν ὅρων, δείκνυται δὲ καὶ διὰ κοινοτέρων λόγων οὕτως. ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, πρόδηλον· εἰ γὰρ μηδενὶ τῷ Β τὸ Α, δῆλον ὅτι οὐδὲ τῷ Γ· τὸ γὰρ Γ ὑπὸ τὸ Β. ἀλλ’ οὐκέτι καὶ ἐξ ἀνάγκης οὐδενὶ τῷ Γ τὸ Α ὥσπερ τῷ Β, ἐπειδὴ ὑπαρχόντως τοῦ Β τὸ Γ ὑπόκειται εἶναι μέρος καὶ οὐκ ἀναγκαίως. ὅσον οὖν ἀπὸ τῶν ὅρων2 οὐδαμῶς τὸ ἀναγκαῖον συνάγεται· εἰ γὰρ λάβοιμεν ἀντιδιῃρημένα ἀλλήλοις εἴδη, οἷον τὸ μέλαν καὶ τὸ λευκόν, καὶ τούτων τὸ μὲν ἕτερον ποιήσομεν μείζονα ὅρον τὸ δὲ ἕτερον μέσον, εἶτα λάβοιμέν τι τρίτον ᾧ ἑκάτερον ἀνὰ μέρος δύναται ὑπάρχειν καὶ μὴ ὑπάρχειν καὶ τοῦτο ποιήσομεν ἐλάττονα ὅρον, οἷον ἵππον, δῆλον ὅτι τὸ μὲν ἕτερον τῶν ἀντιδιῃρημένων εἰδῶν τοῦ ἑτέρου ἐξ ἀνάγκης ἀποφάσκεται, οἷον τὸ λευκὸν τοῦ μέλανος· κατηγορηθέντος δὲ τοῦ μέσου τοῦ ἐσχάτου ὑπαρχόντως οὐκ ἐξ ἀνάγκης τοῦ ἐσχάτου τὸ πρῶτον ἀποφαθήσεται ἀλλ’ ὑπαρχόντως, διότι εἰ ὑπαρχόντως αὐτοῦ τὸ μέσον κατηγορεῖται, δῆλον ὅτι δύναται καὶ μὴ ὑπάρξαι αὐτῷ. τοῦ δὲ μέσου μὴ ὑπάρχοντος ἐξ ἀνάγκης τὸ ἀντιδιῃρημένον ὑπάρξει· εἰ δὲ δύναται καὶ ὑπάρξαι καὶ μὴ ὑπάρξαι, δῆλον ὅτι ὁπηνίκα ἀποφάσκηται, οὐκ ἐξ ἀνάγκης ἀποφαθήσεται. εἰ γὰρ τὸ λευκὸν μηδενὶ μέλανι ἐξ ἀνάγκης, τὸ δὲ μέλαν παντὶ ἵππῳ ὑπαρχόντως 〈, τὸ λευκὸν οὐδενὶ ἵππῳ ὑπαρχόντως〉· εἰ γὰρ τὸ μέλαν παντὶ 〈ἵππῳ〉 ὑπαρχόντως, δύναται καὶ μὴ ὑπάρχειν· μὴ ὑπάρχοντος δὲ τὸ λευκὸν πάντως ὑπάρξει ἤ τι τῶν μεταξύ· πάντως γὰρ δεῖ τοῦ ἑτέρου τῶν ἐναντίων μεταλαβεῖν ἤ τινος τῶν μεταξύ. εἰ δὲ δύναται ὑπάρξαι παντὶ ἵππῳ τὸ λευκόν, δῆλον ὅτι, ὅτε τὸ μέλαν ὑπάρχει, τὸ λευκὸν ὑπαρχόντως, οὐκ ἐξ ἀνάγκης ἀποφαθήσεται. σημειωτέον δὲ μὴ λαβεῖν3 τὸν ἐλάττονα ὅρον ᾧ ἕτερόν τι τῶν ἐναντίων ἐξ ἀνάγκης ὑπάρχει, οἷον τῷ κόρακι τὸ μέλαν, ἐπεὶ οὐκέτι φυλάξομεν τὴν ἐλάττονα ὑπάρχουσαν.
“同样,如果 Α-Β 是否定命题,也是如此;因为证明是相同的。” 我们曾说,此处构成的八个全称组合中,四个是推论性的,四个是非推论性的,他传授了由两个肯定前提组成的那两个推论性组合。而现在他传授否定性的组合,并说在这些组合中证明也是相同的。那么,设大前提是必然的。因此,如果 Α 必然不属于任何 Β,而 Β 属于所有 Γ,那么 Γ 是 Β 的部分;但 Α 必然与 Β 的所有部分相分离……当[Γ]是 Β 的一部分时。依亚里士多德之见便是如此。但泰奥弗拉斯托斯和欧德谟学派关于这些也同样主张:因为无论两项[前提]中哪一个是必然的,在另一个是实事前提时,结论将是实事结论。对于在小前提处具有必然前提的情况,亚里士多德本人也表示赞同;但对于具有必然大前提(显而易见也是否定前提)的情况,通过词项可以证明,通过更普遍的论证也可以证明如下。因为,当 Α 必然不属于任何 Β,而 Β 属于所有 Γ 时,这是显而易见的;因为如果 Α 不属于任何 Β,显然它也不属于 Γ;因为 Γ 在 Β 之下。但 Α 不再像对 Β 那样必然不属于任何 Γ,因为 Γ 被设定为实事地、而非必然地是 Β 的部分。因此,就词项而言,绝不能得出必然结论。因为如果我们取互相对立划分的种,例如黑与白,并将其中之一作为大项,另一个作为中项,然后再取一个两者可以轮流属于且不属于的第三者,并将此作为小项,例如马,显而易见,对立划分的种之一必然被否定于另一个,例如白否定于黑;但是当中项实事地述谓最后之项时,第一项将不是必然地、而是实事地被否定于最后之项,因为如果中项实事地述谓它,显然它也有可能不属于它。而当中项不属于时,对立划分的种必然会属于;但如果它既可能属于又可能不属于,显然当它被否定时,将不是必然地被否定。因为如果白必然不属于任何黑,而黑实事地属于所有马,[白便实事地不属于任何马];因为如果黑实事地属于所有[马],它也有可能不属于;而当它不属于时,白或某种居间之物必定会属于;因为必然要分有对立者之一或某种居间之物。但如果白可能属于所有马,显然当黑属于时,白将被实事地否定,而不是必然地被否定。还应当注意,不要把对立者之一必然属于它的事物作为小项,例如黑属于渡鸦,否则我们便无法再保持小前提为实事前提。
- 2.9ὁπότερος γὰρ ἂν ᾖ τῶν ὅρων ἀναγκαῖος
由 ὁπότερος(两者中无论哪一个)与带 ἄν 的虚拟式 ᾖ 构成的普遍条件句。此处的 τῶν ὅρων(词项)与下文的 θατέρου ὄντος ὑπάρχοντος(另一个是实事前提时)形成对比,借代指大前提和小前提这两个“前提”。
- 2.9ὅσον οὖν ἀπὸ τῶν ὅρων
中性单数宾格关系代词 ὅσον 与介词短语 ἀπὸ τῶν ὅρων 结合,充当表示限制或视角的副词性短语,意为“就词项而言”或“从词项来判断的限度内”。
- 2.9σημειωτέον δὲ μὴ λαβεῖν
由非人称动形词 σημειωτέον(应当注意)支配带有否定词 μή 的不定式 λαβεῖν 构成的句式,表达指令性的告诫:“应当注意不要采纳……”。
