← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§122.25-124.8

必然与实事前题混合推论中结论的模态

菲洛波庞讨论了亚里士多德关于必然前提与实事前题混合推论的学说,指出亚里士多德主张结论跟随大前提,而泰奥弗拉斯托斯等人则主张结论始终为实事的,并展示了亚里士多德的证明以及支持者所补充的归谬法等论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#1

" Συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τὸν συλλογισμόν." Παραδοὺς τὰς προτάσεις τάς τε τοῦ ὑπάρχοντος καὶ τὰς τοῦ ἀναγκαίου ἐντεῦθεν βούλεται μῖξαι ταύτας.1 καὶ βούλεται αὐτὸς ἀεὶ τῇ μείζονι προτάσει ἀκολουθεῖν τὸ συμπέρασμα, οἷον εἰ ἡ μὲν μείζων ἐστὶν ἀναγκαία ἡ δὲ ἐλάττων ὑπάρχουσα, ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, εἰ δὲ ἔμπαλιν ἡ μὲν μείζων ὑπάρχουσα ἡ δὲ ἐλάττων ἀναγκαία, ὑπάρχον. παραδίδωσι δέ, ὡς εἴωθε, πρῶτον τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου. πρόδηλον δὲ ὅτι καθόλου οὐσῶν τῶν προτάσεων ὀκτὼ γίνονται συζυγίαι, τέσσαρες μὲν συλλογιστικαί, τέσσαρες δὲ ἀσυλλόγιστοι· εἰ γὰρ τῶν δύο ὑπαρχουσῶν οὐσῶν καθόλου τέσσαρες ἐγίνοντο συζυγίαι, ὁμοίως δὲ καὶ ἀναγκαίων, δῆλον ὅτι μιγνυμένων τούτων ὀκτὼ γενήσονται. εἰ γὰρ ἡ μείζων ὑπάρχει ἀναγκαία ἡ δὲ ἐλάττων ὑπάρχουσα, τέσσαρες γίνονται συζυγίαι κατὰ τὸ ποιὸν ποικιλλόμεναι· ἢ γὰρ ἀμφότεραι εἰσιν καταφατικαὶ ἢ ἀμφότεραι ἀποφατικαί, ἢ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, καὶ τοῦτο διχῶς· ὁμοίως δὲ καὶ εἰ ἀνάπαλιν ὦσιν ἡ μὲν μείζων ὑπάρχουσα ἡ δὲ ἐλάττων ἀναγκαία, πάλιν γίνονται ἄλλαι τέσσαρες κατὰ ποιὸν ποικιλλόμεναι. αἱ πᾶσαι ἄρα εἰσὶν ὀκτώ. πρότερον οὖν ἐκτίθεται τὰς ἐκ δύο καθόλου καταφατικῶν, τῆς μὲν μείζονος ἀναγκαίας τῆς δὲ ἐλάττονος ὑπαρχούσης. καὶ ὁ μὲν φιλόσοφος, ὥσπερ εἴπομεν, βούλεται ἀεὶ τῇ μείζονι ἀκολουθεῖν τὸ συμπέρασμα· διὸ καὶ ἐνταῦθα οὕτως ἐχουσῶν τῶν προτάσεων ἀναγκαῖόν φησι συνάγεσθαι τὸ συμπέρασμα. οἱ δὲ ἑταῖροι αὐτοῦ οἱ περὶ Θεόφραστον καὶ Εὔδημον καὶ ἔτι οἱ ἀπὸ Πλάτωνος οὔ φασιν οὕτως ἔχειν οὐδὲ πάντως τῇ μείζονι ἀκολουθεῖν τὸ συμπέρασμα, ἀλλ’ ὑπάρχον ἀεὶ γίνεσθαι. ἄξιον οὖν ἐκθέσθαι πρότερον τήν τε Ἀριστοτελικὴν δεῖξιν καὶ ὅσα οἱ τῷ φιλοσόφῳ συνηγοροῦντες εἰς ἀπόδειξιν τοῦ τοιούτου προστιθέασιν, εἶτα καὶ ἅπερ οἱ τῇ ἐναντίᾳ παριστάμενοι δόξῃ φασί, καὶ οὕτως τὰ ἱκανὰ διαστῆσαι τῷ λόγῳ. Τῷ τοίνυν Ἀριστοτέλει πρόεισιν ἡ δεῖξις οὕτως. τὸ Α, φησίν, ἐξ ἀνάγκης παντὶ τῷ Β ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχέτω· λέγω, φησίν, ὅτι τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει. ἐπεὶ γὰρ τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ὑπάρξει· ἓν δὲ τῶν μερῶν τοῦ Β τὸ Γ· τὸ ἄρα Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης. ἕτεροι δὲ συνηγοροῦντες ταύτῃ τῇ δόξῃ προστιθέασι καὶ ἄλλας δύο δείξεις, μίαν μὲν τὴν δι’ ἀδυνάτου οὕτως· λέγομεν, φασίν, ὅτι οὕτως ἐχουσῶν τῶν προτάσεων ἐξ ἀνάγκης παντὶ τῷ Γ τὸ Α ὑπάρξει· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντικείμενον τὸ ‘ἐνδέχεται μὴ παντὶ τῷ Γ τὸ Α ὑπάρχειν’, ἵνα πάλιν ἀντιθῶμεν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ.2 ἐπεὶ τοίνυν τὸ μὲν Α ἐνδέχεται μὴ παντὶ τῷ Γ ὑπάρχειν, ὑπέκειτο δὲ καὶ τὸ Β τῷ αὐτῷ Γ ὑπάρχειν παντί, τὸ ἄρα Α ἐνδέχεται μὴ παντὶ τῷ Β ὑπάρχειν· ὑπέκειτο δὲ καὶ ἐξ ἀνάγκης παντί· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐνδέχεται μὴ παντὶ καὶ ἐξ ἀνάγκης παντί, ὅπερ ἀδύνατον. ἰστέον γὰρ ὅτι καὶ ὁ Ἀριστοτέλης καὶ πάντες οἱ ἄλλοι ὁμολογοῦσι τῆς μείζονος ἐνδεχομένης οὔσης μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης μερικὸν ἐνδεχόμενον ἀποφατικὸν συνάγεσθαι τὸ συμπέρασμα.3 προστιθέασι δὲ καὶ ἑτέραν δεῖξιν τοιαύτην· εἰ τῶν δύο, φασί, προτάσεων κειμένων ὑπαρχουσῶν ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα, δῆλον ὅτι τῆς ἑτέρας ἀναγκαίας οὔσης οὐκέτι τὸ αὐτὸ ὤφειλε συνάγεσθαι συμπέρασμα ἀλλὰ ἀναγκαῖον. ταῦτα οἱ τῇ Ἀριστοτελικῇ συνηγοροῦντες δόξῃ.

“有时甚至当其中一个前提是必然的时,推论也成为必然的。” 在传授了实事的前提和必然的前提之后,从这里开始他意图将它们混合。而他自己意图使结论始终跟随大前提:例如,如果大前提是必然的而小前提是实事的,结论就成为必然的;但如果相反,大前提是实事的而小前提是必然的,[结论就成为]实事的。并且他像往常一样,首先传授两前提皆为全称的组合。显然,在前提皆为全称的情况下,会产生八组组合,其中四组是能构成推论的,四组是不能构成推论的。因为如果在两个实事前提为全称时产生了四组组合,而对必然前提也是如此,那么显然当它们混合时就会产生八组。因为如果大前提是必然的而小前提是实事的,就会产生按质来区分的四组组合:或者两者都是肯定的,或者两者都是否定的,或者一肯定一否定,而这又有两种方式;同样,如果相反,大前提是实事的而小前提是必然的,又会产生按质来区分的另外四组。因此总共是八组。于是他首先陈述由两个全称肯定前提构成、大前提为必然且小前提为实事的组合。正如我们所说,这位哲学家意图使结论始终跟随大前提;因此在这里,在前提处于这种情况下时,他也说得出必然的结论。但是他的同伴们,即泰奥弗拉斯托斯和欧德谟一派,以及柏拉图门下的人,却说并非如此,结论绝非在任何情况下都跟随大前提,而是始终成为实事的。因此,值得首先阐明亚里士多德式的证明,以及支持这位哲学家的人为论证这一论点所补充的内容,然后再阐明持有相反意见的人所说的话,从而通过论辩作出充分的分辨。那么,对于亚里士多德而言,证明如下进行:他说,设 Α 必然属于一切 Β,且设 Β 属于一切 Γ;他说,我主张 Α 将必然属于一切 Γ。因为既然 Α 必然属于一切 Β,因而它将属于它的一切部分;而 Γ 是 Β 的诸部分之一;所以 Α 将必然属于一切 Γ,这正是所要证明的。亚里士多德便是如此证明的。但是拥护这一观点的其他人还补充了另外两个证明,其一是通过不可能法,如下所示:他们说,我们主张在前提处于这种情况下时,Α 将必然属于一切 Γ。因为如果这是假的,那么与其对立的命题,即“Α 可能不属于一切 Γ”就是真的,以便我们再次使模态对模态、量对量、质对质相对立。那么,既然 Α 可能不属于一切 Γ,并且假定 Β 属于同一个 Γ 的全体,所以 Α 可能不属于一切 Β;但原本还假定它必然属于其全体;因此同一事物对同一事物既可能不属于其全体,又必然属于其全体,这是不可能的。因为应当知道,亚里士多德和其他所有人都一致同意,当大前提是可能(偶然)的特称否定而小前提是实事的全称肯定时,得出的是特称可能(偶然)否定的结论。他们还补充了另一个如下的证明:他们说,如果当两个前提都被设为实事的前提时得出的是实事的结论,那么显然,当其中一个前提是必然的时,就不应再得出相同的结论,而应当得出必然的结论。这些就是拥护亚里士多德观点的人所提出的论据。

语法注3 条
  1. 2.7Παραδοὺς τὰς προτάσεις τάς τε τοῦ ὑπάρχοντος καὶ τὰς τοῦ ἀναγκαίου ἐντεῦθεν βούλεται μῖξαι ταύτας.

    分词 Παραδούς 作时间/伴随分词,表示在主要动词 βούλεται 之前的动作。短语 τάς τε τοῦ ὑπάρχοντος καὶ τὰς τοῦ ἀναγκαίου 是修饰 προτάσεις 的两个名词化属格短语,分别指代“实事前提”与“必然前提”。

  2. 2.7ἵνα πάλιν ἀντιθῶμεν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ.

    由 ἵνα 引导并接虚拟式 ἀντιθῶμεν 的目的从句。成对出现的宾格与与格(τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ)构成直接宾语与间接宾语的无连词并列,表示严格对准矛盾对立的维度:模态对模态、量对量、质对质。

  3. 2.7ἰστέον γὰρ ὅτι καὶ ὁ Ἀριστοτέλης καὶ πάντες οἱ ἄλλοι ὁμολογοῦσι τῆς μείζονος ἐνδεχομένης οὔσης μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης μερικὸν ἐνδεχόμενον ἀποφατικὸν συνάγεσθαι τὸ συμπέρασμα.

    该句骨架由非人称形容词 ἰστέον ὅτι(应当知道……)引导,主节主语为 καὶ ὁ Ἀριστοτέλης καὶ πάντες οἱ ἄλλοι,主要动词为 ὁμολογοῦσι,其后接不定词短语 συνάγεσθαι τὸ συμπέρασμα(得出结论),中间嵌套了两个表示前提条件的独立属格结构(τῆς μείζονος... 以及 τῆς δὲ ἐλάττονος...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:122.25-124.8