- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:128.2-129.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德通过第三格驳斥得出必然结论的论证,随后探讨了通过词项(运动、动物、人)的证明;进而他批评亚里士多德关于大前提为必然前提即得出必然结论的主张,指出如果将运动作为小项同样会出现反例,因此亚里士多德在此犯了疏忽。
καὶ σκόπει πῶς οὐ φησὶν ἀδύνατον εἶναι τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν ἀλλὰ ψεῦδος·1 οὐδὲ γὰρ εἴ τι ψεῦδος, τοῦτο καὶ ἀδύνατον· ἀλλ’ εἴ τι ἀδύνατον, τοῦτο καὶ ψεῦδος, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴπομεν. οὐδὲ γὰρ προέθετο τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δεῖξαι (διόπερ οὐδὲ τὸ ἀντικείμενον τῷ ὑπάρχειν παντὶ ὑπέθετο) ἀλλὰ μόνον δεῖξαι ψεῦδος τὸ λέγον ὅτι ἀναγκαῖον συνάγεται τὸ συμπέρασμα. οὐδὲ γὰρ ἀδύνατον ἐπί τινος τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπαρχόντως παντὶ ὑπάρχειν καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν· ὡς γὰρ εἶπον, τοιοῦτόν ἐστι τὸ κοινότερον ὑπάρχον, ὡς διὰ τῶν ὅρων ἐδείξαμεν. ψεῦδος ἄρα τὸ ἐξ ἀνάγκης τινὶ ὑπάρχον τοῦτο καὶ παντὶ ὑπάρχειν κατὰ τὸ ἁπλῶς, τουτέστι τὸ καθόλου τοῦ ὑπάρχοντος σημαινόμενον, ὅπερ δύναται καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν καὶ μηδενὶ ἐνδέχεσθαι ὑπάρχειν. οὕτω μὲν οὖν διὰ τοῦ πρώτου σχήματος. διὰ δὲ τοῦ τρίτου οὕτως. εἰ γὰρ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, ὡς ἄν τις ὑπολάβοι, ὑπῆρχε δὲ καὶ τὸ Β ἐξ ἀνάγκης τῷ αὐτῷ παντί, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· γίνεται γὰρ ὁ πρῶτος τρόπος τοῦ τρίτου σχήματος τῶν δύο ἀναγκαίων οὐσῶν μερικὸν καταφατικὸν ἀναγκαῖον συνάγων συμπέρασμα.2 ὑπέκειτο δὲ καὶ παντὶ τῷ Β τὸ Α ὑπάρχειν· ψεῦδος ἄρα τὸ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α· ἐνδέχεται γὰρ ἐπὶ τοῦ ὑπάρχοντος τρόπου τὸ ληφθὲν ὡς παντὶ ὑπάρχον καὶ μηδενὶ αὐτῷ ὑπάρχειν· ψεῦδος ἄρα τὸ τινὶ ἐξ ἀνάγκης. τὸ δὲ ψεῦδος ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τῷ Γ παντὶ τὸ Α ἐξ ἀνάγκης ὑπάρχειν. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης. Ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερὸν ὅτι οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον· οἷον εἰ τὸ μὲν Α εἴη κίνησις, τὸ δὲ Β ζῷον, ἐφ’ ᾧ δὲ τὸ Γ ἄνθρωπος. κίνησις μὲν γὰρ παντὶ ζῴῳ ὑπαρχόντως ὑπάρχει, ζῷον δὲ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συμπέρασμα συνάγεται οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον· κίνησις γὰρ ἀνθρώπῳ παντὶ ὑπάρχει οὐκ ἀναγκαίως ἀλλ’ ὑπαρχόντως. ἐπιστῆσαι δὲ χρὴ ἐπὶ τούτων τῶν ὅρων ὅτι οὐ κατενόησε3 τὸ αὐτὸ δυνάμενον γενέσθαι καὶ ἐφ’ οὗ εἶπεν ἀναγκαίου συμπεράσματος τοῦ συναγομένου ἐκ τοῦ μείζονος ἀναγκαίου· ὥσπερ γὰρ ἐνταῦθα λαβὼν τὴν κίνησιν μείζονα ὅρον ἔδειξε τὸ συμπέρασμα μὴ ἀναγκαῖον, οὕτω κἀκεῖ, εἰ ληφθείη ὁ αὐτὸς ἐλάττων, οὐκ ἔσται ἀναγκαῖον. οἷον τὸ μὲν Α ζῷον, τὸ δὲ Β ἄνθρωπος, τὸ δὲ Γ κίνησις· οὐκοῦν εἰ τὸ ζῷον τῷ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει, ὁ δὲ ἄνθρωπος κινεῖται ὑπαρχόντως, τὸ ζῷον ἐξ ἀνάγκης κινεῖται· ἀλλὰ τοῦτο ψεῦδος. ἔστιν οὖν ὅλον τὸ χωρίον παρόραμα. καὶ δῆλον εἰς ὃ ἀποβλέψας ἀπήχθη· ἐπειδὴ γάρ, εἰ λάβοιμεν ὡς ἐν κατηγορίᾳ τὸ Γ ὑπὸ τὸ Β, εὑρίσκεται ὡς εἶδος αὐτοῦ ὄν, τοῦτο καὶ ἐπὶ πάντων ὑπέλαβε. τὸ δὲ οὐκ ἔστιν· οὐδὲ γὰρ ἐνταῦθα ὑπὸ τὸν ἄνθρωπον εἶδος ἡ κίνησις καίτοι τῇ τάξει τῶν ὅρων ὑπ’ αὐτὸν εἰλημμένη ἀλλ’ ὡς ὑποκείμενον.4 ἢ τοίνυν παρεῖδεν, ἢ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔλαβεν, ὡς ἤδη εἴπομεν.
并且请注意,他是如何不说 Α 必然属于某个 Β 是“不可能的”,而是说是“假的”的;因为如果某事是假的,这并不等于它也是不可能的;相反,如果某事是不可能的,它也是假的,正如我们在前面也说过的那样。因为他并非意图通过归于不可能的证明法[归谬法]来证明(正因如此,他甚至没有假设“属于所有”的对立面),而仅仅是证明主张得出必然结论的说法是假的。因为在某些情况下,同一事物对同一事物既实事地属于所有,又必然属于某个,并非不可能;因为正如我所说,更普遍意义上的实事前提正是如此,正如我们通过词项所展示的那样。因此,必然属于某个的事物,单纯地也属于所有,即按照实事前提的普遍含义(它既能够必然属于某个,又能够可能属于无)也属于所有,是假的。通过第一格[的证明]便是如此。通过第三格则如下。因为如果 Α 必然属于所有 Γ(正如有人可能设想的那样),而 Β 也必然属于同一事物的全部,因此 Α 将必然属于某个 Β;因为形成了第三格的第一式,在两个前提皆为必然前提时得出一个特称肯定必然结论。但原先也设定了 Α 实事地属于所有 Β;因此,Α 必然属于某个 Β 是假的;因为在实事前提的格[样态]下,被视为属于所有的事物,也可能属于它的无;因此,必然属于某个则是假的。而这假是由于假设了 Α 必然属于所有 Γ 随之产生的。亚里士多德的论述就到这里。此外,从词项中也明显可见结论将不是必然的:例如,设 Α 为运动,Β 为动物,Γ 为人。因为运动实事地属于所有动物,动物必然属于所有人,得出的结论不是必然的而是实事的;因为运动不是必然地而是实事地属于所有人。然而在这些词项上应当注意的是,他没有察觉到,在他所说的那种由必然大前提得出的必然结论的情形中,同样的事情也可能发生;因为正如在这里,他将运动作为大项表明了结论不是必然的,同样在彼处,如果将同一项作为小项,[结论]也将不是必然的。例如,设 Α 为动物,Β 为人,Γ 为运动;那么,如果动物必然属于人,而人实事地运动,动物就必然运动;但这是假的。因此,这一整个章节是一个疏忽。而且很清楚他是着眼于什么而被误导的:因为如果我们在范畴中那样把 Γ 置于 Β 之下,它便被发现作为它的种而存在,于是他设想在所有情况下也是如此。但事实并非如此;因为在这里,尽管在词项的排列下次序在它之下,运动也不是人辖下的种,而是作为底层主体。因此,要么是他疏忽了,要么正如我们已经说过的那样,他采纳了基于假设的必然性。
- 2.8οὐ φησὶν ἀδύνατον εἶναι τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν ἀλλὰ ψεῦδος
由 φησίν 统领的宾格不定式结构,不定式短语 τὸ ... ὑπάρχειν 作 εἶναι 的主语,ἀδύνατον / ψεῦδος 作表语。斐洛波诺斯提请注意亚里士多德选用 ψεῦδος 而非 ἀδύνατον 的精细语义差别。
- 2.8τῶν δύο ἀναγκαίων οὐσῶν μερικὸν καταφατικὸν ἀναγκαῖον συνάγων συμπέρασμα
τῶν δύο ἀναγκαίων οὐσῶν 为属格独立结构(“当两个前提皆为必然时”)。分词 συνάγων 为主格阳性单数,与 ὁ πρῶτος τρόπος 一致,修饰该名词短语并统领宾格短语 μερικὸν καταφατικὸν ἀναγκαῖον ... συμπέρασμα。
- 2.8ἐπιστῆσαι δὲ χρὴ ἐπὶ τούτων τῶν ὅρων ὅτι οὐ κατενόησε
非人称动词 χρή 统领不定式 ἐπιστῆσαι(带 ἐπί 加属格,“应当注意到”),随后引出 ὅτι 宾语从句说明未察觉之事:主语亚里士多德(κατενόησε)未认识到“同样的事情能够发生”(以带有分词 δυνάμενον γενέσθαι 的 τὸ αὐτό 作宾语)。
- 2.8οὐδὲ γὰρ ἐνταῦθα ὑπὸ τὸν ἄνθρωπον εἶδος ἡ κίνησις καίτοι τῇ τάξει τῶν ὅρων ὑπ’ αὐτὸν εἰλημμένη ἀλλ’ ὡς ὑποκείμενον
系词 ἐστί 被省略。主语为 ἡ κίνησις,谓语部分由否定项 οὐδὲ ... εἶδος 与转折项 ἀλλʼ ὡς ὑποκείμενον 构成。让步分词短语 καίτοι ... εἰλημμένη(主格阴性单数,修饰 κίνησις)插在其中,对比了词项在三段论格式中的排布顺序与其真实的本原实体/范畴从属关系。
