← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§125.16-126.29

必然性的多义性与对混合推论的辩护

菲洛波庞审视并整理了反对归谬证明和第三种证明的异议,进而通过区分必然性的不同含义(本义的必然性与基于假设的必然性),并借助亚历山大和索西格涅斯的观点为亚里士多德进行了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#3

οὕτω μὲν οὖν ἐκεῖνοι τὴν εἰς ἄτοπον δεῖξιν ψευδῆ δεικνύουσι διὰ τοῦ δεικνύναι τῇ αὐτῇ εἰς ἄτοπον δείξει ἐπὶ τῶν αὐτῶν προτάσεων πλείονα συνάγεσθαι συμπεράσματα. ἀλλὰ ζητῆσαι ἄξιον πόθεν πλείονα συνήχθη τὰ συμπεράσματα τῇ αὐτῇ εἰς ἄτοπον δείξει. λέγομεν οὖν ὅτι ἕκαστον τῶν συμπερασμάτων καθόλου καταφατικὸν ἐλήφθη, εἶτα τὸ ἐναντίον ἐξ ὑποθέσεως μερικὸν ἀποφατικόν,1 καὶ εἰκότως τοῦ αὐτοῦ ποσοῦ ληφθέντος ἐπί τε τῶν συμπερασμάτων καὶ τῶν ὑποθέσεων τὸ αὐτὸ ἄτοπον ἠκολούθησεν· μόνοι γὰρ οἱ τρόποι ἠμείφθησαν τοῦ ποσοῦ τοῦ αὐτοῦ μείναντος· διόπερ καὶ ἐπὶ πάντων τὸ αὐτὸ συνήχθη ἄτοπον. πρὸς δὲ τὴν τρίτην τῶν δείξεων ἐπιπόλαιον οὖσαν πρόχειρος ἡ ἀπάντησις. εἰ γάρ, ἐπειδὴ τῶν δύο προτάσεων ὑπαρχουσῶν οὐσῶν ὑπάρχον συνήγετο τὸ συμπέρασμα, διὰ τοῦτο, ἐπειδὴ ἡ ἑτέρα ἀναγκαία γίνεται, ὤφειλεν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ἐροῦμεν αὐτοῖς ὅτι, ἐπειδὴ τῶν δύο ἀναγκαίων οὐσῶν ἀναγκαῖον ἐγίνετο τὸ συμπέρασμα, ἔδει τῆς ἑτέρας ὑπαρχούσης οὔσης ὑπάρχον γενέσθαι, ἤ, ὃ καὶ πιθανώτερον, μικτὸν ἔδει αὐτὸ γενέσθαι. καὶ τοῦτο πῶς ἐνδέχεται, ἐξ ὑπάρχοντος καὶ ἀναγκαίου μικτόν τι γενέσθαι; ὥστε καταγέλαστον τὸ τοιοῦτον. καὶ ἄλλως· ἔδει τὸ αὐτὸ εἰπεῖν καὶ ἐφ’ ὧν προτάσεων ἡ μείζων ὑπάρχουσά ἐστιν, ἡ δὲ ἐλάττων ἀναγκαία· ἔδει γὰρ κἀπὶ τούτων ἀναγκαῖον εἶναι τὸ συμπέρασμα διὰ τὴν αὐτὴν αἰτίαν· νῦν δὲ ὑπάρχον γίνεται. εὐήθης ἄρα ὁ τοιοῦτος λόγος. ἔτι ὥσπερ κατὰ τὸ ποιὸν καὶ τὸ ποσὸν ἀεὶ τῇ χείρονι τῶν προτάσεων εἵπετο τὸ συμπέρασμα, δῆλον ὅτι καὶ ἐπὶ τῶν τρόπων ὁμοίως τῇ χείρονι ἀκολουθήσει· ὥστε εἰ τὸ ὑπάρχον χεῖρόν ἐστι τοῦ ἀναγκαίου, δῆλον ὅτι ὑπάρχον γενήσεται τὸ συμπέρασμα. πανταχόθεν ἡμῖν ἄρα τὸ τοιοῦτον δέδεικται. Τί οὖν; οὐκ ἔστιν οὐδεμίαν βοήθειαν ἐπινοῆσαι τῷ Ἀριστοτελικῷ λόγῳ; λέγομεν ὅτι ἐνδέχεται. αὐτὸς γάρ φησιν ἐν τῷ Περὶ ἑρμηνείας ὅτι τὸ ἀναγκαῖον διχῶς λέγεται, τὸ μὲν κυρίως τὸ δὲ ἐξ ὑποθέσεως, καὶ τὸ ἐξ ὑποθέσεως διχῶς· τὸ μὲν γὰρ λέγεται ἀναγκαῖον ἔστ’ ἂν ὑπάρχῃ τὸ ὑποκείμενον, τὸ δὲ ἔστ’ ἂν ὑπάρχῃ τὸ κατηγορούμενον. οἷον κυρίως λέγεται ἀναγκαῖον τὸ κινεῖσθαι τὸν ἥλιον· τὸ δὲ ἔστ’ ἂν ὑπάρχῃ τὸ ὑποκείμενον ἐξ ὑποθέσεως ἀναγκαῖον τὸ Σωκράτην εἶναι ζῷον· ἔστ’ ἂν γὰρ ὑπάρχῃ Σωκράτης, ἀνάγκη αὐτὸν ζῷον εἶναι, ὃ καὶ μᾶλλον τῷ κυρίως ἀναγκαίῳ συνεγγίζει· τὸ δὲ τρίτον ὡς λέγομεν ἀνάγκη τὸν καθήμενον καθῆσθαι· ἔστ’ ἂν γὰρ ὑπάρχῃ τὸ κατηγορούμενον, λέγω δὴ τὸ καθῆσθαι, ἀναγκαίως ὑπάρχει τῷ καθημένῳ κατὰ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον. λέγομεν οὖν ὅτι ἡ μὲν μείζων πρότασις κατὰ τὸ κυρίως εἴληπται ἀναγκαῖον, τὸ δὲ συμπέρασμα κατὰ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον τὸ ἔστ’ ἂν ᾖ τὸ κατηγορούμενον· ἕως γὰρ ἂν ὑπάρχῃ τὸ Α τῷ Γ, ἐξ ἀνάγκης αὐτῷ ὑπάρχει. καὶ ὁ Ἀλέξανδρος δὲ ὁ τοῦ φιλοσόφου ἐξηγητής φησιν ἔν τινι μονοβίβλῳ καὶ τὸν αὑτοῦ διδάσκαλον Σωσιγένην ταύτης εἶναι τῆς δόξης, ὡς ὅτι2 τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον συνάγει ἐνταῦθα ὁ Ἀριστοτέλης. ὅτι γάρ, φησί, τοῦτο βούλεται, δῆλον ἐξ ὧν, ὅτε μὲν ὑπάρχον συνάγεται τὸ συμπέρασμα τῆς μείζονος ὑπαρχούσης οὔσης τῆς δὲ ἑτέρας ἀναγκαίας, ἐκτίθεται ὅρους3 ὁ φιλόσοφος, ὅτε δὲ ἀναγκαῖον συνάγεται τῆς μείζονος ἀναγκαίας οὔσης τῆς δὲ ἐλάττονος ὑπαρχούσης, οὐκ εὐπόρησεν ἐκθέσθαι ὅρους τὸ κυρίως ἀναγκαῖον συνάγοντας· ὅθεν δῆλον, φησίν, ὅτι καὶ αὐτὸς τὸ ἐξ ὑποθέσεως ἔλαβεν ἀναγκαῖον.

因此,他们正是通过表明在相同的前提下借由相同的归谬证明能得出多个结论,从而证明归谬法是虚假的。然而,值得探讨的是,为何借由相同的归谬证明会得出多个结论。于是我们说,诸结论中的每一个都被设定为全称肯定,继而通过假设将其对立面[矛盾命题]设定为特称否定;而在结论和假设中由于设定了相同的量,理所当然地遵循出了相同的荒谬;因为唯独样态被改变了,而量保持相同;这正是为何在所有情况下都得出了相同的荒谬。而对于这些证明中的第三种(它是肤浅的),反驳则是现成的。因为,如果由于当两个前提均为实事前提时得出实事结论,正是由于这个缘故,当其中一个前提变为必然前提时结论就应当变为必然的,那么我们将对他们说:既然当两个前提均为必然前提时产生必然结论,那么当其中一个前提为实事前提时,结论本应当变为实事的,或者(这甚至更为可信)它本应当变为混合的。但这怎么可能呢,从实事前提和必然前提中产生某种混合之物?因此这样的说法是可笑的。此外,在那些大前提为实事前提而小前提为必然前提的前提组合中,人们也本应当说同样的话;因为在这些组合中,由于同样的原因,结论也本应当是必然的;但实际上它变成了实事的。因此这样的论证是幼稚的。再者,正如在质和量上结论总是随从前提中较劣的一方,显然在样态上也同样会随从较劣的一方;从而如果实事差于必然,显然结论将是实事的。因此,在各个方面这一观点都已向我们表明了。 那么怎样呢?难道不可能为亚里士多德式的论证构想出任何救助之法吗?我们说,这是可能的。因为他自己在《解释篇》中说,必然有两种说法,一种是本义的,另一种是基于假设的;而基于假设的又有两种:一种是指只要主词存在就是必然的,另一种是指只要谓词属于就是必然的。例如,太阳运动被称为本义上的必然;而只要主词存在就是基于假设的必然,则是苏格拉底是动物;因为只要苏格拉底存在,他就必然是动物,这甚至更接近本义上的必然;第三种正如我们所说,坐着的人必然坐着;因为只要谓词属于——我正是指坐着——依照基于假设的必然,它就必然属于坐着的人。因此我们说,大前提是依照本义上的必然来取的,而结论则是依照基于假设的必然来取的,即只要谓词在;因为只要 Α 属于 Γ,它就必然属于它。而且那位哲学家的注解家亚历山大也在某部单卷著作中说,他自己的老师索西格涅斯也持这一见解,即亚里士多德在这里得出的是基于假设的必然。他说,因为他意图如此,从以下事实是显而易见的:当大前提为实事前提而另一前提为必然前提从而得出实事结论时,哲学家列举了词项;但当大前提为必然前提而小前提为实事前提从而得出必然结论时,他却未能轻易列举出能够得出本义上必然结论的词项;他说,由此显然可知,他自己也是取了基于假设的必然。

语法注3 条
  1. 2.7τὸ ἐναντίον ἐξ ὑποθέσεως μερικὸν ἀποφατικόν

    ἐξ ὑποθέσεως 作副词性短语修饰承前省略的谓语动词 ἐλήφθη 或整个名词短语,意为“通过假设[引入的]其对立面[矛盾命题]即特称否定”。虽然严格逻辑术语中全称肯定的矛盾命题是 ἀντιφατικόν,但此处 ἐναντίον 被宽泛地用于指归谬法中所设定的反命题。

  2. 2.7ὡς ὅτι

    连词 ὡς 与 ὅτι 叠用以引导间接引语/名词从句,属于晚期希腊语的常见构文。该从句在句法上充当 τῆς δόξης 的同位语(“即……这一见解”)。

  3. 2.7ἐξ ὧν, ὅτε μὲν ... ὅτε δὲ ... οὐκ εὐπόρησεν ἐκθέσθαι ὅρους

    介词短语带关系代词 ἐξ ὧν(“从……诸事实中”)统摄紧随其后的 ὅτε μὲν ... ὅτε δὲ ... 对比从句,其中后一分句包含动词 οὐκ εὐπόρησεν,与前一分句的 ἐκτίθεται 相对比。该结构整体作为引导事实证据的从属结构,解释 δῆλον(“是显而易见的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:125.16-126.29