← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§124.8-125.16

泰奥弗拉斯托斯对混合三段论的反驳

泰奥弗拉斯托斯等亚里士多德的同伴对亚里士多德关于必然前提与实事前题混合推论的观点提出异议。他们根据术语的定义及反例反驳了结论跟随大前提的主张,并指出亚里士多德派所采用的反证法不仅能推出必然结论,同样也能推出实事或可能的结论,从而瓦解了该证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#2

Οἱ δὲ ἑταῖροι αὐτοῦ ἐνίστανται πρὸς τὰ εἰρημένα, καὶ πρῶτον πρὸς τὴν Ἀριστοτελικὴν δεῖξιν οὕτως ἐξ αὐτῆς 〈τῆς〉 τοῦ ἀναγκαίου καὶ τῆς τοῦ ὑπάρχοντος σημασίας. ἀναγκαῖον, φασίν, ἐστὶν ὃ παντὶ καὶ ἀεὶ ὑπάρχει, ὑπάρχον δὲ ὅπερ ἐστὶ μὲν ἐν τῷ πράγματι, δύναται δὲ καὶ ἀπογενέσθαι αὐτοῦ. εἰ τοίνυν τὸ Β τῷ Γ οὐκ ἀναγκαίως ὑπάρχει, δύναται ἄρα χωρισθῆναι αὐτοῦ· εἰ δὲ χωρίζεται τὸ Β τοῦ Γ, οὐκ ἐξ ἀνάγκης ὑπάρξει τῷ Γ τὸ Α. εἰ γὰρ χωρισθείη τὸ μέσον τοῦ ἐσχάτου, οὐχ ἕξει τὸ ἄκρον δι’ ὅτου συναφθῇ1 τῷ ἐσχάτῳ· ὥστε εἰ ὑπάρξει τῷ Γ τὸ Α, οὐκ ἀναγκαίως αὐτῷ ὑπάρξει. καὶ γὰρ κακῶς ὑπέθεσθε,2 φασίν, ὅτι εἰ τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ Β ὑπάρχει, μέρος δὲ τοῦ Β τὸ Γ, τὸ ἄρα Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει· τοῖς μὲν γὰρ κυρίως αὐτοῦ μέρεσιν ἐξ ἀνάγκης ὑπάρχει πᾶσιν, οὐ μέντοι γε τοῖς ποτὲ μὲν οὖσιν αὐτοῦ μέρεσι ποτὲ δὲ μή. τὸ δὲ Β τῷ Γ παντὶ μὲν ὑπῆρχεν, οὐκ ἐξ ἀνάγκης δέ, ὥστε δύναται καὶ μὴ ὑπάρχειν· αὕτη γὰρ ἡ τοῦ ὑπάρχοντος φύσις, τὸ ὑπάρχον μὲν δυνάμενον δὲ καὶ μὴ ὑπάρχειν. εἰ τοίνυν δυνατὸν τὸ Γ τοῦ Β μὴ εἶναι μέρος (οὕτω γὰρ ἐδείχθη), πρόδηλον ὅτι οὐκ ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει. ὅτι γὰρ τοῦτο οὕτως ἔχει, πρόδηλον καὶ ἐκ τῆς τῶν ὅρων παραθέσεως· ἔστωσαν γὰρ ὅροι κίνησις, βάδισις, ἄνθρωπος· κίνησις μὲν γὰρ ἐξ ἀνάγκης πάσῃ βαδίσει ὑπάρχει, βάδισις δὲ παντὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ συνάγεται κίνησις παντὶ ἀνθρώπῳ ὑπαρχόντως. καὶ πάλιν ἀρετή, φρόνησις, ἄνθρωπος. καὶ καθόλου δεῖ λαμβάνειν καὶ καθολικώτερόν τι καὶ μερικώτερον καί τι τούτων ὑπαρχόντως μετέχον καὶ τὸ μὲν καθολικώτερον τιθέναι μείζονα ὅρον, τὸ δὲ μετέχον ἐλάττονα. πρὸς δὲ τὴν τοῦ ἀδυνάτου δεῖξιν οὕτως ἐνίστανται, ὅτι τούτῳ τῷ τρόπῳ δείξομεν οὐ μόνον ἀναγκαῖον καταφατικὸν συναγόμενον ἀλλὰ καὶ τὸ καθόλου καταφατικὸν ὑπάρχον καὶ ἔτι τὸ καθόλου καταφατικὸν ἐνδεχόμενον. λέγομεν γάρ, φασίν, ὅτι συνάγεται συμπέρασμα τὸ Α παντὶ τῷ Γ ὑπάρχειν· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ μὴ παντὶ ὑπάρχειν τὸ Α τῷ Γ. ἐπεὶ τοίνυν τὸ Α τῷ Γ οὐ παντὶ ὑπάρχει, ὑπέκειτο δὲ καὶ τὸ Β τῷ Γ παντὶ ὑπάρχειν, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπάρξει· γίνεται γὰρ τὸ τρίτον σχῆμα ἐκ τῶν δύο ὑπαρχουσῶν προτάσεων. ἦν δὲ καὶ ἐξ ἀνάγκης παντί· τὸ ἄρα Α τῷ Β καὶ ἐξ ἀνάγκης παντὶ ὑπάρχει καὶ ὑπάρχει οὐ παντί, ὅπερ ἀδύνατον. ἀλλὰ δή, φασί, καὶ τὸ καθόλου ἐνδεχόμενον δυνατὸν συναγαγεῖν. λέγω γὰρ ὅτι οὕτως ἐχουσῶν τῶν προτάσεων συνάγεται τὸ Α τῷ Γ ἐνδέχεσθαι παντὶ ὑπάρχειν· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀνάγκη μὴ παντί. ἐπεὶ τοίνυν τὸ μὲν Α τῷ Γ ἀνάγκη μὴ παντὶ ὑπάρχειν, τὸ δὲ Β τῷ Γ παντὶ ὑπῆρχε, τὸ ἄρα Α τῷ Β ἢ ἐξ ἀνάγκης οὐ παντὶ ἢ ὑπάρχει οὐ παντί· τοῦτο γὰρ ποτέρως ἔχει, ἔτι ἀμφισβητήσιμον.3 ἦν δὲ καὶ ἐξ ἀνάγκης παντὶ τῷ Β τὸ Α· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐξ ἀνάγκης παντὶ καὶ ὑπάρχει οὐ παντὶ ἢ ἀνάγκη οὐ παντί, ὅπερ ἀδύνατον. ὥστε, φασίν, ἡ εἰς ἄτοπον ἀπαγωγὴ οὐδὲν ἧττον δείξει καθόλου καταφατικὸν ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα ἢ ἐνδεχόμενον καθόλου καταφατικὸν ἢ ὑπάρχον καθόλου καταφατικόν.

但是他的同伴们反对上述说法,并且首先从必然与实事本身的含义出发,按如下方式反对亚里士多德式的证明。他们说,必然的是指属于一切且始终属于者,而实事的则是指固然存在于事物之中、但也能脱离它的。那么,如果 Β 并非必然属于 Γ,它因而能脱离它;而如果 Β 脱离了 Γ,Α 就不会必然属于 Γ。因为如果中项脱离了末项,大项将没有借以同末项相联结的纽带;从而如果 Α 属于 Γ,也不会必然属于它。他们说,因为你们假定“如果 Α 必然属于一切 Β,且 Γ 是 Β 的部分,所以 Α 将必然属于一切 Γ”,这是不当的;因为对它严格意义上的各个部分它确实必然属于全体,但绝非对那些有时是它的部分而有时不是的部分也是如此。而 Β 虽属于一切 Γ,却非必然如此,从而也可能不属于;因为这就是实事的本性,即正在属于但也能不属于。那么,如果 Γ 可能不是 Β 的部分(因为之前正是这样证明的),显然它就不会必然属于一切 Γ。因为这一点如此,从词项的列举中也是显而易见的:设诸词项为运动、行走、人;因为运动必然属于一切行走,而行走实事地属于一切人,得出的结论是运动实事地属于一切人。又如德性、明智、人。一般而言,必须选取某种较全称的事物、某种较特殊的事物,以及实事地分有它们的事物,并将较全称的设为大项,分有者设为小项。而对于通过不可能法的证明,他们则如此提出异议:即通过这种方式,我们不仅将证明得出必然肯定结论,而且还将证明得出全称肯定实事结论,甚至全称肯定可能(偶然)结论。他们说,因为我们主张得出 Α 属于一切 Γ 这一结论;因为如果这是假的,那么 Α 不属于一切 Γ 就是真的。那么,既然 Α 不属于一切 Γ,并且假定 Β 也属于一切 Γ,所以 Α 将不属于一切 Β;因为由两个实事前提构成了第三格。但它原本也是必然属于其全体的;因此 Α 对 Β 既必然属于其全体,又实事地不属于其全体,这是不可能的。他们说,不仅如此,而且得出全称可能(偶然)结论也是可能的。因为我主张,在前提处于这种情况下时,得出 Α 可能属于一切 Γ;因为如果这是假的,那么必然不属于一切就是真的。那么,既然 Α 必然不属于一切 Γ,而 Β 属于一切 Γ,所以 Α 对 Β 要么必然不属于一切,要么实事地不属于一切;因为这究竟是哪一种方式,仍是有争议的。但 Α 原本也是必然属于一切 Β 的;因此同一事物对同一事物既必然属于其全体,又实事地不属于其全体或必然不属于其全体,这是不可能的。因此他们说,归谬法证明得出全称肯定必然结论,绝不亚于证明得出全称肯定可能(偶然)结论或全称肯定实事结论。

语法注3 条
  1. 2.7δι’ ὅτου συναφθῇ

    关系词短语 διʼ ὅτου 后接虚拟式 συναφθῇ,构成表示目的的关系分句(“借以相联结的纽带”)。

  2. 2.7κακῶς ὑπέθεσθε

    第二人称复数不定过去时 ὑπέθεσθε 体现了反对者(泰奥弗拉斯托斯等人)直接针对亚里士多德派论辩对手的对话式呼告。

  3. 2.7τοῦτο γὰρ ποτέρως ἔχει, ἔτι ἀμφισβητήσιμον

    间接疑问分句 τοῦτο ... ποτέρως ἔχει 作主语,形容词 ἀμφισβητήσιμον 作表语,省略了系词 ἐστί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:124.8-125.16