← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§122.1-122.24

通过例示法证明第二格第四式与第三格第五式

斐洛庞奴斯注解亚里士多德《前分析篇》30a13,详细阐述了第二格第四式和第三格第五式如何通过例示法(ekthesis)经由各自格的第二式而在固有格内部得到证明,并指出亚里士多德在此处使用字母记号时比早期更为自由灵活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

" Γίνεται δὲ τῶν συλλογισμῶν ἑκάτερος ἐν τῷ οἰκείῳ σχήματι." Ἑκάτερος, φησί, τῶν εἰρημένων δύο συλλογισμῶν διὰ τοῦ οἰκείου σχήματος δείκνυται τὸ ἴδιον συμπέρασμα συνάγων. ἀλλ’ ὁ μὲν τέταρτος τοῦ δευτέρου σχήματος συλλογισμὸς διὰ τοῦ δευτέρου συλλογισμοῦ τοῦ αὐτοῦ δευτέρου σχήματος οὕτως· εἰ γὰρ τὸ Α παντὶ μὲν τῷ Β ὑπάρχει τῷ δὲ Γ οὐ παντί, ὑπέκειτο δὲ μέρος τοῦ Γ τὸ Δ, ᾧ οὐχ ὑπάρχει τὸ Α, τὸ ἄρα Α παντὶ μὲν τῷ Β ὑπάρχει τῷ δὲ Δ οὐδενί, ὅσπερ ἐστὶ δεύτερος τρόπος τοῦ δευτέρου σχήματος ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς· τὸ ἄρα Β οὐδενὶ τῷ Δ ὑπάρξει, ὅπερ ἐστὶ μέρος τοῦ Γ· τὸ ἄρα Β οὐ παντὶ τῷ Γ ὑπάρξει. ὁμοίως δὲ καὶ ὁ πέμπτος τοῦ τρίτου σχήματος διὰ τοῦ δευτέρου τρόπου τοῦ αὐτοῦ τρίτου σχήματος δείκνυται οὕτως· εἰ γὰρ τὸ μὲν Α ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ τὸ δὲ Β ἐξ ἀνάγκης παντί, λέγω ὅτι τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐ παντὶ ὑπάρχει·1 ἐπεὶ γὰρ τὸ Α ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ ὑπάρχει, εἰλήφθω μέρος τι τοῦ Γ ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ Α, οἷον τὸ Δ· τὸ ἄρα Α οὐδενὶ τῷ Δ ἐξ ἀνάγκης ὑπάρχει· καὶ ἐπεὶ τὸ Β ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρχει, ἓν δὲ τῶν μερῶν τοῦ Γ τὸ Δ, τὸ ἄρα Β παντὶ τῷ Δ ὑπάρχει. εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Δ τὸ δὲ Β παντὶ τῷ Δ ἀνάγκης ὑπάρχει, δῆλον ὅτι γέγονε πάλιν τοῦ τρίτου σχήματος ὁ δεύτερος τρόπος. ὥστε ἡ ἔκθεσις ἐπ’ ἀμφοτέρων τῶν συλλογισμῶν τὸ οἰκεῖον πάλιν ἐποίησε σχῆμα. ἐπισημειώσασθαι δὲ ἄξιον ἐν πᾶσι τούτοις, πῶς λοιπὸν μετὰ τὴν ἀπόδειξιν τῶν τριῶν σχημάτων ἀδεέστερον ἐχρήσατο τοῖς στοιχείοις, ὡς πρότερον κατὰ τὴν τάξιν τῶν σχημάτων καὶ τῶν ὅρων καὶ τοῖς στοιχείοις χρώμενος.2

“但是这两个推论中的每一个都在其固有的格中产生。” 他说,所提及的这两个推论中的每一个,都是通过其固有的格得到证明并得出各自结论的。第二格的第四个推论通过同一第二格的第二个推论证明如下:因为如果 Α 属于一切 Β,而不属于一切 Γ,并且假定 Δ 为 Γ 的一部分且 Α 不属于它,那么 Α 属于一切 Β 且不属于任何 Δ;这正是第二格的第二式,由全称肯定大前提和全称否定小前提构成。因此 Β 将不属于任何 Δ,而 Δ 是 Γ 的一部分;所以 Β 将不属于一切 Γ。同样,第三格的第五个推论也通过同一第三格的第二式证明如下:因为如果 Α 必然不属于一切 Γ,而 Β 必然属于一切[Γ],那么我主张:Α 必然不属于一切 Β。因为既然 Α 必然不属于一切 Γ,那就设取 Γ 的某个 Α 必然不属于的部分,例如 Δ;因此 Α 必然不属于任何 Δ。又因为 Β 必然属于一切 Γ,且 Δ 是 Γ 的诸部分之一,所以 Β 属于一切 Δ。因此,如果 Α 不属于任何 Δ,而 Β 必然属于一切 Δ,显然就再次形成了第三格的第二式。由此可见,例示法(ekthesis)在这两个推论中都再次构成了固有的格。值得在所有这些地方注意的是,在证明了三个格之后,他此后如何更加不受拘束地使用字母,而不再像先前那样严格按照格与词项的次序来使用字母。

语法注2 条
  1. 2.6ἐξ ἀνάγκης οὐ παντὶ ὑπάρχει

    模态短语 ἐξ ἀνάγκης(必然地)与否定词 οὐ 的句法关系。否定词 οὐ 直接修饰全称限定词 παντί,构成部分否定“并不属于一切”,而 ἐξ ἀνάγκης 修饰整个被否定的隶属关系,因此这里表示的是特称否定模态判断(“必然不属于一切”),而非全称否定(“必然全都不属于”)。

  2. 2.6ὡς πρότερον κατὰ τὴν τάξιν τῶν σχημάτων καὶ τῶν ὅρων καὶ τοῖς στοιχείοις χρώμενος

    该分词短语与前文的主动词 ἀδεέστερον ἐχρήσατο τοῖς στοιχείοις(更加不受拘束地使用字母)形成过去的对比。字面上 ὡς πρότερον ... χρώμενος 意为“如同先前按照格与词项的次序使用字母那样”,但在上下文中实际表达对照意义,即“与先前严格遵循格和词项顺序使用字母的做法相对,[如今却更加自由]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:122.1-122.24