- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:126.30-128.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏了第一格中大前提为实事前提、小前提为必然前提的组合(30a23),通过基于第一格的归谬法证明结论是实事的而非必然的。
" Εἰ δὲ τὸ μὲν Α Β μή ἐστιν ἀναγκαῖον, τὸ δὲ Β Γ ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον." Παραδοὺς τὴν ἐκ τῆς μείζονος ἀναγκαίας νῦν τὴν ἀντικειμένως ἔχουσαν παραδίδωσι τὴν ἔχουσαν πρὸς τῷ ἐλάττονι τὸ ἀναγκαῖον πρὸς δὲ τῷ μείζονι τὸ ὑπάρχον, καὶ φησὶν οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα· εἴρηται γὰρ ἤδη ὅτι ὁ Ἀριστοτέλης ἐνταῦθα τῇ μείζονι βούλεται ἀκολουθεῖν τὸ συμπέρασμα. δείκνυσι δὲ τοῦτο διχόθεν, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ καὶ τῇ διὰ τῶν ὅρων δείξει· καὶ γὰρ τῶν μεθόδων ἡ χρεία ἡμῖν καθέστηκεν οὐ δι’ ἑαυτάς, ἀλλ’ ἵνα τοῖς πράγμασιν αὐτὰς ἁρμόζωμεν· διὸ καὶ ἐν τοῖς ἀσυλλογίστοις ὅρους παρατιθέμενος ἠρκεῖτο τούτοις εἰς ἔλεγχον ὡς μὴ δυναμένων αὐτῶν ἐφαρμοσθῆναι τοῖς πράγμασι.1 δείκνυσιν οὖν τοῦτο διά τε τοῦ πρώτου σχήματος καὶ τοῦ τρίτου, ὑποτιθέμενος συνάγεσθαι ἀναγκαῖον τὸ συμπέρασμα καὶ δεικνὺς ταύτῃ τῇ ὑποθέσει ψεῦδος ἀκολουθοῦν καὶ οὕτως αὐτὴν ἐλέγχων· δῆλον γὰρ ὅτι ᾗ ἂν ὑποθέσει ψεῦδος ἀκολουθῇ, ψευδὴς ἔσται· οὐδεμιᾷ γὰρ ἀληθεῖ ὑποθέσει ψεῦδος ἀκολουθεῖ. δείκνυσιν οὖν τὸ ψεῦδος ἀκολουθοῦν καὶ διὰ τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου σχήματος. καὶ διὰ μὲν τοῦ πρώτου οὕτως. εἰ τὸ μὲν Α παντὶ τῷ Β ὑπάρχει μόνον, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, ἐγὼ μέν, φησί, λέγω ὅτι τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως ὑπάρξει. εἰ δέ τις λέγει ἐξ ἀνάγκης, συγκεχωρήσθω τοῦτο· καὶ εἰ μὲν μηδὲν ψεῦδος ἀκολουθήσει, ἔστω ἀληθὲς τὸ συμπέρασμα· εἰ δὲ εὕρωμέν τι ψεῦδος ἑπόμενον, δῆλον ὅτι ψευδὴς ἡ ὑπόθεσις ἡ λέγουσα τὸ ἀναγκαῖον συνάγεσθαι, ὥστε τὸ ὑπάρχον μόνως συναχθήσεται. ἐπεὶ οὖν τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπεθέμεθα, ἦν δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ ἄρα τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· ἀντιστρέφει γάρ. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· γίνεται γὰρ ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος. ἀλλὰ τοῦτο ψεῦδος· ὑπέκειτο γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχειν μόνον· τὸ δὲ παντὶ ὑπάρχον ἐνδέχεται καὶ μηδενὶ ὑπάρχειν καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν.2 οἷον ἀληθὲς τὸ λέγειν τὸ σώματι παντὶ τὸ κινεῖσθαι ὑπάρχει· ἀλλὰ τοῦτο δύναται καὶ τινὶ ἀναγκαίως ὑπάρχειν, οἷον τῷ οὐρανίῳ. πάλιν λέγομεν ὑπάρχειν πάσῃ νηὶ τὸ κινεῖσθαι ἢ ἀνθρώπῳ τὸ καθῆσθαι, ἐὰν ἢ κινῶνται ἢ κάθηνται· ἀλλὰ καὶ μηδενὶ ἐνδέχεται ὑπάρχειν. εἰ τοίνυν τοιαύτη ἐστὶν ἡ τοῦ ἁπλῶς ὑπάρχοντος φύσις, ἐὰν ἄρα τεθῇ τὸ ἐξ ἀνάγκης τινὶ τῷ Β τὸ Α ὑπάρχειν, οὐ δυνήσεται τὸ αὐτὸ τῷ αὐτῷ καὶ μηδενὶ ἐνδέχεσθαι ὑπάρχειν· αὕτη δὲ ἦν ἡ τοῦ κυρίως ὑπάρχοντος φύσις· ψεῦδος ἄρα τὸ ἐξ ἀνάγκης τὸ Α τινὶ τῷ Β ὑπάρχειν. τὸ δὲ ψεῦδος ἠκολούθησε διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν τὴν λέγουσαν ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα· ὑπάρχον ἄρα συναχθήσεται.
“但是,如果 Α-Β 不是必然的,而 Β-Γ 是必然的,结论将不是必然的。” 在传授了大前提为必然前提的情形之后,现在他传授具有相反情况的情形,即小前提为必然前提而大前提为实事前提的情形,并说结论不是必然的而是实事的;因为前文已经说过,亚里士多德在这里意图让结论随从大前提。他通过两种方式表明这一点:既通过归谬法,又通过词项的证明;因为我们对各种方法的需要并不是为了它们自身,而是为了让我们将它们运用于具体事实;这正是为何在不构成三段论的前提组合中,他通过并列列出词项,便足以以此进行驳斥,理由是它们无法被运用于具体事实。因此,他既通过第一格又通过第三格来表明这一点,方法是假定结论作为必然结论被得出,并表明此假设会随之产生假,从而驳倒该假设;因为显然,假所随从的任何假设本身都将是假的;因为假决不随从任何真的假设。因此,他表明既通过第一格也通过第三格都会随之产生假。通过第一格是如下进行的:他说,如果 Α 仅仅是实事地属于所有 Β,而 Β 必然属于所有 Γ,我主张 Α 将实事地属于所有 Γ。但如果有人说是必然地,那就且承认这一点;如果没有任何假随之产生,就让结论为真;但如果我们发现有某种假随之产生,显然主张得出必然结论的假设是假的,从而只能得出实事结论。既然我们假设了 Α 必然属于所有 Γ,而 Β 也曾必然属于所有 Γ,因此 Γ 也将必然属于某个 Β;因为它是换位成立的。那么,如果 Α 必然属于所有 Γ,而 Γ 必然属于某个 Β,因此 Α 也将必然属于某个 Β;因为形成了第一格的第三式。但这是假的;因为原先设定了 Α 仅仅实事地属于所有 Β;而实事地属于所有的事物,既可能属于无,也可能必然属于某个。例如,说运动属于一切物体是真的;但这也可以必然属于某个,例如天体。再者,我们说运动属于每艘船,或者坐着属于每个人(如果它们正在运动或者他们正坐着);但这也可能属于无。那么,如果单纯实事的前提的本性是如此的,因此如果设定了 Α 必然属于某个 Β,同一事物就不能对同一事物可能属于无;但这原本正是本义上的实事前提的本性;因此,Α 必然属于某个 Β 是假的。而这假是由于最初那个主张得出必然结论的假设而随之产生的;因此,得出的将是实事结论。
- 2.8ὡς μὴ δυναμένων αὐτῶν ἐφαρμοσθῆναι τοῖς πράγμασι
连词 ὡς 与属格独立结构(μὴ δυναμένων αὐτῶν ἐφαρμοσθῆναι)连用,构成了表示主句动词 ἠρκεῖτο 的主观理由或根据的从属短语。代词 αὐτῶν 的先行词在语境中并非紧邻的“词项(ὅρους)”,而是指“不构成三段论的前提组合(τοῖς ἀσυλλογίστοις)”。
- 2.8τὸ δὲ παντὶ ὑπάρχον ἐνδέχεται καὶ μηδενὶ ὑπάρχειν καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν
中性单数分词 τὸ παντὶ ὑπάρχον(“实事地属于所有的事物”)作主语,支配非人称动词 ἐνδέχεται(“可能”)以及两个并列的不定式短语(καὶ μηδενὶ ὑπάρχειν 与 καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν)。这一结构规定了实事前提的样态相容范围,为后文的反驳(οὐ δυνήσεται...)奠定了基础。
